36216 750 0 0 45 0 II d. C. Geografia Claudius Ptolemaeus Geographia Müller, K., Paris, Didot, 1883 2

Claudius Ptolemaeus-Geographia (libri 1-3)

ΚΛΑΥΔΙΟΥ ΠΤΟΛΕΜΑΙΟΥ ΓΕΩΓΡΑΦΙΚΗΣ ΥΦΗΓΗΣΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ.

Τάδε ἔνεστιν ἐν τῷ πρώτῳ βιβλίῳ.

[1] Τίνι διαφέρει γεωγραφία χωρογραφίας.

[2] Τίνα δεῖ ὑποκεῖσθαι πρὸς τὴν γεωγραφίαν.

[3] Πῶς ἀπὸ τοῦ σταδιασμοῦ τῆς τυχούσης ἰθυτενοῦς διαστάσεως, κἂν μὴ ὑπὸ τὸν αὐτὸν ᾖ μεσημβρινὸν, ὁ τῆς περιμέτρου τῆς γῆς σταδιασμὸς λαμβάνεται, καὶ τὸ ἀνάπαλιν.

[4] Ὅτι δεῖ τὰ ἐκ τῶν φαινομένων τηρούμενα προϋποτίθεσθαι τῶν ἐκ τῆς περιοδικῆς ἱστορίας.

[5] Ὅτι ταῖς ἐγγυτέραις τῶν ἱστοριῶν προσεκτέον διὰ τὰς ἐν τῇ γῇ κατὰ χρόνους μεταβολάς.

[6] Περὶ τῆς κατὰ Μαρῖνον γεωγραφικῆς ὑφηγήσεως.

[7] Διόρθωσις τῆς κατὰ Μαρῖνον τοῦ πλάτους τῆς ἐγνωσμένης γῆς διαστάσεως ἀπὸ τῶν φαινομένων.

[8] Ἡ αὐτὴ διόρθωσις ἀπὸ τῶν διανύσεων τῶν κατὰ τὰς ὁδοιπορίας.

[9]Ἡ αὐτὴ διόρθωσις ἀπὸ τῶν κατὰ πλοῦν διανύσεων.

[10] Ὅτι οὐ δεῖ τοὺς Αἰθίοπας μεσημβρινωτέρους ὑποτίθεσθαι τοῦ ἀντικειμένου παραλλήλου τῷ διὰ Μερόης.

[11] Περὶ τῶν εἰς τὸ μῆκος τῆς οἰκουμένης ὑπὸ τοῦ Μαρίνου μὴ δεόντως ἐπιλελογισμένων.

[12] Διόρθωσις ἀπὸ τῶν ὁδοιποριῶν τοῦ μήκους τῆς ἐγνωσμένης γῆς.

[13] Ἡ αὐτὴ διόρθωσις ἀπὸ τῶν κατὰ πλοῦν διανύσεων.

[14] Περὶ τοῦ ἀπὸ τῆς Χρυσῆς Χερσονήσου ἐπὶ τὰ Καττίγαρα διάπλου.

[15] Περὶ τῶν ἐν τῇ κατὰ μέρος ἐκθέσει τῷ Μαρίνῳ διαπεφωνημένων.

[16] Ὅτι παρῆλθέ τινα αὐτὸν καὶ κατὰ τοὺς τῶν ἐπαρχιῶν περιορισμούς.

[17] Περὶ τῶν διαπεφωνημένων αὐτῷ πρὸς τὰ ὑπὸ τῶν καθ' ἡμᾶς ἱστορηθέντα.

[18] Περὶ τῆς ἀπὸ τῶν τοῦ Μαρίνου συντάξεων πρὸς τὴν καταγραφὴν τῆς οἰκουμένης δυσχρηστίας.

[19] Περὶ τοῦ τῆς καθ' ἡμᾶς ὑφηγήσεως προχείρου πρὸς τὴν καταγραφήν.

[20] Περὶ τῆς ἀσυμμετρίας τοῦ κατὰ τὸν Μαρῖνον γεωγραφικοῦ πίνακος.

[21] Τίνα δεῖ τηρεῖν ἐπὶ τῆς ἐν ἐπιπέδῳ γινομένης καταγραφῆς.

[22] Πῶς δεῖ τὴν οἰκουμένην ἐν σφαίρᾳ καταγράφειν.

[23] Ἔκθεσις τῶν ἐντασσομένων τῇ καταγραφῇ μεσημβρινῶν καὶ παραλλήλων.

[24] Μέθοδος εἰς τὴν ἐν ἐπιπέδῳ τῆς οἰκουμένης σύμμετρον τῇ σφαιρικῇ θέσει καταγραφήν.

[1]

Τίνι διαφέρει γεωγραφία χωρογραφίας.

[1]    Ἡ γεωγραφία μίμησίς ἐστι διὰ γραφῆς τοῦ κατειλημμένου τῆς γῆς μέρους ὅλου μετὰ τῶν ὡς ἐπίπαν αὐτῷ συνημμένων· καὶ διαφέρει τῆς χωρογραφίας, ἐπειδήπερ αὕτη μὲν ἀποτεμνομένη τοὺς κατὰ μέρος τόπους χωρὶς ἕκαστον καὶ καθ' αὑτὸν ἐκτίθεται, συναπογραφομένη πάντα σχεδὸν καὶ τὰ σμικρότατα τῶν ἐμπεριλαμβανομένων, οἷον λιμένας καὶ κώμας καὶ δήμους καὶ τὰς ἀπὸ τῶν πρώτων ποταμῶν ἐκτροπὰς καὶ τὰ παραπλήσια· τῆς δὲ γεωγραφίας ἴδιόν ἐστι τὸ μίαν τε καὶ συνεχῆ δεικνύναι τὴν ἐγνωσμένην γῆν, ὡς ἔχει φύσεώς τε καὶ θέσεως (καὶ) μέχρι μόνων τῶν ἐν ὅλαις καὶ περιεκτικωτέραις περιγραφαῖς αὐτῇ συνημμένων, οἷον κόλπων καὶ πόλεων μεγάλων ἐθνῶν τε καὶ ποταμῶν τῶν ἀξιολογωτέρων καὶ τῶν καθ' ἕκαστον εἶδος ἐπισημοτέρων.

[2] Ἔχεται δὲ τὸ μὲν χωρογραφικὸν τέλος τῆς ἐπὶ μέρους προσβολῆς, ὡς ἂν εἴ τις οὖς μόνον ἢ ὀφθαλμὸν μιμοῖτο, τὸ δὲ γεωγραφικὸν τῆς καθόλου θεωρίας κατὰ τὸ ἀνάλογον τοῖς ὅλην τὴν κεφαλὴν ὑπογραφομένοις.

[3] Πάσαις γὰρ ταῖς ὑποτεθειμέναις εἰκόσι τῶν πρώτων μερῶν ἀναγκαίως καὶ προηγουμένως ἐφαρμοζομένων, καὶ ἔτι τῶν δεξομένων τὰς γραφὰς συμμέτρων ὀφειλόντων εἶναι ταῖς ἐξ ἀποχῆς αὐτάρκους τῶν ὄψεων διαστάσεσιν, ἐάν τε τέλειον ᾖ τὸ γραφόμενον ἐάν τ' ἐπὶ μέρους, ἵν' ἅπαν αἰσθητῶς παραλαμβάνηται, παρηκολούθησεν εὐλόγως ἅμα καὶ χρησίμως τῇ μὲν χωρογραφίᾳ συναποδιδόναι καὶ τὰ μικρομερέστερα τῶν ἰδιωμάτων, τῇ δὲ γεωγραφίᾳ τὰς χώρας αὐτὰς μετὰ τῶν καθόλου παρακειμένων, ὅτι καὶ πρῶτα μέρη καὶ μεγέθεσι συμμέτροις εὐκατάτακτα τῆς μὲν οἰκουμένης αἱ τῶν χωρῶν τοποθεσίαι, τούτων δὲ αἱ τῶν ἐπὶ πλεῖον αὐταῖς ἐμπεριεχομένων διαφοραί.

[4] Καταγίνεται δ' ἐπὶ πλεῖστον ἡ μὲν χωρογραφία περὶ τὸ ποιὸν μᾶλλον ἢ τὸ ποσὸν τῶν κατατασσομένων· τῆς γὰρ ὁμοιότητος πεφρόντικε πανταχῆ, καὶ οὐχ οὕτως τοῦ συμμέτρου τῶν θέσεων· ἡ δὲ γεωγραφία περὶ τὸ ποσὸν μᾶλλον ἢ τὸ ποιὸν, ἐπειδήπερ τῆς μὲν ἀναλογίας τῶν διαστάσεων ἐν πᾶσι ποιεῖται πρόνοιαν, τῆς δ' ὁμοιότητος μέχρι τῶν μεγαλομερεστέρων περιγραφῶν καὶ κατ' αὐτὸ τὸ σχῆμα μόνον.

[5] Ὅθεν ἐκείνῃ μὲν δεῖ τοπογραφίας, καὶ οὐδὲ εἷς ἂν χωρογραφήσειεν, εἰ μὴ γραφικὸς ἀνήρ· ταύτῃ δ' οὐ πάντως, ἐμποιεῖ γὰρ καὶ διὰ ψιλῶν τῶν γραμμῶν καὶ τῶν παρασημειώσεων δεικνύναι καὶ τὰς θέσεις καὶ τοὺς καθόλου σχηματισμούς. Διὰ ταῦτα ἐκείνῃ μὲν οὐδέν τι δεῖ μεθόδου μαθηματικῆς, ἐνταῦθα δὲ τοῦτο μάλιστα προηγεῖται τὸ μέρος.

[6] Προεσκέφθαι γὰρ δεῖ καὶ τῆς ὅλης γῆς τό τε σχῆμα καὶ τὸ μέγεθος ἔτι τε τὴν πρὸς τὸ περιέχον θέσιν, ἵνα καὶ τὸ κατειλημμένον αὐτῆς μέρος ἐνῇ εἰπεῖν, καὶ πόσον ἐστὶ καὶ ποῖον, καὶ ἔτι τῶν ἐν τούτῳ τόπων ἑκάστους, ὑπὸ τίνας εἰσὶ τῆς οὐρανίου σφαίρας παραλλήλους· ἐξ ὧν τά τε μεγέθη τῶν νυχθημέρων καὶ τοὺς κατὰ κορυφὴν γινομένους τῶν ἀπλανῶν καὶ τοὺς ὑπὲρ γῆν ἢ ὑπὸ γῆν ἀεὶ φερομένους καὶ ὅσα τῷ περὶ οἰκήσεων λόγῳ συνάπτομεν ἐξέσται προσδιαλαμβάνειν.

[7] Ἃ τῆς ἀνωτάτω καὶ καλλίστης ἐστὶ θεωρίας, ἐπιδεικνύντα διὰ τῶν μαθημάτων ταῖς ἀνθρωπίναις καταλήψεσι τὸν μὲν οὐρανὸν αὐτὸν, ὡς ἔχει φύσεως, ὅτι δύναται φαίνεσθαι περιπολῶν ἡμᾶς, τὴν δὲ γῆν διὰ τῆς εἰκόνος, ὅτι τὴν ἀληθινὴν, καὶ μεγίστην οὖσαν καὶ μὴ περιέχουσαν ἡμᾶς, οὔτε ἀθρόαν οὔτε κατὰ μέρος ὑπὸ τῶν αὐτῶν ἐφοδευθῆναι δυνατόν.

