4283 173 0 0 1 0 II d. C. Retoricaa Aelius Aristides Συμμαχικὸς β΄ (πρὸς Θηβαίους περὶ τῆς συμμαχίας) Dindorf, W., Leipzig, Reimer, 1829 Rist. 1964, Hildesheim, Olms. 28

Aelius Aristides - Συμμαχικὸς β΄ (πρὸς Θηβαίους περὶ τῆς συμμαχίας)

[490] Ἀφικόμεθα μὲν οὐ λόγῳ πρὸς Φίλιππον ἀγωνιούμενοι, ἀλλ' ἔργῳ βοηθήσοντες ὑμῖν τε καὶ τοῖς ὑπολοίποις τῶν Ἑλλήνων πράγμασι. πολλῷ δ' ἔτι νυνὶ σαφέστερον, ὦ [491] ἄνδρες Θηβαῖοι, γιγνώσκομεν ὡς ὀρθῶς ὑπὲρ ὑμῶν ηὐλαβήθημεν. τὸ γὰρ εἰς τοῦθ' ἥκειν Φίλιππον τόλμης καὶ δεινότητος ὥστε πρῶτον μὲν ὅλως πρέσβεις ὡς ὑμᾶς, εἶτα βοήθειαν αἰτήσοντας ἀπεσταλκέναι, ἵν' ὑμᾶς τε ἀμαχεὶ λάβῃ καὶ τὰ πρὸς ἡμᾶς ὡς βούλεται διοικήσηται, σφόδρα τῆς τ' ἐκείνου συνηθείας οἶμαι καὶ προνοίας ὑμῖν ἄξιον. τὸ μὲν οὖν πρᾶγμα καινὸν ἴσως εἶναι δοκεῖ ὑμῖν, τῶν πολεμίων προσαγόντων, ἑτέρους ὑπὲρ ὑμῶν ἥκειν πεφοβημένους, καὶ μὴ μόνον αὐτεπάγγελτον ἔχειν ὑμᾶς τὴν βοήθειαν, ἀλλὰ καὶ παράκλησιν προσεῖναι τοῦ ταῦτα δέξασθαι· αἰτούμεθα δ' ὑμᾶς τοσοῦτον μιμήσασθαι τὴν τῶν Ἀθηναίων πόλιν εἰς τὰ ὑμέτερ' αὐτῶν καὶ μὴ παρ' αὐτοῖς τουτοισὶ τοῖς πρέσβεσι πρώτοις αἰσχύνην ὀφλῆσαι. εἰ γὰρ ἡμεῖς μὲν οἷς οὗτοί φασι τοσαῦτα πρὸς ὑμᾶς ὑπάρχειν ὑπεναντία, πάντα ταῦτ' ἀνελόντες ἥκομεν συσσώζειν ὑμῖν ἀξιοῦντες τὴν πόλιν, ὑμεῖς δ' οἱ μηδὲν ἔχοντες ὑμῖν αὐτοῖς μέμψασθαι πάντ' ἀκονιτὶ προήσεσθε, πῶς οὐ πάντων ἀλογώτατα πράξετε; ἔστι δ' οὐχ ὅσον τις ἂν εἴποι τὸ διάφορον τῆς παρούσης ἡμέρας, ἀλλ' εἰς ἔσχατον ἧκον, δουλεύειν μὲν αὐτοὺς Φιλίππῳ, συγκαταδουλοῦσθαι δὲ τοὺς ἄλλους Ἕλληνας, ἀγροικίσασθαι δ' εἰς τοὺς ὑπάρξαντας χρηστότητι, τριῶν δὲ τῶν αἰσχίστων δόξαν παρὰ πᾶσι λαβεῖν, σκαιότητος, πλεονεξίας, ἀχαριστίας· ἢ μετὰ τοῦ πατρίου σχήματος οἰκεῖν τὴν πόλιν, τῆς κοινῆς ἐλευθερίας προστάντας μεθ' ἡμῶν. ὃ καὶ θαυμάζω, εἰ τοὺς μὲν ἐκεῖνα τούτων μᾶλλον ὑμῖν προσήκειν ἡγουμένους μισεῖν ἂν δικαίως ἀξιοίητε, Φίλιππον δ' ἡμῶν περὶ πλείονος ποιήσεσθε, ὃς ἐκείνοις ἐνόχους ὑμᾶς καθίστησι καὶ τοὺς λόγῳ βλασφημοῦντας ἐχθροὺς ἂν νομίζοντες, ἐκεῖνον εἰς συμμάχου τάξιν θήσετε, ὃς ἔργῳ τὰ χείριστα καθ' ὑμῶν βεβαιοῖ. εἰ τοίνυν καὶ τὸ ταὐτὰ συμφέρειν ἱκανὴ πίστις οἰκειότητος, καὶ τὸ ταὐτὰ προσήκειν ἡγεῖσθαι βέβαιον δή που φιλίας σύμβολον. ἡμεῖς τοίνυν ἅπερ ἡμῖν αὐτοῖς προσήκειν ἡγούμεθα, ταῦτα καὶ ὑμῖν, εὐδοξεῖν, προβουλεύειν, προτιμᾶσθαι τῶν ἄλλων Ἑλλήνων.

[492] ὥστε πῶς ἂν δικαίως ἑτέρους εὐνουστέρους ἡμῶν νομίζοιτε; οὐ γὰρ ἄλλα μὲν ἡμᾶς ἆθλα ἐὰν νικήσωμεν, ἄλλα δ' ἐστὶν ἃ ὑμᾶς μένει, ἀλλ' ἃ βουλοίμεθ' ἂν ἡμῖν γενέσθαι ταῦτα πρὸς ὑμᾶς κοινούμεθα. ὥστε ἃ τῇ ἡμετέρᾳ αὐτῶν πόλει παρὰ τῶν θεῶν αἰτοῦμεν, ταῦτα τῇ ὑμετέρᾳ συνευχόμεθα, ἥκιστα ἐγχωροῦν οἶμαι Φιλίππῳ πρᾶγμα, τὰς αὐτὰς εὐχὰς ὑπὲρ αὑτοῦ καὶ τῶν ἄλλων τινὸς ποιήσασθαι. τοιοῦτον γάρ ἐστιν ὁ δυνάστης, μηδένα τῆς ἴσης τιμᾶσθαι· εἰκότως, μᾶλλον δ' ἀναγκαίως. ἅμα γὰρ τῶν ἴσων ἑτέρῳ μετέσται, καὶ αὐτὸς ὃ ζητεῖ, τοῦτ' ἀπολώλεκε. δεῖ γὰρ οἶμαι τὸν μὲν ἄρχειν, τοὺς δὲ ἄρχεσθαι· ταῦτα δ' ἀμφότερ' οὐ ταυτὸν βούλεται. καὶ ταῦτ' οὐχ ἡμᾶς ἐλέγχειν δεῖ τοῖς λόγοις, ἀλλὰ Φίλιππος ἔργῳ πιστοῦται. τίς γάρ ἐστι τούτου σύμμαχος, ὅστις οὐ χεῖρον πράττει τῶν πολεμίων; τοὺς μὲν οὖν ἐν μέρει πολέμους δι' ἀπορρήτων ὡς τὰ πολλὰ ποιεῖται, ὥσπερ νῦν ἐφ' ὑμᾶς ἥκει συγκρύπτων ὡς οἷόν τε τἀληθές· ἣν δ' ἐν τῷ καθάπαξ ἔχει γνώμην, ὁμολογεῖ πρὸς ἅπαντας καὶ καταμηνύει δι' ἑνὸς ῥήματος, ἄν τις ὀρθῶς τηρῇ. ὅταν γὰρ ἐν ταῖς ἐπιστολαῖς αὐτῷ καὶ ταῖς συνθήκαις πρῶτον ἁπάντων ᾖ, βασιλεὺς Μακεδόνων, πῶς οὐκ εἰς ἅπαντας κηρύττει τότε τὰ ἀπόρρητα τῆς γνώμης, καὶ τὸ μηδενὶ τῶν ἐλευθερίας ἐπιθυμούντων εἶναι τούτῳ χρῆσθαι μηδὲ πιστεύειν; οὐ γὰρ οὕτω γ' ἀναίσθητος οὐδεὶς οὐδ' ἔξω τοῦ φρονεῖν, ὅστις ἑνὸς μὲν ἔθνους καὶ τούτου κακῶν μεστοῦ καὶ οὗ μυρίοι βασιλεῖς ἤδη