[2]

Τίνα δεῖ ὑποκεῖσθαι πρὸς τὴν γεωγραφίαν.

[1]    Τί μὲν οὖν τέλος ἐστὶ τῷ γεωγραφήσοντι, καὶ τίνι διαφέρει τοῦ χωρογράφου, διὰ τούτων ὡς ἐν κεφαλαίοις ὑποτετυπώσθω.

[2] Προκειμένου δ' ἐν τῷ παρόντι καταγράψαι τὴν καθ' ἡμᾶς οἰκουμένην σύμμετρον ὡς ἔνι μάλιστα τῇ κατ' ἀλήθειαν, ἀναγκαῖον οἰόμεθα προδιαλαβεῖν, ὅτι τῆς τοιαύτης μεθόδου τὸ προηγούμενόν ἐστιν ἱστορία περιοδικὴ, τὴν πλείστην περιποιοῦσα γνῶσιν ἐκ παραδόσεως τῶν μετ' ἐπιστάσεως θεωρητικῆς τὰς κατὰ μέρος χώρας περιελθόντων, καὶ ὅτι τῆς ἐπισκέψεως καὶ παραδόσεως τὸ μέν ἐστι γεωμετρικὸν, τὸ δὲ μετεωροσκοπικόν· γεωμετρικὸν μὲν τὸ διὰ ψιλῆς τῆς ἀναμετρήσεως τῶν διαστάσεων τὰς πρὸς ἀλλήλους θέσεις τῶν τόπων ἐμφανίζον, μετεωροσκοπικὸν δὲ τὸ διὰ τῶν φαινομένων ἀπὸ τῶν ἀστρολάβων καὶ σκιοθήρων ὀργάνων· τοῦτο μὲν, ὡς αὐτοτελές τι καὶ ἀδιστακτότερον, ἐκεῖνο δὲ, ὡς ὁλοσχερέστερον καὶ τούτου προσδεόμενον.

[3] Πρῶτον μὲν γὰρ ἀναγκαίου τυγχάνοντος ὑποκεῖσθαι καθ' ἑκάτερον τρόπον, πρὸς ποίαν τέτραπται τοῦ κόσμου θέσιν ἡ τῶν ἐπιζητουμένων δύο τόπων διάστασις (οὐ γὰρ ἁπλῶς εἰδέναι δεῖ, πόσον ἀφέστηκεν ὅδε τοῦδε μόνον, ἀλλὰ καὶ ποῖ, τουτέστι πρὸς ἄρκτους, φέρε εἰπεῖν, ἢ πρὸς ἀνατολὰς ἢ τὰς μερικωτέρας τούτων προσνεύσεις), ἀδύνατόν ἐστι τὸ τοιοῦτο σκοπεῖν ἀκριβῶς ἄνευ τῆς διὰ τῶν εἰρημένων ὀργάνων τηρήσεως, ἀφ' ὧν ἐν παντὶ τόπῳ καὶ χρόνῳ δείκνυται προχείρως ἥ τε τῆς μεσημβρινῆς γραμμῆς θέσις, καὶ διὰ ταύτης αἱ τῶν ἀνυομένων διαστάσεων.

[4] Ἔπειτα καὶ τούτου δοθέντος, ἡ μὲν τῶν σταδιασμῶν ἀναμέτρησις οὔτε βεβαίαν ἐμποιεῖ τοῦ ἀληθοῦς κατάληψιν, διὰ τὸ σπανίως ἰθυτενέσι περιπίπτειν πορείαις, ἐκτροπῶν πολλῶν συναποδιδομένων καὶ κατὰ τὰς ὁδοὺς καὶ κατὰ τοὺς πλοῦς, καὶ δεῖν ἐπὶ μὲν τῶν πορειῶν καὶ τὸ παρὰ τὸ ποιὸν καὶ ποσὸν τῶν ἐκτροπῶν περισσεῦον εἰκάζοντας ὑφαιρεῖν τῶν ὅλων σταδίων εἰς τὴν εὕρεσιν τῶν τῆς ἰθυτενείας, ἐπὶ δὲ τῶν ναυτιλιῶν ἔτι καὶ τὸ παρὰ τὰς φορὰς τῶν πνευμάτων, διὰ πολλά γε μὴ τηρούντων τὰς αὐτὰς δυνάμεις, ἀνώμαλον προσδιακρίνειν· οὔτε, κἂν ἡ μεταξὺ διάστασις τῶν ἀμειφθέντων τόπων ἀκριβωθῇ, τὸν πρὸς ὅλην τὴν περίμετρον τῆς γῆς λόγον αὐτῆς συναποδίδωσιν ἢ τὴν πρὸς τὸν ἰσημερινὸν καὶ τοὺς πόλους θέσιν·

[5] ἡ δὲ διὰ τῶν φαινομένων ἕκαστα τούτων ἀκριβοῖ, προσεπιδεικνύουσα πηλίκας τε περιφερείας ἀπολαμβάνουσιν ἀλλήλων οἱ γραφόμενοι διὰ τῶν ὑποκειμένων τόπων κύκλοι παράλληλοί τε καὶ μεσημβρινοί, τουτέστιν οἱ μὲν παράλληλοι τὰς μεταξὺ πιπτούσας αὐτῶν τε καὶ τοῦ ἰσημερινοῦ περιφερείας τῶν μεσημβρινῶν, οὗτοι δὲ τὰς ἐμπεριεχομένας ὑπ' αὐτῶν τοῦ τε ἰσημερινοῦ καὶ τῶν παραλλήλων, καὶ ἕτι πηλίκην ἀπολαμβάνουσιν οἱ δύο τόποι περιφέρειαν τοῦ δι' αὐτῶν ἐν τῇ γῇ γραφομένου μεγίστου κύκλου· καὶ μηδέν τι δεομένη τῆς τῶν σταδίων ἀριθμήσεως πρός τε τὸν λόγον τὸν ἀπὸ τῶν τῆς γῆς μερῶν καὶ πρὸς ὅλην τὴν ἔφοδον τῆς καταγραφῆς· ἐπαρκεῖ γὰρ, ὑποθεμένους τὴν περίμετρον αὐτῆς τμημάτων ὁσωνοῦν, τοσούτων ἐπιδεικνύναι καὶ τὰς κατὰ μέρος διαστάσεις ἐπὶ τῶν γραφομένων ἐν αὐτῇ μεγίστων κύκλων· ἀλλ' ἴσως οὐ πρὸς τὸ διελεῖν ὅλην τὴν περίμετρον ἢ τὰ μέρη ταύτης εἰς ὑποκείμενα καὶ γνώριμα διαστήματα ταῖς ἡμετέραις ἀναμετρήσεσι.

[6] Καὶ διὰ τοῦτο μόνον ἀναγκαῖον γέγονεν ἐφαρμόσαι τινὰ τῶν ἰθυτενῶν ὁδῶν τῇ κατὰ τὸ περιέχον ὁμοίᾳ μεγίστου κύκλου περιφερείᾳ, καὶ λαβόντας τὸν μὲν ταύτης λόγον πρὸς τὸν κύκλον ἐκ τῶν φαινομένων, τὸν δὲ τῆς ὑπ' αὐτὴν ὁδοῦ σταδιασμὸν ἐκ τῆς ἀναμετρήσεως ἀπὸ τοῦ δοθέντος μέρους, καὶ τὸ τῆς ὅλης περιμέτρου τῶν σταδίων πλῆθος ἀποφῆναι.

[7] Προλαμβανομένου γὰρ ἐκ τῶν μαθημάτων τοῦ καὶ τὴν συνημμένην τῆς γῆς καὶ τοῦ ὕδατος ἐπιφάνειαν ὡς καθ' ὅλα μέρη σφαιροειδῆ τε εἶναι καὶ περὶ αὐτὸ τὸ κέντρον τῆς σφαίρας τῶν οὐρανίων, ὥστε τῶν διὰ τοῦ κέντρου ἐκβαλλομένων ἐπιπέδων ἕκαστον τὰς κοινὰς τομὰς αὐτοῦ καὶ τῶν εἰρημένων ἐπιφανειῶν ποιεῖν μεγίστους ἐν αὐταῖς κύκλους, καὶ τὰς συνισταμένας ἐν αὐτῷ πρὸς τῷ κέντρῳ γωνίας ὁμοίας ἀπολαμβάνειν τῶν κύκλων περιφερείας· συμβαίνει τῶν ἐπὶ τῆς γῆς διαστάσεων τὸ μὲν ποσὸν τῶν σταδίων, ἐὰν ἰθυτενεῖς ὦσιν, ἐκ τῶν ἀναμετρήσεων λαμβάνεσθαι, τὸν δὲ λόγον τὸν πρὸς ὅλην τὴν περίμετρον ἐξ αὐτῶν μὲν οὐδαμῶς διὰ τὸ τῆς παραβολῆς ἀνέφικτον, ἀπὸ δὲ τῆς ὁμοίας τοῦ κατὰ τὸ περιέχον κύκλου περιφερείας· ἐπειδήπερ ταύτης μὲν ἐνδέχεται λαμβάνειν τὸν πρὸς τὴν οἰκείαν περίμετρον λόγον, ὁ αὐτὸς δὲ γίνεται καὶ τοῦ περὶ τὴν γῆν ὁμοίου τμήματος πρὸς τὸν ἐν αὐτῇ μέγιστον κύκλον.

[3]

Πῶς ἀπὸ τοῦ σταδιασμοῦ τῆς τυχούσης ἰθυτενοῦς διαστάσεως, κἂν μὴ ὑπὸ τὸν αὐτὸν ᾖ μεσημβρινὸν, ὁ τῆς περιμέτρου τῆς γῆς σταδιασμὸς λαμβάνεται καὶ τὸ ἀνάπαλιν.

[1]   Οἱ μὲν οὖν πρὸ ἡμῶν οὐκ ἰθυτενῆ μόνον ἐζήτουν ἐν τῇ γῇ διάστασιν, ἵνα μεγίστου κύκλου ποιῇ περιφέρειαν, ἀλλὰ καὶ τὴν θέσιν ἔχουσαν ἐν ἑνὸς ἐπιπέδῳ μεσημβρινοῦ· καὶ τηροῦντες διὰ τῶν σκιοθήρων τὰ κατὰ κορυφὴν σημεῖα τῶν δύο τῆς διαστάσεως περάτων, αὐτόθεν τὴν ἀπολαμβανομένην ὑπ' αὐτῶν τοῦ μεσημβρινοῦ περιφέρειαν ὁμοίαν εἶχον τῇ τῆς πορείας διά τε τὸ καθ' ἑνὸς, ὡς ἔφαμεν, ἐπιπέδου ταῦτα συνίστασθαι, τῶν ἐκβαλλομένων εὐθειῶν διὰ τῶν περάτων ἐπὶ τὰ κατὰ κορυφὴν σημεῖα συμπιπτουσῶν ἀλλήλαις, καὶ διὰ τὸ κοινὸν εἶναι τῶν κύκλων κέντρον τὸ τῆς συμπτώσεως σημεῖον.

[2] Ὅσον οὖν ἐφαίνετο μέρος οὖσα τοῦ διὰ τῶν πόλων κύκλου ἡ μεταξὺ τῶν κατὰ κορυφὴν σημείων περιφέρεια, τοσοῦτον ὑπετίθεντο καὶ τὴν ἐν τῇ γῇ διάστασιν τῆς ὅλης περιμέτρου.

[3] Ὅτι δὲ, κἂν μὴ διὰ τῶν πόλων λαμβάνωμεν τὸν κατὰ τὴν μεμετρημένην διάστασιν κύκλον, ἀλλ' ὁποιονοῦν τῶν μεγίστων, τὸ προκείμενον δύναται δείκνυσθαι, τῶν ἐν τοῖς πέρασιν ἐξαρμάτων ὁμοίως τηρηθέντων καὶ τῆς θέσεως, ἢν ἔχει πρὸς ἑκάτερον μεσημβρινὸν ἡ διάστασις, παρεστήσαμεν ἡμεῖς διὰ κατασκευῆς ὀργάνου μετεωροσκοπικοῦ, δι' οὗ πολλά τε ἄλλα προχείρως λαμβάνομεν τῶν χρησιμωτάτων, καὶ δὴ καὶ πάσῃ μὲν ἡμέρᾳ καὶ νυκτὶ τὸ κατὰ τὸν τῆς τηρήσεως τόπον ἔξαρμα τοῦ βορείου πόλου, πάσῃ δὲ ὥρᾳ τήν τε μεσημβρινὴν θέσιν καὶ τὰς τῶν διανύσεων πρὸς αὐτὴν, τουτέστι πηλίκας ποιεῖ γωνίας ὁ διὰ τῆς ὁδοῦ γραφόμενος μέγιστος κύκλος μετὰ τοῦ μεσημβρινοῦ πρὸς τῷ κατὰ κορυφὴν σημείῳ.

[4] Δι' ὧν ὁμοίως τήν τε ζητουμένην περιφέρειαν ἐξ αὐτοῦ τοῦ μετεωροσκοπίου δείκνυμεν καὶ ἔτι τὴν ἀπολαμβανομένην ὑπὸ τῶν δύο μεσημβρινῶν, κἂν ἕτεροι ὦσι τοῦ ἰσημερινοῦ παράλληλοι· ὥστε κατὰ τὴν τοιαύτην ἔφοδον, μιᾶς μὲν ἰθυτενοῦς μόνον διαστάσεως ἐν τῇ γῇ μετρηθείσης, καὶ τὸν ὅλον τῆς περιμέτρου σταδιασμὸν εὑρίσκεσθαι, διὰ δὲ τούτου λοιπὸν καὶ τοὺς τῶν ἄλλων χωρὶς ἀναμετρήσεως, κἂν μὴ ὦσι δι' ὅλων ἰθυτενεῖς μηδ' ὑπὸ τὸν αὐτὸν μεσημβρινὸν ἢ παράλληλον, τὸ δ' ὡς ἐπίπαν τῆς προσνεύσεως ἴδιον ἐπιμελῶς ᾖ εἰλημμένον καὶ τὰ τῶν περάτων ἐξάρματα· διὰ γὰρ τοῦ λόγου πάλιν τῆς ὑποτεινούσης τὴν διάστασιν περιφερείας πρὸς τὸν μέγιστον κύκλον καὶ τὸ τῶν σταδίων πλῆθος ἀπὸ τοῦ κατειλημμένου τῆς ὅλης περιμέτρου προχείρως ἔνεστιν ἐπιλογίζεσθαι.

[4]

Ὅτι δεῖ τὰ ἐκ τῶν φαινομένων τηρούμενα προϋποτίθεσθαι τῶν ἐκ τῆς περιοδικῆς ἱστορίας.

[1]    Τούτων τοίνυν οὕτως ἐχόντων, εἰ μὲν οἱ περιελθόντες τὰς κατὰ μέρος χώρας τοιαύταις τισὶ τηρήσεσιν ἐτύγχανον κεχρημένοι, παντάπασιν ἂν ἀδίστακτον ἐνεδέχετο ποιεῖσθαι τὴν τῆς οἰκουμένης καταγραφήν· ἐπεὶ δὲ μόνος ὁ Ἵππαρχος ἐπ' ὀλίγων πόλεων, ὡς πρὸς τοσοῦτον πλῆθος τῶν κατατασσομένων ἐν τῇ γεωγραφίᾳ, ἐξάρματα τοῦ βορείου πόλου παρέδωκεν ἡμῖν καὶ τὰ ὑπὸ τοὺς αὐτοὺς κείμενα παραλλήλους, ἔνιοι δὲ τῶν μετ' αὐτὸν καί τινας τῶν ἀντικειμένων τόπων, οὐ τοὺς ἴσον ἀπέχοντας τοῦ ἰσημερινοῦ, ἀλλ' ἁπλῶς τοὺς ὑπὸ τοὺς αὐτοὺς ὄντας μεσημβρινοὺς, ἐκ τοῦ τοὺς πρὸς ἀλλήλους αὐτῶν διάπλους οὐρίοις ἀπαρκτίαις ἢ νότοις διανύεσθαι, τὰ δὲ πλεῖστα τῶν διαστημάτων καὶ μάλιστα τῶν πρὸς ἀνατολὰς ἢ δυσμὰς ὁλοσχερεστέρας ἔτυχε παραδόσεως, οὐ ῥᾳθυμίᾳ τῶν ἐπιβαλόντων ταῖς ἱστορίαις, ἀλλ' ἴσως τῷ μηδέπω τὸ πρόχειρον κατειλῆφθαι τῆς μαθηματικωτέρας ἐπισκέψεως, καὶ διὰ τὸ μὴ πλείους τῶν ὑπὸ τὸν αὐτὸν χρόνον ἐν διαφόροις τόποις τετηρημένων σεληνιακῶν ἐκλείψεων, ὡς τὴν ἐν μὲν Ἀρβήλοις πέμπτης ὥρας φανεῖσαν, ἐν δὲ Καρχηδόνι δευτέρας, ἀναγραφῆς ἠξιῶσθαι, ἐξ ὧν ἐφαίνετ' ἂν πόσους ἀπέχουσιν ἀλλήλων οἱ τόποι χρόνους ἰσημερινοὺς πρὸς ἀνατολὰς ἢ δυσμάς· εὔλογον ἂν εἴη καὶ τὸν τούτοις ἀκολούθως γεωγραφήσοντα τὰ μὲν διὰ τῶν ἀκριβεστέρων τηρήσεων εἰλημμένα προϋποτίθεσθαι τῇ καταγραφῇ καθάπερ θεμελίους, τὰ δ' ἀπὸ τῶν ἄλλων ἐφαρμόζειν τούτοις, ἕως ἂν αἱ πρὸς ἄλληλα θέσεις αὐτῶν μετὰ τῶν πρὸς τὰ πρῶτα τηρῶσιν ὡς ἔνι μάλιστα συμφώνως τὰς ἀδιστακτοτέρας τῶν παραδόσεων.

[5]

Ὅτι ταῖς ἐγγυτέραις τῶν ἱστοριῶν προσεκτέον διὰ τὰς ἐν τῇ γῇ κατὰ χρόνους μεταβολάς.

[1]    Ἡ μὲν οὖν ἐπιβολὴ τῆς καταγραφῆς τοιαύτης ἂν εἰκότως ἔχοιτο προθέσεως· ἐπειδὴ δὲ ἐν ἅπασι τοῖς μὴ παντελῶς κατειλημμένοις τόποις ἢ διὰ μεγέθους ὑπερβολὴν ἢ διὰ τὸ μὴ ἀεὶ ὡσαύτως ἔχειν ὁ πλείων ἀεὶ χρόνος ἱστορίαν ἐμποιεῖ καθάπαξ ἀκριβεστέραν, τοιοῦτον δέ ἐστι καὶ τὸ κατὰ τὴν γεωγραφίαν (ὡμολόγηται γὰρ δι' αὐτῶν τῶν κατὰ χρόνους παραδόσεων, πολλὰ μὲν μέρη τῆς συνεχοῦς γῆς τῆς καθ' ἡμᾶς οἰκουμένης μηδέπω διὰ τὸ τοῦ μεγέθους δυσέφικτον εἰς γνῶσιν ἐληλυθέναι, τὰ δὲ μὴ ὡς ἔχει λόγου τετυχηκέναι παρὰ τὸ τῶν ἐκλαβόντων τὰς ἱστορίας ἀνεπίστατον, ἔνια δὲ καὶ αὐτὰ νῦν ἄλλως ἔχειν ἢ πρότερον διὰ τὰς ἐν τοῖς κατὰ μέρος ἐπιγινομένας φθορὰς ἢ μεταβολάς)· ἀναγκαῖόν ἐστι κἀνταῦθα ταῖς ὑστάταις τῶν καθ' ἡμᾶς παραδόσεων ὡς ἐπίπαν προσέχειν, παραφυλάσσοντας ἐπί τε τῆς τῶν ἱστορουμένων ἐκθέσεως καὶ τῆς τῶν προϊστορηθέντων διακρίσεως τό τε ἀξιόπιστον καὶ τὸ μή.

[6]

Περὶ τῆς κατὰ Μαρῖνον γεωγραφικῆς ὑφηγήσεως.

[1]    Δοκεῖ δὴ Μαρῖνος ὁ Τύριος ὕστατός τε τῶν καθ' ἡμᾶς καὶ μετὰ πάσης σπουδῆς ἐπιβαλεῖν τῷ μέρει τούτῳ· φαίνεται γὰρ καὶ πλείοσιν ἱστορίαις περιπεπτωκὼς παρὰ τὰς ἔτι ἄνωθεν εἰς γνῶσιν ἐλθούσας, καὶ τὰς πάντων σχεδὸν τῶν πρὸ αὐτοῦ μετ' ἐπιμελείας διειληφώς, ἐπανορθώσεώς τε τῆς δεούσης ἀξιώσας, ὅσα μὴ προσηκόντως ἐτύγχανε πεπιστευμένα καὶ ὑπ' ἐκείνων καὶ ὑφ' ἑαυτοῦ τὸ πρῶτον, ὡς ἐκ τῶν ἐκδόσεων αὐτοῦ τῆς τοῦ γεωγραφικοῦ πίνακος διορθώσεως πλειόνων οὐσῶν ἔνεστι σκοπεῖν.

[2] Ἀλλ' εἰ μὲν ἑωρῶμεν μηδὲν ἐνδέον αὐτοῦ τῇ τελευταίᾳ συντάξει, κἂν ἀπήρκεσεν ἡμῖν ἀπὸ τούτων μόνων τῶν ὑπομνημάτων ποιεῖσθαι τὴν τῆς οἰκουμένης καταγραφὴν μηδέν τι περιεργαζομένοις· ἐπεὶ δὲ φαίνεται καὶ αὐτὸς ἐνίοις τε μὴ μετὰ καταλήψεως ἀξιοπίστου συγκατατεθειμένος καὶ ἔτι περὶ τὴν ἔφοδον τῆς καταγραφῆς πολλαχῆ μήτε τοῦ προχείρου μήτε τοῦ συμμέτρου τὴν δέουσαν πρόνοιαν πεποιημένος, εἰκότως προήχθημεν, ὅσον ᾠόμεθα δεῖν, τῇ τἀνδρὸς πραγματείᾳ συνεισενεγκεῖν ἐπὶ τὸ εὐλογώτερον καὶ εὐχρηστότερον.