γεγόνασιν, ἀγάλλεσθαι κρατοῦντ' αὐτὸν ἡγεῖται, τῆς δ' Ἑλλάδος, ἣ μόνη τῶν ὑπὸ τὸν ἥλιον οὐδένα πώποτ' ἔσχεν αὑτῆς κύριον, ταύτης δ' οὔτ' ἐπιθυμεῖν βασιλέα κληθῆναι οὔθ' ἃ πράττει πρὸς ἄλλο τι τῶν πάντων ἔχειν τὴν ἀναφορὰν, ἢ ταῦτ' ἐφεξῆς τὰ ῥήματα συνθεῖναι, Βασιλεὺς Ἑλλήνων Φίλιππος. μὴ δῆτα, ἀλεξίκακε Ζεῦ καὶ θεοί. θάτερα γὰρ καλλίω καὶ δικαιότερα, ἡμᾶς εἶναι τῶν ἐκείνου κυρίους. εἶτα λέγουσιν ὡς τὰ τῆς Ἀττικῆς βοσκήματα εἰς τὴν Βοιωτίαν ἥξει, καθάπερ χρησμούς τινας ἐξηγούμενοι. Φίλιππος δέ γε οἶδε [493] μὴ ὅτι τἀκ τῆς Ἀττικῆς, ἀλλὰ καὶ τἀκ τῆς Μακεδονίας βοσκήματα ὑπὲρ τῶν ἑαυτῷ συμφερόντων διδόναι. γνῶτε δὲ εἰς τὸν Ἀνθεμοῦντα βλέψαντες, ὃν τοῖς Ὀλυνθίοις προεῖτο κατ' ἀρχάς. εἶτά γ' οἶμαι μεγάλους ἀνταπαιτεῖ τοὺς μισθοὺς ὕστερον· οὐ γὰρ μόνον βοσκήματα, ἀλλὰ καὶ παῖδας καὶ γυναῖκας καὶ τείχη καὶ πόλεις καὶ πάντ' ἔχει συλλαβὼν, ὥσπερ τοῖς ἐπιορκήσασιν Ὅμηρος ἔφη συμβαίνειν, σὺν πολλοῖς καὶ μεγάλοις ὕστερον ἐκτίνειν τὰς δίκας. διαφέρει δὲ τοσοῦτον, ὅτι οὐ τοῖς ἐπιορκοῦσι ταῦτα συμβαίνει νῦν, ἀλλ' οὗτος ταῦτ' ἐπιορκῶν ἐργάζεται. καὶ πρός γε τοῖς βοσκήμασιν οἶδε καὶ χρυσίον τὸ ἐκ τῆς Μακεδονίας διδοὺς οὕτω τὰς πράξεις ὠνεῖσθαι, ὥσπερ τοὺς Ὀλυνθίων ἱππέας τούτων ἐπρίατο· καὶ ξύλων γε, ὥς φασιν, εὐφυῶν ἐκ τῆς Μακεδονίας, ἃ τοῖς ὑπάρχοις αὐτῶν προεῖτο. ἀλλ' ὅμως οὐδὲν ἦν πλέον τοῖς Ὀλυνθίοις, τῶν ἐκ Μακεδονίας ξύλων ὡς αὐτοὺς ἐλθόντων, ἀλλ' ἀνθ' ὧν ἤρεψέ τις αὐτῶν τὴν οἰκίαν ἑαυτοῦ, ἀντὶ τούτων ἡ πόλις πᾶσα καθῃρεῖτο εἰς ἔδαφος. καὶ μὴν ὁ καὶ τὴν Ποτίδαιάν γε αὐτοῖς δεδωκὼς τἀκ τῆς Ἀττικῆς τρόπον τινὰ βοσκήματα ἐδεδώκει, ἐδεδώκει γὰρ τὰ ἡμέτερα· εἶτά γε αὐτοῖς ὡς βοσκήμασιν οἶμαι τοῦθ' ὅ τι ἐβούλετο ἐχρῆτο.

   Ταῦτ' οὖν πότερον δωρεὰς καὶ φιλανθρωπίαν καὶ κέρδη τῶν λαβόντων, καὶ ὡς ἄν τις εὐφήμως ὑποκορίσαιτο, ἢ δέλεαρ καὶ πάγην καὶ πραγμάτων θήραν καὶ τιμὴν τῶν ἀτίμων καὶ τῶν ὑπαχθέντων ὄλεθρον καὶ συμφορῶν ὑποθέσεις καὶ μηχανήματα ἐπὶ τοῖς Ἕλλησι καὶ πάντα τὰ τοιαῦτα ἄμεινον καλεῖν; ὥσπερ τὸν ἵππον φασὶ τὸν δούρειον δῶρον τοῖς Τρωσὶ δοθῆναι παρὰ τῶν Ἀχαιῶν. οὐκοῦν ταῦτ' ἐστὶ τὰ τοῦ κακοδαίμονος δῶρα καὶ ὧν ἥκιστ' ἄν τις ἑκὼν εἶναι πόλει δέξαιτο καὶ ταύτας τὰς δωρεὰς, ἐπεὶ καὶ τῶν πρὸς Φωκέας πραγμάτων ‑ καὶ μηδεὶς ὑμῶν ἐξαίφνης ἀκούσας ἐκπλαγῇ, ἀλλ' ἑπέσθω τῷ λόγῳ καθάπερ ψήφους τιθεὶς ἀεὶ τὸ δεύτερον τῷ προτέρῳ συναρμόττων ‑ καὶ τούτων δίκην ὑποσχεῖν, ἀλλ' οὐ χάριν κομίσασθαι δίκαιος ὢν, ἐὰν ὀρθῶς ἐξετάζητε, φανήσεται. εἰ μὲν γὰρ ἐκείνους ὑμῖν συγκαθελὼν, μετὰ [494] ταῦτ' ἦγεν ἡσυχίαν καὶ μηδὲν περιειργάζετο, τάχ' ἄν τις ἔφη συμφέρονθ' ὑμῖν αὐτὸν εἰργάσθαι· εἰ δ' ἀρχῆς τῶν Ἑλλήνων ἐπιθυμῶν, καὶ ἵν' ἐφ' ὑμᾶς αὐτοὺς ἀδεέστερον καὶ ῥᾷον ὁπηνίκα βούλοιτο ἀφίκοιτο, τί οὐκ ἀπ' ἐκείνης τῆς ἡμέρας ἐχθρὸν αὐτὸν ὅμοιον τίθεσθε ἀφ' ἧς τοὺς Φωκέας προανεῖλεν; οὐ γὰρ μᾶλλον τοὺς Φωκέας ὑπὲρ ὑμῶν ἐτιμωρεῖτο ἢ νῦν ἐφ' ὑμᾶς ὑπὲρ Φωκέων ἀφικνεῖται. καὶ γὰρ οὐδ' ἐκεῖνό γ' ἔστ' εἰπεῖν ὡς οἱ μὲν Φωκεῖς φόβον αὐτῷ παρεῖχον καὶ συμφέρειν ἡγεῖτο ἀνελεῖν αὐτοὺς, ἅτε καὶ πρότερον περὶ τῆς τῶν Ἑλλήνων ἀρχῆς διανοηθέντας καὶ δόξαν θαυμαστὴν ἐπὶ τοῖς ἔργοις λαβόντας, τὴν δὲ τῶν Θηβαίων πόλιν, οὗ ποθ' ὡμήρευσε, παρὰ φαῦλον ἡγεῖτο δι' αὑτοῦ ποιήσασθαι καὶ κατασχεῖν. τρεῖς γάρ εἰσι πόλεις πρὸς ἃς ἀναγκαῖον αὐτῷ συντείνειν τοὺς λογισμούς· ὧν ἡ μὲν Λακεδαιμονίων πορρωτάτω καὶ ὑφ' ὑμῶν ἤδη σχεδὸν ἐξεληλεγμένη καὶ δι' ἄμφω ταῦτα ἐλάττονος αὐτῷ λόγου, τὴν δ' ἡμετέραν οὐδ' αὐτὸς ἐγχειρεῖ λέγειν ὡς οὐκ ἐχθρὰν ἄγει· ἡ δ' ὑμετέρα τῇ τε θέσει πρώτη καὶ κατὰ τοῦτ' ἀναγκαία προλαβεῖν, καὶ τύχης ἕνεκα οὐκ ἀδεὲς τοῦτο, οὐδ' ἧττον τῆς ἡμετέρας ὕποπτος, ἣν ἑτέρωσε ὁρῶσαν λαβεῖν ζητεῖ καὶ τοὺς εἰωθότας μισθοὺς τῶν εὐεργεσιῶν κομίσασθαι. διὰ ταῦτα οἱ Φωκεῖς καὶ τὸ Τιλφωσσαῖον ὑμνεῖται. οἷς γὰρ λογισμοῖς ἐχαρίζετο, τούτοις ἀναμιμνήσκει τὴν χρείαν ὠνούμενος, ὥσπερ ἂν εἰ καὶ οἱ θηρευταὶ πρὸς τοὺς ὄρνιθας λέγοιεν ὡς οὐκ ὀλίγον πόνον δι' αὐτοὺς ἐπόνησαν, καὶ ἅμα δεικνύντες τὸ δέλεαρ τὴν χάριν ἀνταπαιτοῖεν. ὃν χρῆν εἰ τὰ μάλιστα ταῦθ' ὑπὲρ ὑμῶν ἐτύγχανεν εἰργασμένος, αὐτὸν, ἀλλὰ μὴ ὑμᾶς, ἀναμιμνήσκειν, νῦν δ' ἅπαντα ταῦτα ὑπερβὰς προσάγει μεθ' ὅπλων τὴν αὑτοῦ κακίαν ἐπιδεικνὺς καὶ τὰ τέλη καθάπερ δράματος παρ' ἐλπίδας ἐξάγων.