[3] Καὶ δὴ τοῦτο ποιήσομεν ἀπερίττως, ὡς ἔνι μάλιστα, προεπισκεψάμενοι διὰ βραχέων ἑκάτερον εἶδος τῶν ὀφειλόντων λόγου τινὸς τυχεῖν· καὶ πρῶτον τὸ κατὰ τὴν ἱστορίαν, ἀφ' ἧς οἴεται δεῖν ἐπιπλέον προάγειν καὶ τὸ μῆκος τῆς ἐγνωσμένης γῆς πρὸς τὰς ἀνατολὰς καὶ τὸ πλάτος πρὸς τὴν μεσημβρίαν·

[4] εἰκότως γὰρ ἂν καλοῖμεν τῆς ἐκκειμένης ἐπιφανείας τὴν μὲν ἀπ' ἀνατολῶν ἐπὶ δυσμὰς διάστασιν μῆκος, τὴν δ' ἀπ' ἄρκτων πρὸς μεσημβρίαν πλάτος, ὅτι τε καὶ τῶν κατ' οὐρανὸν κινήσεων τὰς παραλλήλους ταύταις ὁμωνύμως προσαγορεύομεν, καὶ ὅτι καθόλου μὲν τῇ μείζονι τῶν διαστάσεων προσάπτομεν τὸ μῆκος· ὡμολόγηται δὲ παρὰ πάντων ἁπλῶς καὶ τῆς οἰκουμένης ἡ πρὸς δυσμὰς ἀπὸ τῶν ἀνατολῶν διάστασις πολλῷ μείζων τῆς ἀπ' ἄρκτων πρὸς μεσημβρίαν.

[7]

Διόρθωσις τῆς κατὰ τὸν Μαρῖνον τοῦ πλάτους τῆς ἐγνωσμένης γῆς διαστάσεως ἀπὸ τῶν φαινομένων.

[1]    Ἐπὶ τοίνυν τοῦ πλάτους πρῶτον ὑποτίθεται μὲν καὶ αὐτὸς τὴν Θούλην νῆσον ὑπὸ τὸν παράλληλον τὸν ἀφορίζοντα τὸ βορειότατον πέρας τῆς ἐγνωσμένης ἡμῖν γῆς, τὸν δὲ παράλληλον τοῦτον ἀποδείκνυσιν ὡς ἔνι μάλιστα ἀπέχοντα τοῦ ἰσημερινοῦ μοίρας ξγ΄, οἵων ἐστὶν ὁ μεσημβρινὸς κύκλος τξ΄, σταδίους δὲ τρισμυρίους χιλίους πεντακοσίους, ὡς τῆς μιᾶς μοίρας πεντακοσίους ἔγγιστα σταδίους περιεχούσης.

[2] Ἔπειτα τὴν τῶν Αἰθιόπων χώραν τὴν καλουμένην Ἀγίσυμβα καὶ τὸ Πράσον ἀκρωτήριον ἐκθέμενος ὑπὸ τὸν παράλληλον τὸν ἀφορίζοντα τὸ νοτιώτατον πέρας τῆς ἐγνωσμένης γῆς, ποιεῖ τοῦτον ὑπὸ τὸν χειμερινὸν τροπικὸν, ὥστε τὸ πᾶν πλάτος τῆς οἰκουμένης, προσγενομένου τοῦ μεταξὺ διαστήματος τοῦ τε ἰσημερινοῦ καὶ τοῦ χειμερινοῦ, συνάγεσθαι κατ' αὐτὸν μοιρῶν πζ΄ ἔγγιστα, σταδίων δὲ μυριάδων τεσσάρων τρισχιλίων πεντακοσίων.

[3] Πειρᾶται δὲ τὸ εὔλογον τοῦ νοτίου πέρατος δεικνύναι καὶ διὰ φαινομένων τινῶν, ὥς γε αὐτὸς οἴεται, καὶ διὰ τῶν ἱστορηθεισῶν διανύσεων κατά τε γῆν καὶ κατὰ θάλασσαν· ὧν ἕκαστον ἐξ ἐπιδρομῆς ἐπισκεπτέον.

[4] Ἐπὶ μὲν οὖν τῶν φαινομένων φησὶν ἐν τῇ τρίτῃ συντάξει κατὰ λέξιν οὕτως· "Ἐν γὰρ τῇ διακεκαυμένῃ ζώνῃ ὁ ζωδιακὸς ὅλος ὑπὲρ αὐτὴν φέρεται· διόπερ ἐν αὐτῇ μεταβάλλουσιν αἱ σκιαὶ, καὶ πάντα τὰ ἄστρα δύνει καὶ ἀνατέλλει· μόνη δὲ ἡ μικρὰ Ἄρκτος ἄρχεται ὅλη ὑπὲρ γῆν φαίνεσθαι ἐν τοῖς Ὀκήλεως βορειοτέροις σταδίοις πεντακοσίοις. Ὁ γὰρ διὰ Ὀκήλεως παράλληλος ἐξῆρται μοίρας ια΄ καὶ δύο πέμπτα. Παραδίδοται δὲ ὑπὸ τοῦ Ἱππάρχου τῆς μικρᾶς Ἄρκτου ὁ νοτιώτατος, ἔσχατος δὲ τῆς οὐρᾶς ἀστὴρ ἀπέχειν τοῦ πόλου μοίρας ιβ΄ καὶ δύο πέμπτα. Καὶ τοῖς μὲν ἀπὸ τοῦ ἰσημερινοῦ ἐπὶ τὸν θερινὸν τροπικὸν προϊοῦσιν ὁ μὲν βόρειος πόλος ἀεὶ μετεωρίζεται ὑπὲρ τὸν ὁρίζοντα, ὁ δὲ νότιος ὑπὸ τὸν ὁρίζοντα γίνεται· τοῖς δὲ ἀπὸ τοῦ ἰσημερινοῦ πρὸς τὸν χειμερινὸν τροπικὸν βαδίζουσιν ὁ μὲν νότιος πόλος ἐξαίρεται ὑπὲρ τὸν ὁρίζοντα, ὁ δὲ βόρειος ὑπὸ τὸν ὁρίζοντα γίνεται."

[5] Διὰ μὲν οὖν τούτων αὐτὰ τὰ ὀφείλοντα συμβαίνειν ἐν τοῖς ὑπὸ τὸν ἰσημερινὸν ἢ τοῖς μεταξὺ τῶν τροπικῶν τόποις ἐκτίθεται μόνον· εἰ δὲ καὶ τῷ ὄντι γέγονέ τις ἱστορία τῶν ὑπὸ τοὺς νοτιωτέρους τοῦ ἰσημερινοῦ φαινομένων, οὐ παρίστησιν, οἷον τὸ γίνεσθαί που κατὰ κορυφὴν ἀστέρας τῶν τοῦ ἰσημερινοῦ νοτιωτέρων, ἢ τὸ τὰς μεσημβρινὰς σκιὰς ἐν ταῖς ἰσημερίαις ἀποκλίνειν πρὸς νότον, ἢ τὸ τοὺς τῆς μικρᾶς Ἄρκτου ἀστέρας πάντας ἀνατέλλειν ἢ δύνειν, ἢ πάλιν τινὰς αὐτῶν μηδ' ὅλως φαίνεσθαι, τοῦ νοτίου τῶν πόλων ὑπὲρ τὸν ὁρίζοντα γινομένου.

[6] Διὰ δὲ τῶν ἑξῆς ἐπιλέγει μέν τινα τετηρημένα φαινόμενα, μὴ μέντοι τὸ προκείμενον ἐπιδεῖξαι δυνάμενα πάντως. Φησὶ γὰρ, "ὅτι καὶ οἱ μὲν τῆς Ἰνδικῆς εἰς τὴν Λιμυρικὴν πλέοντες, ὥς φησι Διόδωρος ὁ Σάμιος ἐν τῷ τρίτῳ, ἔχουσι τὸν Ταῦρον μεσουρανοῦντα καὶ τὴν Πλειάδα κατὰ μέσην τὴν κεραίαν· οἱ δ' εἰς τὴν Ἀζανίαν ἀπὸ τῆς Ἀραβίας ἀναγόμενοι εὐθύνουσι τὸν πλοῦν πρὸς μεσημβρίαν καὶ τὸν Κάνωβον ἀστέρα, ὅστις ἐκεῖ λέγεται Ἵππος καί ἐστι νοτιώτατος. Ἄστρα δὲ φαίνεται παρ' αὐτοῖς, ἃ παρ' ἡμῖν οὐδ' ὀνομάζεται, καὶ ὁ Κύων τοῦ Πρόκυνος πρότερος ἐπιτέλλων καὶ ὁ Ὠρίων πρὸ τῶν θερινῶν τροπῶν ὅλος."

[7] Καὶ τούτων οὖν τῶν φαινομένων τὰ μὲν σαφῶς τὰς βορειοτέρας οἰκήσεις τοῦ ἰσημερινοῦ παρίστησιν, ὡς ὁ Ταῦρος καὶ ἡ Πλειὰς κατὰ κορυφὴν γινόμενα, βορειότερα γὰρ καὶ τὰ ἄστρα ταῦτα τοῦ ἰσημερινοῦ· τὰ δ' οὐδὲν μᾶλλον τὰς νοτιωτέρας τῶν βορειοτέρων.

[8] Ὅ τε γὰρ Κάνωβος δύναται φαίνεσθαι καὶ τοῖς συχνῷ τοῦ θερινοῦ τροπικοῦ βορειοτέροις, καὶ πολλοὶ τῶν ἀεὶ παρ' ἡμῖν ὑπὸ γῆν ὄντων ἀστέρων ἐν τοῖς ἡμῶν μὲν νοτιωτέροις τόποις, ἔτι δὲ τοῦ ἰσημερινοῦ βορειοτέροις, οἷον τοῖς περὶ Μερόην, ὑπὲρ γῆν δύνανται γίνεσθαι, καθάπερ αὐτὸς ὁ Κάνωβος ἐνταῦθα φαίνεται τοῖς βορειοτέροις ἡμῶν μὴ φαινόμενος· καίτοι τούτου μὲν καὶ τοὔνομα οἱ μεσημβρινώτεροι λέγουσι, τὸν Ἵππον, ἄλλου δὲ οὐδενὸς τῶν ἡμῖν ἀγνώστων.

[9] Ἐπιφέρει δὲ καὶ αὐτὸς "παρειληφέναι διὰ τῶν μαθηματικῶν λόγων, ὅτι ὁ μὲν Ὠρίων ὅλος φαίνεται πρὸ τῶν θερινῶν τροπῶν παρὰ τοῖς ὑπὸ τὸν ἰσημερινὸν οἰκοῦσιν, ὁ δὲ Κύων προανατέλλειν ἄρχεται τοῦ Πρόκυνος παρὰ τοῖς ὑπὸ τὸν ἰσημερινὸν οἰκοῦσιν, καὶ ἀπ' αὐτῶν μέχρι Συήνης·" ὡς μηδὲ τούτων τῶν φαινομένων ἴδιον εἶναί τι τῶν νοτιωτέρων οἰκήσεων τοῦ ἰσημερινοῦ.

[8]

Ἡ αὐτὴ διόρθωσις ἀπὸ τῶν διανύσεων τῶν κατὰ τὰς ὁδοιπορίας.

[1]    Ἐπὶ δὲ τῶν διανύσεων ἐκ μὲν τῆς κατὰ γῆν ἐπιλογιζόμενος τὰς κατὰ μέρος ἡμέρας τῶν πορειῶν τῶν ἀπὸ Λέπτεως τῆς μεγάλης ἕως τῆς Ἀγίσυμβα χώρας συνάγει ταύτην νοτιωτέραν τοῦ ἰσημερινοῦ σταδίοις δισμυρίοις τετρακισχιλίοις ἑξακοσίοις ὀγδοήκοντα, ἐκ δὲ τῆς κατὰ θάλασσαν διὰ τῶν ἡμερῶν πάλιν τοῦ πλοῦ τοῦ ἀπὸ Πτολεμαΐδος τῆς ἐν τῇ Τρωγλοδυτικῇ ἐπὶ τὸ Πράσον ἀκρωτήριον συνάγει καὶ τοῦτο νοτιώτερον τοῦ ἰσημερινοῦ σταδίοις δισμυρίοις ἑπτακισχιλίοις ὀκτακοσίοις, ὥστε τὸ Πράσον ἀκρωτήριον καὶ τὴν Ἀγίσυμβα χώραν, Αἰθιόπων οὖσαν καὶ, ὡς αὐτός φησι, μηδὲ περιορίζουσαν ἀπὸ νότου τὴν Αἰθιοπίαν, ἐπὶ τὴν καπεψυγμένην ζώνην φέρειν τῆς ἀντοικουμένης· [2] οἱ γὰρ δισμύριοι ἑπτακισχίλιοι ὀκτακόσιοι στάδιοι ποιοῦσιν ἐπὶ τοῦ μεσημβρινοῦ μοίρας πεντήκοντα πέντε καὶ τρία πέμπτα, ὅσας ἀπέχουσιν ἐπὶ θάτερα τοῦ ἰσημερινοῦ καὶ κατὰ τὴν ὁμοίαν κρᾶσιν οἱ τὰ βόρεια τῆς Μαιώτιδος λίμνης κατανεμόμενοι Σκύθαι καὶ Σαρμάται.

[3] Συναιρεῖ μὲν οὖν καὶ αὐτὸς τὸν ἐκκείμενον σταδιασμὸν εἰς ἐλάττονα τοῦ ἡμίσεως, τουτέστιν εἰς μυρίους καὶ δισχιλίους σταδίους, ὅσους ἔγγιστα ὁ χειμερινὸς τροπικὸς ἀπέχει τοῦ ἰσημερινοῦ· παρατίθεται δὲ αἰτίας τῆς συναιρέσεως τάς τε τῶν ἰθυτενῶν ἐκτροπὰς καὶ τὰς ἀνωμαλίας τῶν διανύσεων μόνας, παρεὶς τὰς ἔτι προτέρας καὶ προχειροτέρας, ἐξ ὧν οὐ τὸ μειῶσαι μόνον φαίνοιτ' ἂν ἀναγκαῖον, ἀλλὰ καὶ τὸ μέχρι τοσούτου.

[4] Πρῶτον μὲν γὰρ ἐπὶ τῆς ὁδοιπορίας τῆς ἀπὸ Γαράμης ἐπὶ τοὺς Αἰθίοπάς φησι, "Σεπτίμιον μὲν Φλάκκον, τὸν ἐκ τῆς Λιβύης στρατευσάμενον, ἀφικέσθαι πρὸς τοὺς Αἰθίοπας ἀπὸ τῶν Γαραμάντων μησὶ τρισὶν ὁδεύοντα πρὸς μεσημβρίαν, Ἰούλιον δὲ Μάτερνον, τὸν ἀπὸ Λέπτεως τῆς μεγάλης, ἀπὸ Γαράμης ἅμα τῷ βασιλεῖ τῶν Γαραμάντων ἐπερχομένῳ τοῖς Αἰθίοψιν ὁδεύσαντα τὰ πάντα πρὸς μεσημβρίαν μησὶ τέσσαρσιν ἀφικέσθαι εἰς τὴν Ἀγίσυμβα χώραν τῶν Αἰθιόπων, ἔνθα οἱ ῥινοκέρωτες συνέρχονται."

[5] Ὧν ἑκάτερον ἄπιστόν ἐστι καὶ καθ' αὑτὸ διά τε τὸ μὴ τοσούτῳ κεχωρίσθαι τοὺς ἐντὸς Αἰθίοπας τῶν Γαραμάντων, ὡς τριμήνου δίοδον ἀπέχειν, ὄντων τε καὶ αὐτῶν ἤδη μᾶλλον Αἰθιόπων καὶ τὸν αὐτὸν ἐχόντων ἐκείνοις βασιλέα, καὶ διὰ τὸ παντάπασι γελοῖον εἶναι τὴν τοῦ βασιλέως ἔφοδον τῶν ὑποτεταγμένων ἐπὶ μίαν διάστασιν μόνην γενέσθαι τὴν ἀπ' ἄρκτων πρὸς μεσημβρίαν, πλεῖστον ἐφ' ἑκάτερα πρὸς ἀνατολὰς καὶ δύσεις τῶν ἐθνῶν τούτων ἐκτεινομένων, καὶ ἔτι μηδαμῆ διατριβὰς ἀξιολόγους ἐμποιῆσαι.

[6] Δι' ὧν εἰκὸς ἢ τερατεύσασθαι τοὺς ἄνδρας ἢ τὸ πρὸς μεσημβρίαν οὕτως εἰπεῖν, ὡς εἰώθασιν οἱ ἐπιχώριοι λέγειν εἰς τὸν νότον ἢ εἰς τὸν λίβα, καταχρώμενοι τῷ μᾶλλον ἀντὶ τῆς ἀκριβείας.

[9]

Ἡ αὐτὴ διόρθωσις ἀπὸ τῶν κατὰ πλοῦν διανύσεων.

[1]    Ἔπειτα καὶ κατὰ τὸν μεταξὺ τῶν Ἀρωμάτων καὶ τῶν Ῥάπτων πλοῦν, "Διογένη μέν τινά φησι τῶν εἰς τὴν Ἰνδικὴν πλεόντων ὑποστρέφοντα τὸ δεύτερον, ὅτε ἐγένετο κατὰ τὰ Ἀρώματα, ἀπωσθῆναι ἀπαρκτίᾳ, καὶ ἐν δεξιᾷ ἔχοντα τὴν Τρωγλοδυτικὴν ἐπὶ ἡμέρας εἴκοσι πέντε παραγενέσθαι εἰς τὰς λίμνας, ὅθεν ὁ Νεῖλος ῥεῖ, ὧν ἐστι τὸ τῶν Ῥάπτων ἀκρωτήριον ὀλίγῳ νοτιώτερον· Θεόφιλον δέ τινα τῶν εἰς τὴν Ἀζανίαν πλεόντων ἀπὸ τῶν Ῥάπτων ἀναχθῆναι νότῳ, καὶ εἰκοστῇ ἡμέρᾳ ἐληλυθέναι εἰς τὰ Ἀρώματα."

[2] Τούτων δὲ ἑκάτερος οὔτε τὸν πλοῦν ἡμερῶν ὅσων εἶπεν, ἀλλ' ὁ μὲν Θεόφιλος εἰκοστῇ ἡμέρᾳ κατῆχθαι, ὁ δὲ Διογένης ἐπὶ ἡμέρας εἴκοσι πέντε παραπλεῦσαι τὴν Τρωγλοδυτικὴν, ὅσας ἔπλευσαν ἱστορήσαντες μόνον, οὐχὶ δὲ ὅσων ἐστὶν ἡμερῶν ὁ πλοῦς ἐπιλογισάμενοι διὰ τὴν τῶν πνευμάτων ἐπὶ τοσοῦτον χρόνον ἀνωμαλίαν καὶ παραλλαγὴν, οὔθ' ὅτι πρὸς ἄρκτους ἢ πρὸς μεσημβρίαν ὅλος αὐτοῖς γέγονεν ὁ πλοῦς, ἀλλ' ὁ μὲν Διογένης ἐξωσθῆναι μόνον ἀπαρκτίᾳ, ὁ δὲ Θεόφιλος ἀναχθῆναι μόνον νότῳ, τὸν δὲ λοιπὸν πλοῦν, ὅτι τὴν αὐτὴν ἐτήρει πρόσνευσιν, οὐδέτερος εἴρηκεν· οὐδὲ γὰρ πιθανόν ἐστιν ἐπὶ τοσαύτας ἡμέρας τὴν αὐτὴν φυλαχθῆναι πνεύματος φοράν.

[3] Καὶ διὰ τοῦτο δὴ, τοῦ Διογένους τὴν ἀπὸ τῶν Ἀρωμάτων ἐπὶ τὰς λίμνας, ὧν ἐστι τὸ τῶν Ῥάπτων ἀκρωτήριον νοτιώτερον, διάστασιν ἡμέραις εἴκοσι πέντε διανύσαντος, ὁ Θεόφιλος τὴν ἀπὸ τῶν Ῥάπτων ἐπὶ τὰ Ἀρώματα, μείζονα οὖσαν, εἰκοσταῖος διέπλευσε· καὶ τοῦ Θεοφίλου τὸν τοῦ νυχθημέρου φορὸν πλοῦν χιλίων ὑποτιθεμένου σταδίων, οἷς καὶ αὐτὸς ἠκολούθησεν, ὅμως φησὶν ὑπὸ Διοσκόρου τὸν ἀπὸ τῶν Ῥάπτων ἐπὶ τὸ Πράσον πλοῦν, πολλῶν ἡμερῶν ὄντα, πεντακισχιλίων μόνων ὑποτίθεσθαι σταδίων, εὐμεταβόλων ὡς εἰκὸς ὄντων τῶν ὑπὸ τὸν ἰσημερινὸν πνευμάτων διὰ τὸ καὶ τὰς κατ' αὐτὸν ἐπὶ τὰ πλάγια τοῦ ἡλίου παρόδους ὀξυτέρας συνίστασθαι.

[4] Διά τε δὴ ταῦτα μᾶλλον ἔδει μὴ κατακολουθεῖν τῷ πλήθει τῶν ἐκτεθειμένων ἡμερῶν καὶ διὰ τὸ πάντων ἐναργέστατον, ὅτι τοὺς Αἰθίοπας καὶ τὴν συνέλευσιν τῶν ῥινοκερώτων ἐπὶ τὴν κατεψυγμένην ζώνην τῆς ἀντοικουμένης ὁ συντιθέμενος ἐξ αὐτῶν ἐπιλογισμὸς προσάγει, πάντων ὁμοίων ταῖς κράσεσιν ὀφειλόντων συνίστασθαι καὶ ζώων καὶ φυτῶν, ἀκολούθως ταῖς τοῦ περιέχοντος ἀναλογίαις, τῶν ὑπὸ τοὺς αὐτοὺς ἢ τοὺς ἴσον ἀπέχοντας ὁποτέρου τῶν πόλων παραλλήλους γινομένων.