   Θαυμαστὰ δέ μοι δοκοῦσι λέγειν οἱ πρέσβεις καὶ παντάπασιν ἐναντία ἑαυτοῖς, οἵτινες τῷ μὲν Φιλίππῳ φασὶ δεῖν χάριν ὑμᾶς ἔχειν, εἴ τι πώποτ' ἐποίησεν ὑμᾶς εὖ, αὐτοὺς δὲ κελεύουσι προέσθαι πάντα τὰ πράγματα [495] ἐφ' ὑμῖν ὄντα, καὶ τοσούτῳ χείρους Φιλίππου γενέσθαι περὶ ὑμᾶς αὐτοὺς ὥσθ' ὁ μὲν εἰ καὶ μὴ τοῦτ' ἐβούλετο, ἀλλ' οὖν τινά γ' ὑμῖν ἔπραξεν εἰς καιρὸν, ὑμεῖς δ' ὧν οὐκ ἂν ἔχοιτε μείζω, ταῦθ' ἑκόντες εἰς ὑμᾶς αὐτοὺς ἐξαμαρτήσεσθε, καὶ τοσοῦτον ἀφέξετε τοῦ μιμεῖσθαι ἐκεῖνον, ὥσθ' ὁ μὲν ὑμῖν τοὺς πολεμίους παρέδωκεν, ὑμεῖς δ' ἐὰν ἃ πείθουσιν οὗτοι ποιῆτε, ὑμᾶς αὐτοὺς τοῖς πολεμίοις παραδώσετε. τίνος οὖν ἕνεκ' εἰπέ μοι λοιπὸν τῷ Φιλίππῳ χάριν ἕξετε, εἰ μηδὲν ὑμῖν τοῦ σώζεσθαι μέλει; ἐγὼ μὲν γὰρ ἐξ ἀμφοτέρων ἡγοῦμαι τῇ τότε κοινωνίᾳ τὴν νῦν ἐναντίαν εἶναι. εἰ μὲν γὰρ ὡς ἀληθῶς εὔνους ὢν ὑμῖν ἐκεῖνα προὐθυμεῖτο, αἰσχρὸν ἐκεῖνον μὲν ἐπαινεῖν τῆς προθυμίας, ὑμῶν δ' αὐτῶν ἀμελῆσαι· εἰ δὲ πεῖρα καθ' ὑμῶν ἦν καὶ παρασκευὴ τοῦ μέλλοντος χρόνου, δυοῖν, οὐχ ἑνὸς ὑμῖν ὀφείλει δίκην, τοῦ τ' ἐπ' ἐκείνων φενακίζειν καὶ τοῦ νῦν μεθ' ὅπλων ἐπέρχεσθαι. ὥστ' οὐ δι' ἐκεῖνα ταῦθ' ὑπακουστέον, ἀλλ' ὑπὲρ ἀμφοῖν τῇ τιμωρίᾳ χρηστέον ἡνίκ' εἴληπται. εὖ δ' ἂν ἔχοι τῇ πονηρίᾳ τοῦ Φιλίππου χρησαμένους ὃ πρόσεστι ζημίας αὐτῇ φυλάξασθαι. οὐδεὶς ἀντιλέγει τὸ μὴ οὐ δικαίως Φωκέας ἀπολωλέναι, ἀλλ' οὐ διὰ τοῦτο δίκαιος πιστεύεσθαι Φίλιππος. ἀλλ' εἴ τι δεῖ καὶ περὶ Φωκέων εἰπεῖν, τῷ μὲν καθ' αὑτοὺς μέρει δικαίως ταῦτα πεπόνθασιν, ὅσα δ' εἰς Φίλιππον οὐκ ὀρθῶς. ὅταν γὰρ μὴ τοῦ θεοῦ χάριν μηδ' ὑμῶν, ἀλλ' ὑπὲρ τῆς αὑτοῦ πλεονεξίας, ἣν ἐν ἅπασι δείκνυσι, φαίνηται ταῦτα συμπράξας, ἐκεῖνοι μὲν ἴσως δικαίως ἀπολώλασιν, οὗτος δ' οὐχὶ δικαίως ἀνῄρηκε. μὴ τοίνυν τῷ Φωκέας εἰκότως ἀπολωλέναι τὰ ὑμέτερ' αὐτῶν εἰκῆ πρόησθε, μηδὲ συγκαταγνῶτε ὑμῶν αὐτῶν παθεῖν ἅπερ Φωκεῖς. καὶ γὰρ ἐκείνους μὲν ἔχοιμεν ἂν εἰπεῖν ὡς προσήκοντα ἔπαθον πλημμελήσαντες περὶ τὸν θεὸν, ὑμεῖς δ' ἀνθ' ὅτου ταύτην ὑφέξετε νῦν τὴν δίκην οὐχὶ σύνισμεν ἡμεῖς γε. δεινὸν δέ μοι φαίνεται καὶ τοῦτο εἰ Φωκεῖς μὲν ὤφειλον δίκην, ἐπειδὴ τὸ ἱερὸν τὸ ἐν Δελφοῖς κατέλαβον, [496] ὁ δ' οὐ μόνον τὸ ἐν Δελφοῖς ἱερὸν σεσυληκὼς, ἀλλ' ἀντὶ μὲν τοῦ συλῆσαι τὸ ἱερὸν ἄγων τὰ Πύθια καὶ τοῖς Ἕλλησιν ἐξηγούμενος τὰ μηδὲν ἑαυτῷ προσήκοντα, ἀντὶ δὲ τοῦ τὸ ἐν Δελφοῖς μόνον συλῆσαι δύο μὲν καὶ τριάκοντα ὁμοῦ πόλεων ἱερὰ ἐπὶ Θρᾴκης οὐ σεσυληκὼς, ἀλλ' ἀνῃρηκὼς, χωρὶς δὲ τούτων ἅπασαν τὴν Ἑλλάδα συλῶν καὶ οὐδὲν ἐξαίρετον ποιούμενος, οὐ νεὼς, οὐκ ἀναθήματα, οὐ τείχη, οὐχ ἵππους, οὐχ ὅπλα, οὐ χρήματα, οὐ σώματα, οὐ λιμένας, οὐ πολιτείαν, ἀλλὰ πάντα ὥσπερ ὑπὸ βροντῆς κινῶν, καὶ τὰ μὲν ἄρδην ἀφανίζων, τοῖς δ' ὅ τι ἂν βούληται χρώμενος, οὗτος δ' οὐχὶ δίκην ὀφείλειν δόξει τούτων, ἀλλ' ὡς εὐεργέτης στεφανώσεται, καὶ ταῦθ' ὑφ' ὑμῶν, ὧν τῇ τάξει λελύμανται. εἰ δὲ μὴ, πότε βέλτιον ἐπράττετε, ὅπως δὲ μηδὲν ἀχθεσθῆτε, πότερον ἡνίκα Ἐπαμεινώνδας καὶ Γοργίδας καὶ Πελοπίδας ὑμῶν ἡγοῦντο καὶ Φίλιππον ὁμηρεύοντα ἐγιγνώσκετε, ἢ τούτου παρελθόντος εἰς τὴν ἀρχὴν καὶ ἡνίχ' ὑμῶν οὗτος ἡγεῖτο τοσαῦτα χαριζόμενος, δι' ὧν ἔμελλεν εἰσαῦθις ἀσθενεστέροις χρήσεσθαι; οἶμαι δ' εἰ κατ' ἀρχὰς εὐθὺς τοῦτον μισθὸν ὑμᾶς Φίλιππος ᾔτησε τῆς βοηθείας, ὑποκύψαι καὶ παραδοῦναι τὴν πόλιν αὑτῷ, μηδένα ἂν τοσούτου τιμήσασθαι τὴν πρὸς Φωκέας φιλονεικίαν.