[5] Ὅθεν ὁ μὲν Μαρῖνος μέχρι μόνου τοῦ χειμερινοῦ τροπικοῦ συνεῖλε τὴν διάστασιν, οὐδὲ μιᾶς ἂν εὐλόγου προσαρμοσθείσης αἰτίας τῷ ποσῷ τῆς συναιρέσεως, εἰ παραδέχοιτό τις καὶ τὸ πλῆθος τῶν ἡμερῶν καὶ τὸ τεταγμένον τῶν διανύσεων, ὅπερ αὐτὸς ποιεῖ (ταῦτα γὰρ τηρῶν τὸ ποσὸν μόνον τῶν ἡμερησίων σταδίων μειοῖ παρὰ τὸ μέτριον καὶ σύνηθες, μέχρις ἂν τὸ πέρας εἰς ὃν αὐτὸς ᾤετο δεῖν παράλληλον ἀφίκηται)· τοὐναντίον δ' ἀκόλουθον ἦν τῷ μὲν δυνατῷ τῆς ἡμερησίας διανύσεως πιστεύειν, τῷ τεταγμένῳ δὲ καὶ κατὰ τὴν ἰσότητα καὶ κατὰ τὴν θέσιν ἀπιστεῖν, ὡς μὴ διὰ τούτων ἐνδέχεσθαι λαβεῖν τὴν ἐπιζητουμένην διάστασιν, ἢ μόνον ὅτι μείζων ἂν γένοιτο τῆς ἐπὶ τὸν ἰσημερινὸν, ἀλλ' ἀπό τινος τῶν ἐναργεστέρων φαινομένων.

[6] Τὸ δὲ τοιοῦτον ὑπῆρξε μὲν ἂν καὶ παντάπασιν ἀκριβῶς, εἰ μαθηματικώτερόν τις ἐπισκεψάμενος ἐτύγχανε τὰ συμβεβηκότα ταῖς χώραις ἐκείναις· οὐκ οὔσης δὲ τοιαύτης ἱστορίας, ἀπὸ τῆς ἁπλουστέρας καταλείποιτ' ἃν ὁλοσχερέστερον σκοπεῖν τὸ εὔλογον τοῦ ποσοῦ τῆς ὑπὲρ τὸν ἰσημερινὸν ἐκβάσεως. Αὕτη δέ ἐστιν ἡ κατὰ τὰς ἰδέας καὶ τὰς χρόας τῶν ἐν τοῖς τόποις ζώων· ἀφ' ἧς οὐδὲ μέχρι τοῦ χειμερινοῦ τροπικοῦ φθάνειν ἀκόλουθόν ἐστι τὸν διὰ τῆς Ἀγίσυμβα χώρας παράλληλον, Αἰθιόπων οὔσης σαφῶς, ἀλλ' ἐγγυτέρω τοῦ ἰσημερινοῦ καταλήγειν.

[7] Οὐδὲ γὰρ παρ' ἡμῖν ἐν τοῖς ὁμοταγέσι τόποις, τουτέστι τοῖς ὑπὸ τὸν θερινὸν τροπικὸν, ἤδη τὰς χρόας ἔχουσιν Αἰθιόπων, οὐδὲ ῥινοκέρωτές εἰσιν ἢ ἐλέφαντες· ἀλλ' ἐν μὲν τοῖς οὐ πολλῷ τούτων νοτιωτέροις ἠρέμα τυγχάνουσι μέλανες, ὡς οἱ τὴν ἐκτὸς Συήνης Τριακοντάσχοινον οἰκοῦντες, ὁποίους ὄντας τοὺς Γαράμαντας καὶ ὁ Μαρῖνος διὰ ταύτην τὴν αἰτίαν οὔτε κατ' αὐτὸν τὸν θερινὸν τροπικὸν οὔτε βορειοτέρους αὐτοῦ, νοτιωτέρους δὲ πάντως ἱδρύσθαι φησίν· ἐν δὲ τοῖς περὶ Μερόην τόποις ἤδη κατακόρως εἰσὶ μέλανες τὰ χρώματα καὶ πρώτως Αἰθίοπες ἄκρατοι, καὶ τὸ τῶν ἐλεφάντων καὶ τὸ τῶν παραδοξοτέρων ζώων γένος ἐπινέμεται.

[10]

Ὅτι οὐ δεῖ τοὺς Αἰθίοπας μεσημβρινωτέρους ὑποτίθεσθαι τοῦ ἀντικειμένου παραλλήλου τῷ διὰ Μερόης.

[1]    Διὸ καλῶς ἂν ἔχοι μέχρι τοῦδε, τουτέστιν ἕως ἂν Αἰθίοπας ἡμῖν ἡ παράδοσις τῶν ἐκεῖσε διαπεραιουμένων ἱστορῇ, καὶ τὴν Ἀγίσυμβα χώραν καὶ τὸ Πράσον ἀκρωτήριον μετὰ τῶν κατὰ τὸν αὐτὸν παράλληλον κειμένων ὑπὸ τὸν ὁμοταγῆ τῷ διὰ Μερόης ἔγγιστα γράφειν, τουτέστι τὸν ἀπέχοντα τοῦ ἰσημερινοῦ πρὸς μεσημβρίαν τὰς ἴσας μοίρας ιϚ΄ γ΄΄ ιβ΄΄, σταδίους δὲ ὀκτακισχιλίους διακοσίους ἔγγιστα, ὥστε συνάγεσθαι τὸ πᾶν πλάτος ὁλοσχερέστερον μοιρῶν μὲν οθ΄ γ΄΄ ιβ΄΄ ἢ ὅλων ὀγδοήκοντα, σταδίων δὲ τετρακισμυρίων.

[2] Τὴν μέντοι μεταξὺ διάστασιν τῆς μεγάλης Λέπτεως καὶ τῆς Γαράμης τηρητέον, ὡς ὅ τε Φλάκκος καὶ ὁ Μάτερνος ὑπέθεντο, σταδίων πεντακισχιλίων τετρακοσίων. Αἵ τε γὰρ εἴκοσιν ἡμέραι δευτέρας εἰσὶν ὁδοῦ παρὰ τὴν πρώτην ἐπιτετμημένης ὡς πρὸς τὴν μεσημβρίαν ἢ τὰς ἄρκτους, ἐκείνης διὰ τὰς ἐκτροπὰς ἡμερῶν οὔσης τριάκοντα· καὶ τὸν ἑκάστης ἡμέρας σταδιασμὸν αὐτούς φησιν ἐκτεθεῖσθαι τοὺς ὁδεύσαντας, πλεονάκις οὐκ ἐνδεχόμενον ὄντα μόνον, ἀλλὰ καὶ ἀναγκαῖον διὰ τὰς τῶν ὑδρευμάτων ἀποχάς.

[3] Ὥσπερ δὲ διστάζειν δεῖ περὶ τῶν μεγάλων καὶ σπανίως ἢ μὴ ὁμολογουμένως ἐφοδευθεισῶν ἀποστάσεων, οὕτως περὶ τῶν μήτε μεγάλων, ἀλλὰ καὶ πολλάκις καὶ ὑπὸ πολλῶν ὁμολογουμένως διηνυσμένων πιστεύειν.

[11]

Περὶ τῶν εἰς τὸ μῆκος τῆς οἰκουμένης ὑπὸ τοῦ Μαρίνου μὴ δεόντως ἐπιλελογισμένων.

[1]    Ἐπὶ πόσον μὲν οὖν καλῶς ἂν ἔχοι τὸ πλάτος τῆς οἰκουμένης ἐκτείνειν, ἀπὸ τούτων ἡμῖν γεγονέτω δῆλον· τὸ δὲ μῆκος ὁ μὲν Μαρῖνος ποιεῖ περιεχόμενον ὑπὸ δύο μεσημβρινῶν τῶν ἀφοριζόντων ὡριαῖα διαστήματα ιε΄· ἡμῖν δὲ δοκεῖ καὶ ταύτης τῆς διαστάσεως τὸ πρὸς ἀνατολὰς μέρος ἐκτετάσθαι πλέον ἢ δεῖ, συναιρέσεώς τε τῆς εὐλόγου κἀνταῦθα γενομένης, τὸ πᾶν μῆκος μηδὲ ὅλων ἂν δώδεκα συσταθῆναι διαστημάτων ὡριαίων, ἐπὶ μὲν τοῦ δυτικωτάτου πέρατος ὁμοίως τιθεμένων τῶν Μακάρων νήσων, ἐπὶ δὲ τοῦ πρὸς ἀνατολὰς τῶν ἀπηλιωτικωτέρων μερῶν Σήρας τε καὶ Σινῶν καὶ Καττιγάρων.

[2] Τὴν μὲν γὰρ ἀπὸ τῶν Μακάρων νήσων διάστασιν ἐπὶ τὴν κατὰ Ἱεράπολιν τοῦ Εὐφράτου διάβασιν, ὡς ἐπὶ τοῦ διὰ τῆς Ῥοδίας παραλλήλου τηρουμένην, ἀκολούθως ληπτέον τοῖς κατὰ μέρος ἐκτεθεῖσιν ὑπ' αὐτοῦ σταδιασμοῖς διά τε τὸ συνεχὲς τῆς πείρας καὶ ἐπεὶ φαίνεται συνεπιλελογισμένος ἐπὶ τῶν μειζόνων ἀποχῶν τὸ παρὰ τὰς ἐκτροπὰς καὶ τὰς ἀνωμαλίας τῶν διανύσεων διορθώσεως ὀφεῖλον τυχεῖν καὶ ἔτι τὸ τὴν μὲν μίαν μοῖραν, οἵων ἐστὶν ὁ μέγιστος κύκλος τξ΄, πεντακοσίους ἐπὶ τῆς ἐπιφανείας τῆς γῆς ἀπολαμβάνειν σταδίους, ὅ τι ταῖς ὁμολογουμέναις ἀναμετρήσεσι σύμφωνόν ἐστι, τὴν δ' ὁμοίαν αὐτῇ περιφέρειαν τοῦ διὰ τῆς Ῥοδίας παραλλήλου, τουτέστι τοῦ ἀπέχοντος ἀπὸ τοῦ ἰσημερινοῦ μοίρας τριάκοντα ἓξ, τετρακοσίους ἔγγιστα σταδίους· τὸ γὰρ ὑπερβάλλον αὐτῶν κατὰ τὸ τῷ λόγῳ τῶν παραλλήλων ἀκόλουθον, ὀλίγον ὂν, ὡς ἐν ὁλοσχερεῖ καταλήψει παραλελείφθω.

[3] Τὴν δὲ ἀπὸ τῆς ἐκτεθειμένης τοῦ Εὐφράτου διαβάσεως μέχρι τοῦ Λιθίνου Πύργου διάστασιν συναγομένην κατ' αὐτὸν σχοίνων ὀκτακοσίων ἑβδομήκοντα ἓξ, σταδίων δὲ δισμυρίων ἑξακισχιλίων διακοσίων ὀγδοήκοντα, καὶ τὴν ἀπὸ τοῦ Λιθίνου Πύργου μέχρι Σήρας τῆς τῶν Σηρῶν μητροπόλεως, ὁδοῦ μὲν μηνῶν ἑπτὰ, σταδίων δὲ τρισμυρίων ἑξακισχιλίων διακοσίων, ὡς ἐπὶ τοῦ αὐτοῦ παραλλήλου, συναιροῦμεν ἑκατέραν κατὰ τὴν ἐπιβάλλουσαν διόρθωσιν, ἐπειδήπερ ἐπ' ἀμφοτέρων μὲν τῶν ὁδῶν φαίνεται μὴ μειώσας τὸ παρὰ τὰς ἐκτροπὰς πλεονάζον, ἐπὶ δὲ τῆς δευτέρας ἔτι καὶ ταῖς αὐταῖς ἀλογίαις περιπεπτωκὼς, αἷς καὶ κατὰ τὴν ὁδὸν τὴν ἀπὸ τῶν Γαραμάντων ἐπὶ τὴν Ἀγίσυμβα χώραν.

[4] Κἀκεῖ γὰρ τοῦ συναγομένου σταδιασμοῦ διὰ τῶν τεσσάρων μηνῶν καὶ τῶν δέκα τεσσάρων ἡμερῶν ἠναγκάσθη καθελεῖν πλέον ἢ τὸ ἥμισυ μέρος, ὅτι μὴ συνεχῆ τὴν ὁδοιπορίαν ἐνδεχόμενον ἦν ἐπὶ τοσοῦτον γεγονέναι χρόνον, ὅπερ καὶ κατὰ τὴν ἑπτάμηνον εὔλογόν ἐστι συμβεβηκέναι, καὶ πολὺ μᾶλλον ἢ κατὰ τὴν ἀπὸ Γαραμάντων ὁδόν.

[5] Αὕτη μὲν γὰρ καὶ ὑπὸ τοῦ βασιλέως τῆς χώρας διηνύσθη μετὰ προνοίας ὡς εἰκὸς οὐ τῆς τυχούσης καὶ εὐδιεινὴ οὖσα παντάπασιν· ἡ δ' ἀπὸ τοῦ Λιθίνου Πύργου μέχρι τῆς Σήρας ἐπιδέχεται χειμῶνας σφοδροὺς (ὑποπέπτωκε γὰρ ἐξ ὧν αὐτὸς ὑποτίθεται τοῖς δι' Ἑλλησπόντου καὶ Βυζαντίου παραλλήλοις), ὥστε καὶ διὰ τοῦτο πολλὰς ἀνοχὰς δεῖν γίνεσθαι τῆς πορείας· καὶ γὰρ δι' ἐμπορίας ἀφορμὴν ἐγνώσθη·

[6] Μάην γάρ φησί τινα τὸν καὶ Τιτιανὸν, ἄνδρα Μακεδόνα καὶ ἐκ πατρὸς ἔμπορον, συγγράψασθαι τὴν ἀναμέτρησιν οὐδ' αὐτὸν ἐπελθόντα, διαπεμψάμενον δέ τινας πρὸς τοὺς Σῆρας.

[7] Ἔοικε δὲ καὶ αὐτὸς ἀπιστεῖν ταῖς τῶν ἐμπορευομένων ἱστορίαις· τῷ γοῦν τοῦ Φιλήμονος λόγῳ, δι' οὗ τὸ μῆκος τῆς Ἰουερνίας νήσου τὸ ἀπ' ἀνατολῶν ἐπὶ δυσμὰς ἡμερῶν εἴκοσι παραδέδωκεν, οὐ συγκατατίθεται διὰ τὸ φάναι αὐτὸν (ὑπὸ) ἐμπόρων ἀκηκοέναι· τούτους γάρ φησι μὴ φροντίζειν τὴν ἀλήθειαν ἐξετάζειν ἀσχολουμένους περὶ τὴν ἐμπορίαν, πολλάκις δὲ καὶ αὔξειν μᾶλλον τὰ διαστήματα δι' ἀλαζονείαν. Ἐνταῦθα δὲ καὶ τὸ μηδὲν ἄλλο κατὰ τὴν τῆς ἑπταμήνου διάνυσιν ὑπὸ τῶν ὁδευσάντων ἱστορίας τινὸς ἢ μνήμης ἠξιῶσθαι τερατείαν ἐμφαίνει περὶ τὸ τοῦ χρόνου μῆκος.

[12]

Διόρθωσις ἀπὸ τῶν ὁδοιποριῶν τοῦ μήκους τῆς ἐγνωσμένης γῆς.

[1]    Διά τε δὴ ταῦτα καὶ διὰ τὸ μὴ εἶναι τὴν ὁδὸν ὑφ' ἕνα παράλληλον, ἀλλὰ τὸν μὲν Λίθινον Πύργον περὶ τὸν διὰ Βυζαντίου, τὴν δὲ Σήραν τοῦ δι' Ἑλλησπόντου νοτιωτέραν, εὔλογον μὲν ἂν δόξειε κἀνταῦθα τὸ πλῆθος τῶν ἐκ τῆς ἑπταμήνου συναγομένων σταδίων τρισμυρίων ἑξακισχιλίων διακοσίων εἰς ἔλαττον μειοῦν τοῦ ἡμίσεως. Ἀλλ' εἰς τὸ ἥμισυ συνῃρήσθω μόνον ὡς ἐν ὁλοσχερεῖ διαλήψει, ὥστε λογίζεσθαι τὴν ἐκκειμένην διάστασιν σταδίων μὲν μυρίων ὀκτακισχιλίων ἑκατὸν, μοιρῶν δὲ τεσσαράκοντα πέντε τετάρτου.

[2] Καὶ γὰρ ἄτοπον ἂν εἴη καὶ ἄγνωμον, τοῦ λόγου καθ' ἑκατέραν τῶν ὁδῶν τὴν τοσαύτην μείωσιν ὑποβάλλοντος, ἐπὶ μὲν τῆς ἀπὸ τῶν Γαραμάντων ἀκολουθεῖν αὐτῷ διὰ τὸ παρὰ πόδας εἶναι τὸν ἔλεγχον, τουτέστι τὰς τῶν κατὰ τὴν Ἀγίσυμβα χώραν ζώων διαφορὰς μὴ δυναμένας ὑπερενεχθῆναι τῶν κατὰ φύσιν τόπων, ἐπὶ δὲ τῆς ἀπὸ τοῦ Λιθίνου Πύργου μὴ παραλαμβάνειν τοῦ λόγου τὸ ἀκόλουθον, ὅτι μὴ κἀκεῖ τοιοῦτον. ἔλεγχον ἐπακολουθεῖν συμβέβηκεν, ἀλλὰ καθ' ὅλην τὴν διάστασιν ὅμοιον εἶναι τὸ περιέχον, ἄν τε μείζων ἄν τε ἐλάττων ᾖ· ὡσπερανεί τις, εἰ μὴ κατάφωρος ἔσοιτο, μὴ δικαιοπραγοίη κατὰ τὸν οἰκεῖον τῇ φιλοσοφίᾳ τρόπον.

[3] Καὶ τῆς προτέρας δὲ διαστάσεως, λέγω δὲ τῆς ἀπὸ τοῦ Εὐφράτου ἐπὶ τὸν Λίθινον Πύργον, τὰς ὀκτακοσίας ἑβδομήκοντα ἓξ σχοίνους καθαιρετέον διὰ τὰς τῶν ὁδῶν ἐκτροπὰς εἰς μόνας τὰς ὀκτακοσίας σχοίνους, σταδίους δὲ δισμυρίους τετρακισχιλίους.

[4] Πεπιστεύσθω γὰρ αὐτῷ τὸ συνεχὲς, ὅτι καὶ κατὰ σύμμετρα μέρη καὶ τετριμμένα ἤδη τῆς ἀναμετρήσεως ἔτυχεν· ὅτι μέντοι πλείους ἐκτροπὰς ἔχει, δῆλόν ἐστιν ἐξ ὧν καὶ ὁ Μαρῖνος ὑποτίθεται.

[5] Τὴν μὲν γὰρ ἀπὸ τῆς κατὰ Ἱεράπολιν τοῦ Εὐφράτου διαβάσεως διὰ τῆς Μεσοποταμίας ἐπὶ τὸν Τίγριν ὁδὸν καὶ τὴν ἐντεῦθεν διὰ Γαραμαίων τῆς Ἀσσυρίας καὶ Μηδίας εἰς Ἐκβάτανα καὶ Κασπίας Πύλας καὶ τῆς Παρθίας εἰς Ἑκατόμπυλον ἐνδέχεται περὶ τὸν διὰ τῆς Ῥοδίας πίπτειν παράλληλον· οὗτος γὰρ καὶ κατ' αὐτὸν γράφεται διὰ τῶν εἰρημένων χωρῶν·

[6] τὴν δὲ εἰς Ὑρκανίαν πόλιν ἀπὸ τὴς Ἑκατομπύλου πρὸς ἄρκτους ἀποκλίνειν ἀναγκαῖον, τῆς Ὑρκανίας πόλεως μεταξύ πως κειμένης τοῦ τε διὰ Σμύρνης παραλλήλου καὶ τοῦ δι' Ἑλλησπόντου διὰ τὸ τὸν μὲν διὰ Σμύρνης γράφεσθαι ὑπ' αὐτὴν τὴν Ὑρκανίαν χώραν, τὸν δὲ δι' Ἑλλησπόντου διὰ τῶν νοτίων μερῶν τῆς Ὑρκανίας θαλάσσης, ἃ τῆς ὁμωνύμου πόλεώς ἐστιν ὀλίγῳ βορειότερα.

[7] Πάλιν δὲ ἡ ἀπὸ ταύτης ὁδὸς εἰς τὴν Μαργιανὴν Ἀντιόχειαν διὰ τῆς Ἀρείας τὰ μὲν πρῶτα πρὸς μεσημβρίαν ἀποκλίνει, τῆς Ἀρείας ὑπὸ τὸν αὐτὸν ταῖς Κασπίαις Πύλαις κειμένης παράλληλον, ἔπειτα πρὸς ἄρκτους, τῆς Ἀντιοχείας περὶ τὸν δι' Ἑλλησπόντου παράλληλον ἱδρυμένης. Ἀφ' ἧς ἡ μὲν ἐπὶ τὰ Βάκτρα ὁδὸς ἐκτείνεται πρὸς ἀνατολὰς, ἡ δ' ἐντεῦθεν ἐπὶ τὴν ἀνάβασιν τῆς τῶν Κωμηδῶν ὀρεινῆς πρὸς ἄρκτους, ἡ δὲ τῆς ὀρεινῆς αὐτῆς μέχρι τῆς ἐκδεχομένης τὰ πεδία φάραγγος πρὸς μεσημβρίαν· τὰ μὲν γὰρ βόρεια καὶ δυσμικώτατα τῆς ὀρεινῆς, ἔνθα ἔστιν ἡ ἀνάβασις, τίθησιν ὑπὸ τὸν διὰ Βυζαντίου παράλληλον, τὰ δὲ νότια καὶ πρὸς ἀνατολὰς ὑπὸ τὸν δι' Ἑλλησπόντου· διότι φησὶν αὐτὴν ἀντικρὺς προϊοῦσαν ὡς πρὸς ἀνατολὰς ἐνδιδόναι πρὸς νότον.

[8] Καὶ τὴν ἐντεῦθεν δὲ πεντηκοντάσχοινον ἕως τοῦ Λιθίνου Πύργου πρὸς ἄρκτους εἰκός ἐστιν ἀποκλίνειν· ἀναβάντων γάρ, φησι, τὴν φάραγγα διαδέχεται ὁ Λίθινος Πύργος, ἀφ' οὗ εἰς τὰς ἀνατολὰς τὰ ὄρη χωροῦντα συνάπτει τῷ Ἰμάῳ ἀνιόντι ἀπὸ Παλιμβόθρων πρὸς ἄρκτους.