   Μὴ τοίνυν ἅ γ' ἐξ ἀρχῆς οὐκ ἂν ἠνέσχεσθε, ταῦτα νῦν ἀντ' ἐκείνων δῶτε, ἀλλ' ἐνθυμεῖσθ' ὅτι πρῶτον μὲν οὐδὲν ἧττον ὑμῖν ἃ βούλεσθε πέπρακται, ὥστε μηδὲν σφόδρα τούτου δεῖν ἔτι· ἔπειτ' εἰ καὶ δυοῖν αἵρεσις ἦν, ἄμεινον Φωκεῦσι πολεμεῖν ἢ τοῦτον εἰσφρήσεσθαι. ἐκείνων μὲν γὰρ ἂν καὶ καθ' ὑμᾶς αὐτοὺς ἐκρατήσατε καὶ μεθ' ἡμῶν, ὥσπερ Λακεδαιμονίων πρότερον, καί τιν' ἄλλον ἴσως τρόπον· εἰ δ' ἅπαξ οὗτος ἐγκρατὴς ὑμῶν ἔσται, οὐκ οἶδ' ὅ τι μεῖζον παρ' ὑμῶν αὐτῶν εἰσαῦθις εὑρήσετε. εἶτα κἀκεῖνο μὲν ἦν ἂν μὴ λαβεῖν δίκην παρὰ Φωκέων, τοῦτο δ' αὐτοὺς σῶσαι μὴ βεβουλῆσθαι. βέλτιον δὲ δήπουθεν ἄλλων φείσασθαι δι' αὑτοὺς ἢ δι' ἄλλους αὑτοὺς ἀξιοῦν ἀπολωλέναι. οὐ τοίνυν οὐδ' ὅσ' ἐβλασφήμησαν οὗτοι περὶ ἡμῶν οὐδένα νοῦν ἔχει. τί γὰρ ἂν γένοιτο ἀλογώτερον ἢ [497] κατηγορεῖν μὲν εἴ τι πρὸς ἀλλήλους ἡμῖν ὑπάρχει δύσκολον, εἰ δέ τι χρηστὸν νῦν πράξομεν συστάντες, ἀσχάλλειν καὶ μὴ συνιέναι τοῖς αὑτῶν λόγοις ἐλεγχομένους; εἰ μὲν γὰρ ὀρθῶς ἐκεῖνα πέπρακται, τί κατηγοροῦσιν; εἰ δ' ἡμάρτηται, τί οὐ τὰ βελτίω νῦν, ἐπειδή γ' ἔξεστι, προαιρούμεθα; ὥσπερ γὰρ ἐκεῖνα ἐπιτιμήσεως ἄξια, οὕτω τά γ' ἐναντία τοῦ κρείττονός ἐστι λόγου. ἡγοῦμαι δὲ νοῦν ἐχόντων εἶναι ὅσα μὲν τῶν ὑπαρχόντων καλῶς ἔχει, ταῦτα καὶ πρὸς τὸ λοιπὸν ἀξιοῦν μιμεῖσθαι καὶ τηρεῖν ὡς οἷόν τε δι' ἀσφαλείας, ἃ δ' οὐδ' ὅλως πεπρᾶχθαι προσῆκε, τούτοις ὡς ἥκιστ' ἀκολουθεῖν. οὐ γὰρ ἐπεξαμαρτάνειν ἦν ἄρα πάντων ἄριστον, ἀλλ' ἐξ ἀρχῆς τὰ δέοντα βουλεύεσθαι, τούτων δ' ἀμφοτέρων μέσον ἂν ἁμάρτημά τι συμβῇ, μεταγνῶναι. καὶ μὴν εἰ μὲν ὥσπερ ἡμῖν πρὸς ὑμᾶς, οὕτω καὶ ὑμῖν εἰς ἡμᾶς πέπρακταί τινα δυσχερῆ, τί μᾶλλον ἡμῶν ἢ ὑμῶν ταῦτα κατηγορήκασιν; εἰ δ' οὐδὲν πώποτ' εἰς ἡμᾶς ἡμάρτετε, τοῦ χάριν νῦν ἀξιώσετε πρῶτον, ἐν ᾧ καὶ τὰ ὑμέτερ' αὐτῶν συμπροήσεσθε; θαυμάζω δ' εἰ παρ' αὐτὰ μὲν τὰ ἐγκλήματα καὶ τὰ μέγιστα τῶν ἐναντιωμάτων ἡμεῖς τε παρ' ὑμᾶς ἦμεν καὶ ὑμεῖς ἡμῖν ἐπεκέχρησθε, ἐπεὶ δ' ἐκεῖνά τε τῷ χρόνῳ κεκούφισται καὶ ταῦτ' ἐπ' ἐκείνοις γεγένηται, εἶτ' ἐξ ἀρχῆς ἀγανακτήσομεν, καὶ χωρὶς μὲν παραδείγματος σωφρονεῖν ἐπιστησόμεθα, τοσούτων δ' ὑπαρχόντων οὐδὲν βελτίους ἐσόμεθα. ἀλλ' εἰ μέν τις τοῖς ἑτέρων παραδείγμασιν ἐχρῆτο ὑπὲρ σωτηρίας, ᾤμεθ' ἂν δεῖν προσέχειν, παρ' ἡμῶν δ' αὐτῶν ἔχοντες τοσαῦτα πῶς οὐ δεινὸν εἰ μὴ χρησόμεθα; καὶ μὴν εἰ μὲν ὅλως οὐδενὸς δεῖ μεμνῆσθαι, τοῦ χάριν ταῦτ' ἀνακινοῦσιν; εἰ δ' ὀρθῶς ἔχει, μνημονεύειν ἄμεινον τῶν ἐπὶ σωτηρίᾳ καὶ μὴ τὰ βελτίω παρέντας ἑκόντας ἔχεσθαι τῶν χειρόνων. ἡγοῦμαι δ' εἰ πάντα τἀναντιώτατα ἡμῖν ἐπέπρακτο πρὸς ἀλλήλους, ἀφ' οὗ τὰς πόλεις οἰκοῦμεν, καὶ πάντα πρὸς Φίλιππον ὑπῆρχεν οἰκειόταθ' ὑμῖν ἄχρι τούτου, τήν γε παροῦσαν ἡμέραν εἰκότως ἂν ἅπαντα μεταστῆσαι. ὁ μὲν γὰρ ἐφέστηκεν ὑμῖν τελευταῖα ταῦτα κελεύων βουλεύσασθαι, ἡμεῖς δ' ἥκομεν συνδιαλύσοντες ἅπαντα τὸν κίνδυνον. ὥστ' εἴπερ [498] ἔδει καὶ μνησικακεῖν, ἐκεῖνός γ' οὐκ εἴα.

   Ἡδέως δ' ἂν ἐροίμην τοὺς τἀναντία πρεσβευομένους, πότερον ἀπὸ τοῦ μέλλοντος χρόνου ταῦτ' ἀξιοῦσι κριθῆναι, ἢ τοῦ παρελθόντος. εἰ μὲν γὰρ ἀπὸ τοῦ μέλλοντος, τὰ μὲν παρ' ἡμῶν ἐλευθερία, σωτηρία, τὸ πρώτους ἐν τοῖς Ἕλλησι τετάχθαι, πάντ' ἐστὶ τὰ κάλλιστα· τὰ δ' ἐξ ἐκείνου τί τις ἂν λέγοι, πλὴν ὅσον αὐτῷ τρέπειν εἰς κεφαλὴν τοὺς θεούς; ἀλλὰ μὴν εἴ γ' ἀπὸ τοῦ παρελθόντος χρόνου δεῖ κριθῆναι, δειξάτω πάνθ' ὅσα πώποτ' ἔπραξε Φίλιππος εἰς ὑμᾶς δυοῖν βοηθείαιν ἡμετέραιν ἀντάξια, τῆς τε εἰς Ἁλίαρτον προτέρας καὶ τῆς ἐπὶ τὴν φρουρὰν ὕστερον· ὧν ἡ μὲν τῆς Βοιωτίας, ἡ δὲ τῆς Καδμείας Λακεδαιμονίους ἐξήλασεν. ἆρ' ὅμοια ταῦτα τῷ πρὸς Φωκέας βοηθῆσαι; οὐκ ἴσθ' ὅτι πρὸς μὲν ἐκείνους ἐκ περιουσίας ἠγωνίζεσθε, ἐν αἷς δ' ἦτε ἀνάγκαις, τότε οὐδένων ἄλλων πλὴν ἡμῶν ἐδεῖσθε, παρεξετάζετε δὲ καὶ τίνες οἱ Φωκεῖς παρὰ τοὺς Λακεδαιμονίους καὶ πῶς ἔχοντες αὐτῶν ἑκάτεροι. οὐχ οἱ μὲν τῶν Ἑλλήνων ἄρχοντες, οἱ δ' οὐδένων ἄμεινον πράττοντες; καὶ ἐῶ λέγειν ὅτι Λακεδαιμόνιοι μὲν ὡσπερεὶ διὰ τῆς Ἀττικῆς εἰς τὴν Βοιωτίαν ἐνέβαλον, τὸ ἄστυ παρεξιόντες ἡμῶν, καὶ ταῦτ' ἀτείχιστον ὂν τὸ κατ' ἀρχάς· Φιλίππῳ δ' οὐδὲν ἦν πρᾶγμα ἀπὸ Φωκέων, ἀλλ' ἐν μέσοις τοῖς αὐτὸς ἑαυτοῦ συμμάχοις εἶχε Φωκέας. ἀλλὰ μὴν οἰκειότερον μὲν τὸ μέλλον ἅπασι τοῦ παρελθόντος ‑ τὸ μὲν γὰρ ἀπηλλοτρίωται καὶ οὔτε χεῖρον οὔτε βέλτιον ἄν τις πράξειεν ὑπ' αὐτοῦ, τὸ δὲ μέλλον ἐπέρχεται ‑ ἡμεῖς δ' ἐξ ἀμφοτέρων τῶν καιρῶν τοσοῦτον νικῶμεν, ὥστ' ἐν μὲν ἐκείνῳ πολὺ τούτου κρείττους περὶ ὑμᾶς γεγενήμεθα, ἐκ δὲ τούτου μία ψῆφος ὑμῖν ἀπόκειται μεθ' ἡμῶν γίγνεσθαι. οὕτως ἀμφοτέροις νικῶντες τῷ κυριωτέρῳ μειζόνως περίεσμεν. ἀλλὰ γὰρ ἕν τι χρηστὸν ὅμως τῆς πρεσβείας ἐστὶν αὐτοῦ. δείκνυσι γὰρ ὅπως πεφόβηται τὰς πόλεις καὶ ὅτι συστάντων ἡμῶν οὐδ' ἡντινοῦν ἐλπίδ' ἔχει περὶ τῶν πραγμάτων. ἡμέτερον τοίνυν ἐστὶν ὁρῶντας τὸν φόβον αὐτοῦ καὶ ὅπη σαθρός ἐστι μηδὲν ἀνεῖναι ῥώμης, ἀλλ' ἐπικεῖσθαι καὶ παρελέσθαι [499] τὰς λαβὰς καὶ μὴ τἀκείνῳ συμφέροντα προκρῖναι. οὐ γὰρ εἴ τι δύσκολον ἡμῖν ὑπάρχει πρὸς ἀλλήλους, τοῦτ' αὐτὸν ἄγει νῦν ὑπὲρ ὑμῶν ἀγανακτοῦντα, ἀλλ' ἵν' ἀμφοτέροις ἀποχρήσηται, διὰ τοῦτο ταῦτ' ἀναζητεῖ. ὥσθ' ὅσῳ ἂν πλεόνων εὐπορήσῃ, τοσούτῳ μᾶλλον ἀπιστητέον αὐτῷ. οὕτω τοίνυν οὐδ' ἐκεῖνος ὑμῖν πιστεύει, ὥστ' οὐχ ἁπλῶς αἰτῶν πέπομφε τὴν βοήθειαν, ὡς ἄν τις θαρρῶν τοῖς ὑπάρχουσιν, ἀλλ' ἑλέσθαι φησὶν ὁπότερα βούλεσθε, ἢ συνεμβαλεῖν εἰς τὴν Ἀττικὴν, ἢ διεῖναι, ὡς ἄν τις μηδετέρου δικαίως τύχοι. λογίζεσθε γὰρ, εἰ μὲν, ὦ ἄνδρες Θηβαῖοι, συνεμβάλοιτε, καὶ τοῦτον τὸν τρόπον αὐτῷ χαρίσασθαι προέλοισθε, πλέονι χείρους γενέσθαι ἢ 'κεῖνος ἐπήγγελκεν. ὅταν γὰρ ἐκεῖνος μὲν ἐξ ἴσου ποιῆται, ἄν θ' ἡσυχίαν ἄγειν βούλησθε ἄν τε συστρατεύεσθαι, ὑμεῖς δὲ τὸ μεῖζον αἱρῆσθε, ὃ προστίθετ' οἶμαι, τοῦτ' εἰς ὑπερβολὴν φαυλότητος γίγνεται. καίτοι πῶς ἀνεκτὸν, ἢ πῶς δόξαν μετρίαν ἔχον, ὅταν μηδ' ἀκούειν καθάπαξ τῶν δυναστῶν δέον, καὶ ταῦτ' ἐπὶ τοῖς Ἕλλησι καὶ τοῖς ὁμοφύλοις, ὑμεῖς ὧν ἐφ' ὑμῖν ποιοῦνται τὰ μείζω χαρίζησθε καὶ παρέρχηται τὴν χρείαν ἡ προδοσία; ἀλλὰ μὴν εἴ γε διήσετε, οὐκ εἰς χάριν ὑμῖν, ἀλλ' εἰς ἔγκλημα ἀφίξεται τῷ χρόνῳ. νῦν μὲν γὰρ οἶμαι τὸν καιρὸν θεραπεύων στέρξειν ἐπαγγέλλεται, εἰ δ' ἀπαλλαγείη τῆς πρὸς ἡμᾶς ἔχθρας, πρόφασιν τὸ μὴ συστρατεύσασθαι ποιήσεται. καὶ τοῦτο παρ' αὐτῶν τῶν ἤδη συμβεβηκότων ἔξεστι μαθεῖν. ὑμῖν γὰρ, ὦ ἄνδρες Θηβαῖοι, Λακεδαιμόνιοι τοῦτό ποτ' ἐγκαλέσαντες τὸ μὴ συνεισβαλεῖν εἰς τὸν Πειραιᾶ εἰς πόλεμον κατέστησαν. καὶ ὅτι παῖδες Λακεδαιμόνιοι πρὸς Φίλιππον εἰς δεινότητος λόγον καὶ τοῦ κακουργεῖν πάντες σύνισμεν δή που. καὶ μὴν κἀκεῖνο ἴσμεν περὶ Λακεδαιμονίων, ἐπεὶ καὶ τούτων ἐμνήσθην, ὅτι ἡνίκα μὲν τὸν πόλεμον τὸν πρὸς ἡμᾶς ἐπολέμουν, ὑπὲρ τῆς τῶν Ἑλλήνων ἔφασκον ἐλευθερίας πολεμεῖν, καὶ τούτῳ τοὺς πολλοὺς προσήγοντο· ἐπειδὴ δ' ἔπραξαν ἃ ἐβούλοντο, ἐπ' αὐτοὺς τοὺς συμμάχους πρώτους ἐτράποντο καὶ τὸν πόλεμον εἰς ἐκείνους μετέστησαν.

[500] Χίους μέν γε προθυμοτάτους τῶν νησιωτῶν περὶ αὐτοὺς γενομένους καὶ σχεδὸν πᾶσι τοῖς Ἕλλησιν ἄρξαντας τῆς ἀφ' ἡμῶν ἀποστάσεως τὴν πολιτείαν καὶ τὰ τείχη παρείλοντο, καὶ τοσούτων φυγῶν καὶ σφαγῶν ἐνέπλησαν, ὥστε εἰρήνην αὐτοῖς εἶναι δόξαι πάσας τὰς τοῦ πολέμου ταλαιπωρίας· βασιλέα δὲ τὸν μέγαν ἐκ γῆς καὶ θαλάττης ἐπολιόρκουν, φρουρὰν δ' ἐφ' ὑμᾶς ἔφαινον, καὶ μικρὸν ὕστερον εἰς Κόρινθον παρῆσαν.

   Ἂν οὖν, ὦ ἄνδρες Θηβαῖοι, καὶ νῦν ὁ Φίλιππος ἴδῃ τὰ ἐν χερσὶν ἀφέντας περὶ τῶν ὕστερον βουλεύεσθαι, τὸν πρὸς ἡμᾶς πόλεμον θέμενος κατὰ νοῦν τοὺς Λακεδαιμονίους μιμῆται καί τινος εὐπορήσας προφάσεως, ἢ καὶ χαίρειν ἁπάσας τὰς προφάσεις ἐάσας, ἁπλῶς οὕτως ὑμῖν ἐπιχειρῇ, πότερον καθ' ἡμῶν τῶν Ἀθηναίων αὐτῷ ταῦθ' ὑπηρετηκότες εἶναι φήσετε, ἢ καθ' ὑμῶν αὐτῶν; ποτέρως δ' ἂν ἄμεινον ὦ πρὸς Διὸς αὐτὸν ἐφ' ὑμᾶς ἐλθεῖν οἴεσθε καὶ προθυμότερον, πότερον εὐθενούντων ἡμῶν καὶ τὴν τάξιν ἐχόντων ἥνπερ νῦν, ἢ μόνων ὑμῶν λειφθέντων καὶ μηδενὸς ὄντος ἀφ' ἡμῶν φόβου τῷ τι νεωτερίζειν ἐπιχειροῦντι; καὶ μὴν τοσοῦτόν γ' ἐπίστασθε, ὅτι εἰ τότ' ἐν τοῖς Ἕλλησιν ἐνίκησε τὰ λεχθέντα ὑπό τινων, ὡς χρὴ τὴν πόλιν ἡμῶν ἀνδραποδίσασθαι καὶ τὴν χώραν ἀνεῖναι μηλόβοτον, οὐκ ἂν ὅθ' οἱ Λακεδαιμόνιοι τὴν ἐφ' ὑμᾶς στρατείαν ἐποιοῦντο, ὡς οὕστινας ἔλθητε εἴχετε. νῦν δὲ τὸ σωθῆναι καὶ περιγενέσθαι τὴν πόλιν ἡμῶν εἰς δέον οὐ μόνον ὑμῖν, ἀλλὰ καὶ πᾶσιν, ὡς ἔοικε, τοῖς Ἕλλησι κατέστη. οὐκοῦν εὔδηλον ὡς οὐδ' εἰ νῦν τι πάθοιμεν, τὰ καθ' ὑμᾶς ἀκίνδυνα, οὐδ' εἰ μηδέπω πρότεροι κινδυνεύετε, ἀλλὰ μί' ἡμέρα τά τ' ἐκεῖ, καλὸν γὰρ οὕτω λέγειν, καὶ τἀνταῦθ' εἰς τὸ δέον καταστήσει. σκέψασθε δὴ κἀκεῖνο ὅτι ὑμᾶς ᾐτιάσαντό τινες τὴν γνώμην ἐκείνην καθ' ἡμῶν εἰπεῖν, ὑμεῖς δ' ἐλθόντες παρῃτεῖσθε, λέγοντες ἀληθῆ, ὡς οὐκ ἀπὸ τοῦ κοινοῦ τῆς πόλεως ἡ ψῆφος ἠνέχθη, ἀλλ' εἷς ἀνὴρ εἶπε συνεδρεύων· ὥστ' οὔτ' ἐγκαλεῖν εἴχομεν ἔτι, βοηθεῖν τ' ἐψηφισάμεθα. ἆρ' οὖν, ὦ ἄνδρες Θηβαῖοι, τῶν αὐτῶν ἐστι τότε μὲν τῷ μηδὲν περὶ ἡμῶν ἐψηφίσθαι [501] δυσχερὲς ἰσχυρίζεσθαι καὶ τὴν αἰτίαν εἰς ἕτερον τρέπειν, νῦν δ' ὃν ἴστε καθ' ἡμῶν παριόντα ἐπὶ τῷ ποιῆσαι τοῦθ' ὅ τι ἂν δύνηται, τούτῳ συμπράττοντας ἑκόντας ὀφθῆναι; καὶ μὴν εἰ μὲν ἀληθεῖς τις ἐκείνους εἶναι δοίη τοὺς λόγους ὑμῶν, οἷς ἀπολύεσθε τὴν μέμψιν, ὥσπερ ἡμεῖς γε πεπείσμεθα, οὐ μόνον αἰσχρὰ ταῦτα, ἀλλὰ κἀκείνοις ὑπεναντία· εἰ δὲ ψεύδεσθαι φήσετε, οὐχὶ πρέπονθ' ὑμῖν αὐτοῖς ἀναθήσετε. μὴ τοίνυν ἐξὸν καὶ τότ' ἀληθεύειν δοκεῖν καὶ νῦν τὰ δίκαια πράττειν, τρία ταῦτ' ἀνθέλησθε τὰ χείριστα, ἐξ ἀρχῆς τε κακοὶ γνώμην γενέσθαι περὶ ἡμᾶς καὶ ληφθέντες ἀναισχυντεῖν καὶ νῦν αὖθις ἐξεπίτηδες πονηρεύεσθαι, μηδ' ἀνθ' ὧν ἥκομεν ἡμεῖς ὑμῖν ἐθέλοντες τοῦ κινδύνου κοινωνεῖν, ἀντὶ τούτων ὑμεῖς Φιλίππῳ συνεμβάλλοντες ἐφ' ἡμᾶς φανεροὶ γένησθε. οὔτε γὰρ τῶν ἀρχαίων κοινωνιῶν ἄξιον οὔθ', ἵνα πάντα τἄλλ' ἀφῶ, τῆς παρούσης γνώμης ἡμῶν.

   Ὅτι τοίνυν καὶ χεῖρον περὶ ὑμῶν αὐτῶν ἢ περὶ ἡμῶν βουλεύσεσθε ἀποκλίναντες πρὸς ἐκεῖνον ἐνθένδε λογίσασθε. εἰ γάρ τις ἔροιθ' ὑμᾶς ὑπὲρ ὅτου νῦν ἡμῖν ἐστι πόλεμος πρὸς Φίλιππον, ὑπὲρ τῆς ἐλευθερίας καὶ τοῦ μὴ ποιεῖν τὸ κελευόμενον πάντες ἂν οἶδ' ὅτι φήσαιτε. εἶεν· πότεροι δὲ κρατήσουσιν, ἡμεῖς ἢ Φίλιππος, ἄδηλον οἶμαι παντὶ, πλὴν εἰ μὴ τοῖς θεοῖς. οὐκοῦν ὅτ' ἄδηλον εἰ κρατησόμεθα, ἄδηλον εἰ δουλεύσομεν; καὶ μὴν ὅτι γ', ἂν πρόσθησθε Φιλίππῳ, τὸ κελευόμενον καὶ πεποιήκατε καὶ ποιήσετε παντὶ γνώριμον. δεῖ γὰρ οἶμαι μετὰ τῶν ἄλλων ἕπεσθαι καὶ πράττειν ἃ ἂν ἐκείνῳ δοκῇ. πῶς οὖν οὐ χείρους περὶ ὑμᾶς αὐτοὺς ἢ περὶ ἡμᾶς ἔσεσθε, εἴ γ' ἃ τῷ πολέμῳ σφαλεῖσιν, ὃ μὴ γένοιτο, ἡμῖν ἀπόκειται, ταῦθ' ὑμεῖς ἐν τῇ τοῦ ποτέροις δεῖ συμπολεμεῖν αἱρέσει πείσεσθε καὶ πρότερον δουλεύσετε πρὶν πότεροι κρατήσουσι γιγνώσκειν; δύο γὰρ δή που, κἂν ἄλλο τι συμβαίνῃ, παρά γ' ὑμᾶς κερδαίνομεν· πρῶτον μὲν τὸν χρόνον, ὃν περὶ τούτων ἀγωνιζόμεθα, ἔπειτα τὸ μὴ δοκεῖν ἡμῶν αὐτῶν ἑκόντες τὰ χείριστα κατεγνωκέναι. ὥσθ' ἃ μὲν ἡ τύχη δίδωσιν ἀνεκτὰ τοῖς εὖ φρονοῦσι, τὸ δ' αὑτοὺς τῶν χειρίστων [502] ἑκόντας τιμᾶν οὐδὲν αἰσχύνης ἐλλείπει· καὶ γὰρ δικαίως αὑτῷ καὶ μὴ ποιεῖν εἰς ταυτὸν τελεῖ. καὶ μὴν εἰ μηδεὶς ὑμῶν ἄχρι τούτου νομίζει πρὸς Φίλιππον ἡμῖν εἶναι τὸν ἀγῶνα, ἄχρι τοῦ τὸ κελευόμενον ποιεῖν ἢ μὴ, ἀλλ' ὑπὲρ αὐτοῦ τοῦ ἐδάφους καὶ τῶν ἐσχάτων ἔσεσθαι καὶ φύσει ταῦτα τοῖς ἀλλοφύλοις ὀφείλεσθαι, πρῶτον μὲν οὐκ εἰς καλὸν ὑμᾶς αὐτοὺς σχῆμα καθίστατε, ὅταν τῷ τοιούτῳ αὐτὰ συμπράττητε· ἔπειτα πῶς ὑμῖν γε θαρρεῖν ὑπὲρ τῆς ἐλευθερίας ἔξεστιν, ὅταν μηδὲ δουλεύειν ἀλλήλοις ἐξῇ, ἀλλὰ δέῃ καθάπαξ ἀπολωλέναι Φίλιππον, ἔγωγε προσθείην ἂν, ὦ Ζεῦ; τίς δὲ καὶ ὁ νοῦς ἔσται τῆς συμμαχίας; εἰ μὲν γὰρ οὐκ ἐπιτρέψετε τούτῳ ταῦτα ποιεῖν, πῶς ἄξιον συνάρασθαι; εἰ δ' ἄχρι παντὸς συμπράξετε, πῶς ἄξια ταῦτα τοῦ Διονύσου καὶ τοῦ Ἡρακλέους, οἳ παρ' ὑμῖν φύντες ὑφ' ἡμῶν πρῶτον ἐθαυμάσθησαν; οἷς νῦν ὑμεῖς πολλῷ δικαιότερον σπένδοιτ' ἂν μεθ' ἡμῶν καὶ ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἢ καθ' ὑμῶν αὐτῶν καὶ τῶν ὑπ' ἐκείνων προκριθέντων. κἀκεῖνο μέμνησθε ὅτι νῦν Φίλιππος ὑμῶν ἐγγυτέρω ὥσπερ νέφος ἢ πῦρ, καὶ ὅτι οὐ διὰ τῆς Ἀττικῆς εἰς τὴν Βοιωτίαν βαδιεῖται, ἀλλ' εἰς τὴν Ἀττικὴν διὰ τῆς Βοιωτίας. οὐ βαδιεῖται δὲ, ἐὰν οἵ τε θεοὶ τὰ δίκαια ποιῶσι καὶ ὑμεῖς σωφρονῆτε. καὶ τὰ μὲν ἄλλα λόγους καὶ χρόνους ἐστὶν ἐνδεχόμενα, ἅττα ποτ' αὐτῷ περὶ ἡμῶν πράττειν ἔπεισι, τοῦτο δὲ ὁρῶμεν, πρὸς τοῖς ὅροις ὑμῶν ἁνὴρ, οὐκέτ' εἰς Φωκέας ἐμβάλλων ὥσπερ πρὸ τοῦ, ἀλλ' αὐτοῖς ὑμῖν τὰ ὅπλα, ἐπισείων, πάντως ἐπιβησόμενος τῶν Θηβῶν, ἂν δέχησθε· ὁμοιότατον πείθων ὥσπερ ἂν εἰ δυοῖν ἀνδροῖν ἑστώτων ἐπιὼν τὸν μέσον καὶ πρὸ αὑτοῦ τοῦτ' ἀνέπειθεν, ὅτι δι' αὐτοῦ τὸ σιδήριον ὤσας ἀποκτενεῖ τὸν ἕτερον, αὐτοῦ δὲ ἀφέξεται. [καὶ ἐφ' ὑμᾶς τὰ πρῶτα τῆς πληγῆς, ἡμεῖς δὲ δεύτεροι.] θώμεθα ὅ τι βούλεσθε ὄνομα τῷ πράγματι, ἢ δέξασθαι ἡμᾶς συμμάχους, ἢ γενέσθαι αὐτοὶ σύμμαχοι, οὐδὲν διοισόμεθα· τὸν δ' ἐπ' ἀμφοτέρους ἰόντα κωλύοιμεν ἀμφότεροι, μάλιστα μὲν, ὦ ἄνδρες Θηβαῖοι, τοῖς θεοῖς τοῖς κοινοῖς τῶν [503] Ἑλλήνων πιστεύσαντες, οἷς ἡμεῖς τόνδε τὸν χρόνον λειτουργήσομεν ‑ οὐ γὰρ ἄλλο γε οὐδὲν ἢ ὑπὲρ τοῦ γένους τοῦ παντὸς ὁ ἀγὼν ἔσται καὶ ἱερῶν καὶ τάφων καὶ τῶν ὑπολοίπων ἐλπίδων, ὧν πολὺ δή που μᾶλλον οἴεσθαι χρὴ μέλειν τοῖς θεοῖς ἢ τῆς Φιλίππου πλεονεξίας ‑ ἔπειτα καὶ τοῖς πρότερον παραδείγμασι χρώμενοι, ὅσον αἱ πόλεις ἠδυνήθησαν ἐν ταὐτῷ γενόμεναι. καὶ γὰρ τὸ μήτε Φιλίππῳ προσγενέσθαι συμμάχους, ὥσπερ νῦν ὑμᾶς καθ' ἡμῶν ἐθέλει λαβεῖν, ἡμᾶς τε ἀλλήλοις ὑπάρξαι μεγάλη ῥοπὴ καὶ μερὶς εἰς τὸ θαρρούντως δέχεσθαι τὰ ἀναγκαῖα.

   Καίτοι καὶ τοὐναντίον οὐχ ἧττον εἰκότως ὑμᾶς προτρέπει. εἰ γὰρ καὶ νῦν μεθ' ἡμῶν γιγνομένοις ἔνι τις φόβος, ἦ που κομιδῆ καθ' ὑμᾶς αὐτοὺς οὐ θαρρήσετε, ἄλλως τε κἂν τὰ ἡμέτερα ἐκποδὼν, ὃ μὴ συμβαίη, γένηται. ἃ χρὴ πάντα συλλογιζομένους μὴ πρὸς ἀθυμίαν τρέψαι τὸν φόβον, ἀλλ' εἰς τὸ προθύμως ἃ γένοιτ' ἂν, εἰ ῥᾳθυμήσομεν, κωλῦσαι, καὶ μὴ τὸν κίνδυνον νομίζειν χαλεπὸν, ἀλλὰ τὸ μὴ κινδυνεῦσαι περὶ τηλικούτων. πῶς γὰρ οὐκ αἰσχρὸν, ὦ ἄνδρες Θηβαῖοι, ὑπὲρ μὲν τῆς Μεσσηνίων κατοικήσεως τοιοῦτον πόλεμον Λακεδαιμονίοις πολεμῆσαι, καὶ φιλοτιμεῖσθαι τῇ πόλει ταύτῃ δι' ὑμῶν οἰκουμένῃ, καὶ ὑπὲρ τῶν ἐν Ἀρκαδίᾳ φίλων εἰς Πελοπόννησον διαβαίνειν, καὶ μηδ' ἐκείνων ἐπιτρέπειν τοῖς βουλομένοις μεταγνῶναι, ἀλλ' ὑπὲρ τοῦ καλοῦ καὶ δικαίου πάντα κίνδυνον αἱρεῖσθαι, ὑπὲρ δὲ τῆς ὑμετέρας αὐτῶν ἐλευθερίας ἅμα καὶ σωτηρίας, μᾶλλον δὲ καὶ τῶν ἄλλων Ἑλλήνων, μὴ τολμῆσαι προβαλέσθαι τὰ ὅπλα, ἀπαντήσαντας πρὸς τὰ ὅρια Βοιωτίας, ἀλλὰ καὶ τῶν ἐγνωκότων τοὺς Ἕλληνας ἐλευθεροῦν κωλυτὰς καὶ προδότας γενέσθαι, καὶ λυμήνασθαι μὴ μόνον τοῖς κοινοῖς πράγμασιν, ἀλλὰ καὶ τοῖς ὑμετέροις αὐτῶν ἔργοις, ἀφ' ὧν βεβόησθε. πολλὰ δὲ λοιδορησαμένων ἡμῖν Θετταλῶν καὶ Πύθωνος ἐν τοῖς λόγοις, Θετταλοὺς μὲν ἐάσωμεν· ἱκανὴ γὰρ ἣν Φιλίππῳ διδόασι δίκην, ὥστ' οὐ χαλεπαίνειν αὐτοῖς ἄμεινον ἢ συνάχθεσθαι [504] καὶ συνεύχεσθαι γενέσθαι γνώμης κυρίους. ὑμεῖς δὲ τοσοῦτον ἐνθυμεῖσθε, ὅτι, ἂν μὲν ἡμῖν πείθησθε, ἡμῖν ὁμοίως διακείσεσθε, ἐὰν δὲ Θετταλοῖς, τούτοις. οὗτοι μὲν τοίνυν τετραδαρχίας οἴκοι καταλιπόντες ἥκουσιν, ἡμεῖς δ' οὐδένα δεσπότην πλὴν τῶν νόμων εἰδότες. καὶ μὴν καὶ κατ' αὐτοὺς τοὺς λόγους οὗτοι μὲν ταῦτα συμβουλεύουσιν ἐξ ὧν βεβαιότερον δουλεύσετε, ἡμεῖς δ' ἐξ ὧν τὴν ὑπάρχουσαν εὐδαιμονίαν αὐξήσετε. ἀλλὰ μὴν πρὸς Πύθωνα τὸν χρηστὸν μικρὰ ἀποκρινούμεθα. οὗτός ἐστιν, ὦ ἄνδρες Θηβαῖοι, Βυζάντιος· καὶ σκέψασθε μὴ πόρρωθεν ἡμᾶς οἵτινες φύσιν, καὶ ταῦτα οὐδαμῶς φιλικῶς ἡμῖν ἐκ τῶν ἔμπροσθεν δοκεῖ μένειν, ἡμεῖς τε οἱ Ἀθηναῖοι καὶ οὗτος, ἀλλ' ἀπ' αὐτῆς τῆς τούτου πατρίδος. οὗτος μὲν τοίνυν τοὺς οἴκοι προδοὺς Φιλίππῳ ζῇ, ἡμεῖς δ' ἐπὶ Βυζάντιον ἐλθόντος Φιλίππου βοηθήσαντες ἐλύσαμεν τὴν πολιορκίαν καὶ τὴν πόλιν διετηρήσαμεν. οὗτος μὲν οὖν ἃ τοῖς αὑτοῦ πολίταις εἰσηγεῖται τὸ καθ' αὑτὸν, ταῦτα καὶ ὑμῖν προξενεῖ, δουλεύειν, ἀκροᾶσθαι τοῦ χείρονος, ἐν προσθήκης εἶναι μέρει· ἡμεῖς δ' ἃ τοῖς τούτου πολίταις δι' ἡμῶν ἐγένετο, ταῦτα καὶ ὑμῖν ἂν βουλοίμεθα, οἶμαι δὲ καὶ πολὺ μειζόνως, ὅσῳ τιμιώτερον ἡμῖν ἐξ ἀρχῆς τὸ τῶν Θηβαίων ἔδαφος καὶ πρὸς τὰ παρόντα πράγματα μᾶλλον τοῖς Ἕλλησιν ἐν καιρῷ. ἡμῖν μὲν οὖν καὶ λόγῳ καὶ ἔργῳ τὰ μὲν ἠγώνισται, τὰ δ', ὡς ἔοικεν, ἀγωνισθήσεται· ὥρα δὲ καὶ ἡμῖν ἤδη βεβουλεῦσθαι καὶ πρὶν ἰδεῖν Φίλιππον ὃ πράξετε ἐπιστῆναι μετὰ τῶν ὅπλων, ἵν' εἰδῇ σωζομένας τοῖς Ἕλλησι τὰς χεῖρας, ἕως ἂν Ἀθῆναι καὶ Θῆβαι συνασπίζωσιν.