[9] Συντιθεμένων οὖν τῶν ἐπιβαλλουσῶν τοῖς δισμυρίοις τετρακισχιλίοις σταδίοις μοιρῶν ξ΄ ταῖς ἀπὸ τοῦ Λιθίνου Πύργου μέχρι τῆς Σήρας μοίραις με΄ δ΄΄, εἴη ἂν τὸ ἀπὸ τοῦ Εὐφράτου μέχρι τῆς Σήρας διάστημα κατὰ τὸν διὰ τῆς Ῥοδίας παράλληλον μοιρῶν ρε΄ δ΄΄.

[10] Συνάγεται δὲ κατ' αὐτὸν ἐξ ὧν ὑποτίθεται κατὰ μέρος σταδιασμῶν, ὡς ὑπὸ τὸν αὐτὸν παράλληλον, καὶ τὸ μὲν ἀπὸ τοῦ διὰ τῶν Μακάρων νήσων μεσημβρινοῦ ἕως τοῦ Ἱεροῦ ἀκρωτηρίου τῆς Ἱσπανίας διάστημα μοιρῶν δύο ἡμίσους, τὸ δ' ἐντεῦθεν ἐπὶ τὰς τοῦ Βαίτιος ἐκβολὰς, ὁμοίως δὲ καὶ τὸ ἀπὸ τοῦ Βαίτιος ἐπὶ τὸν Πορθμὸν καὶ τὴν Κάλπην ἑκάτερον τῶν ἴσων β΄ ἡμίσους· τῶν δ' ἐφεξῆς τὸ μὲν ἀπὸ τοῦ Πορθμοῦ μέχρι Καράλλεως τῆς Σαρδόνος μοιρῶν κε΄, τὸ δ' ἀπὸ Καράλλεως εἰς Λιλύβαιον τῆς Σικελίας μοιρῶν δ΄ καὶ ἡμίσους· τὸ δ' ἐντεῦθεν εἰς Πάχυνον μοιρῶν γ΄· καὶ πάλιν τὸ μὲν εἰς Ταίναρον τῆς Λακωνικῆς ἀπὸ Παχύνου μοιρῶν ι΄, τὸ δ' ἐντεῦθεν εἰς Ῥόδον η΄ δ΄΄, τὸ δ' ἀπὸ Ῥόδου πρὸς τὴν Ἰσσὸν ια΄ δ΄΄, τὸ δ' εἰς Εὐφράτην ἀπὸ τῆς Ἰσσοῦ δύο ἡμίσους· ὥστε συνάγεσθαι καὶ ταύτης μὲν τῆς διαστάσεως μοίρας οβ΄, τοῦ δ' ὅλου τῆς ἐγνωσμένης γῆς μήκους ἀπὸ τοῦ διὰ τῶν Μακάρων νήσων μεσημβρινοῦ μέχρι τῆς Σήρας τὰς ἐπὶ τὸ αὐτὸ μοίρας ροζ΄ δ΄΄.

[13]

Ἡ αὐτὴ διόρθωσις ἀπὸ τῶν κατὰ πλοῦν διανύσεων.

[1]    Στοχάσαιτο δ' ἄν τις τηλικοῦτον εἶναι τὸ μῆκος καὶ δι' ὧν ἐκτίθεται διαστημάτων κατὰ τὸν πλοῦν τὸν ἀπὸ τῆς Ἰνδικῆς μέχρι τοῦ τῶν Σινῶν κόλπου καὶ Καττιγάρων, ἐὰν τὸ παρὰ τὰς κολπώσεις καὶ τὰς ἀνωμαλίας τῶν πλῶν καὶ ἔτι τὰς θέσεις ἐπιλογίζηται κατὰ συνεγγισμὸν τῶν ἐπιβολῶν.

[2] Ἀπὸ γὰρ τοῦ μετὰ τὸν Κολχικὸν κόλπον ἀκρωτηρίου, ὃ καλεῖται Κῶρυ, τὸν Ἀργαρικὸν κόλπον φησὶ διαδέχεσθαι σταδίων ὄντα μέχρι Κούρουλα πόλεως τρισχιλίων τεσσαράκοντα, καὶ κεῖσθαι τοῦ Κῶρυ τὴν Κούρουλα πόλιν ὡς ἀπὸ βορέου.

[3] Συνάγοιτ' ἂν οὖν ἡ διαπεραίωσις ὑφαιρουμένου τοῦ τρίτου κατὰ τὸ ἀκόλουθον τῷ Ἀργαρικῷ κόλπῳ δισχιλίων τριάκοντα ἔγγιστα σταδίων μετὰ τῆς ἀνωμαλίας τῶν δρόμων· ἐξ ὧν εἰς τὴν συνέχειαν ὑπολογισθέντος ἔτι τοῦ τρίτου, καταλειφθήσονται στάδιοι χίλιοι τριακόσιοι πεντήκοντα ἔγγιστα κατὰ τὴν πρὸς βοῤῥᾶν θέσιν· ἧς μεταφερομένης ἐπὶ τὴν τῷ ἰσημερινῷ παράλληλον καὶ ὡς πρὸς ἀπηλιώτην, μειώσει τοῦ ἡμίσεως ἀκολούθως τῇ μεταλαμβανομένῃ γωνίᾳ ἕξομεν τὴν μεταξὺ τῶν δύο μεσημβρινῶν διάστασιν, τοῦ τε διὰ τοῦ Κῶρυ ἀκρωτηρίου καὶ τοῦ διὰ τῆς Κούρουλα πόλεως, σταδίων μὲν ἑξακοσίων σε΄, μοίρας δὲ μιᾶς ἔγγιστα καὶ τρίτου διὰ τὸ τοὺς κατὰ τοῦτον τὸν τόπον παφαλλήλους μηδενὶ ἀξιολόγῳ διαφέρειν τοῦ μεγίστου κύκλου.

[4] Πάλιν ἀπὸ Κούρουλα πόλεως ὁ πλοῦς, φησὶν, ἐστὶ πρὸς χειμερινὰς ἀνατολὰς ἕως Παλούρων σταδίων ἐννακισχιλίων τετρακοσίων πεντήκοντα.

[5] Ὧν καὶ αὐτῶν τὸ τρίτον ὁμοίως ἀφελόντες ὑπὲρ τῆς ἀνωμαλίας τῶν δρόμων ἕξομεν τὴν ἐκ τῆς συνεχείας ἐσομένην διάστασιν τὴν ὡς πρὸς εὖρον σταδίων ἑξακισχιλίων τριακοσίων ἔγγιστα· καὶ τούτων δὲ τὸ ἕκτον ἀφελόντες ὑπὲρ τοῦ τὴν παράλληλον τῷ ἰσημερινῷ ποιήσασθαι διάστασιν εὑρήσομεν καὶ τὴν τούτων τῶν μεσημβρινῶν ἀποχὴν σταδίων πεντακισχιλίων διακοσίων πεντήκοντα, μοιρῶν δὲ δέκα ἡμίσους.

[6] Ἐντεῦθεν δὲ τὸν μὲν κόλπον τὸν Γαγγητικὸν ἐκτίθεται σταδίων μυρίων ἐννακισχιλίων, τὸν δὲ διάπλουν αὐτοῦ τὸν ἀπὸ Παλούρων ἐπὶ Σάδαν πόλιν σταδίων μυρίων τρισχιλίων ὡς πρὸς ἰσημερινὴν ἀνατολήν. Διὸ μόνον τὸ τρίτον τούτων ὑπολογιστέον ὑπὲρ τῆς ἀνωμαλίας τοῦ πλοῦ, ὡς καταλείπεσθαι καὶ τὴν τούτων τῶν μεσημβρινῶν διάστασιν σταδίων ὀκτακισχιλίων ἑξακοσίων ἐβδομήκοντα, μοιρῶν δὲ ιζ΄ γ΄΄.

[7] Ἐφεξῆς δὲ τὸν ἀπὸ Σάδας πλοῦν ἕως Ταμάλας πόλεως ποιεῖται σταδίων τρισχιλίων πεντακοσίων ὡς πρὸς χειμερινὰς ἀνατολάς. Ὑπὲρ μὲν οὖν τῆς ἀνωμαλίας πάλιν τὸ τρίτον αὐτῶν ἀφελόντες ἕξομεν τοῦ συνεχοῦς δρόμου σταδίους δισχιλίους τριακοσίους τριάκοντα· διὰ δὲ τὴν πρὸς εὖρον νεῦσιν τὸ ἕκτον ἔτι τούτων προσυπολογίσαντες εὑρήσομεν καὶ τὴν τῶν ἐκκειμένων μεσημβρινῶν διάστασιν σταδίων μὲν χιλίων ἐννακοσίων τεσσαράκοντα, μοιρῶν δὲ ἔγγιστα τριῶν ἡμίσους τρίτου.

[8] Μετὰ δὲ ταῦτα τὸ ἀπὸ Ταμάλας ἐπὶ τὴν Χρυσῆν Χερσόνησον διαπέραμα σταδίων ἐκτίθεται χιλίων ἑξακοσίων ὡς πρὸς χειμερινὰς πάλιν ἀνατολὰς, ὥστε κἀνταῦθα τῶν ὁμοίων μερῶν ὑφαιρεθέντων καταλείπεσθαι τὴν τῶν μεσημβρινῶν διάστασιν σταδίων μὲν ἐννακοσίων, μοίρας δὲ μιᾶς καὶ τεσσάρων πέμπτων, συνάγεσθαί τε τὴν ἀπὸ τοῦ Κῶρυ ἀκρωτηρίου μέχρι τῆς Χρυσῆς Χερσονήσου διάστασιν μοιρῶν λδ΄ καὶ τεσσάρων πέμπτων.

[14]

Περὶ τοῦ ἀπὸ τῆς Χρυσῆς Χερσονήσου ἐπὶ τὰ Καττίγαρα διάπλου.

[1]    Τοῦ δ' ἀπὸ τῆς Χρυσῆς Χερσονήσου ἐπὶ τὰ Καττίγαρα διάπλου τὸν σταδιασμὸν ὁ Μαρῖνος οὐκ ἐκτίθεται· φησὶ δὲ Ἀλέξανδρον ἀναγεγραφέναι τὴν γῆν ἐντεῦθεν ἀντίαν εἶναι τῇ μεσημβρίᾳ, καὶ τοὺς πλέοντας παρ' αὐτὴν ἐν ἡμέραις εἴκοσι καταλαμβάνειν πόλιν Ζάβας, ἀπὸ δὲ τῶν Ζαβῶν πρὸς νότον διαπλεύσαντας καὶ μᾶλλον εἰς τὰ εὐώνυμα ἡμέρας τινὰς ἐκδέχεσθαι τὰ Καττίγαρα.

[2] Μηκύνει μὲν οὖν αὐτὸς τὴν ἐκκειμένην διάστασιν, ἀκούων τὸ τινὰς ἡμέρας ἀντὶ τοῦ πολλάς· διὰ τὸ πλῆθος γάρ φησι μὴ περιληφθῆναι αὐτὰς ἀριθμῷ· γελοίως οἶμαι τοῦτό γε· τίς γὰρ ἀριθμὸς ἡμερῶν ἀόριστος ἔσται, κἂν ὅλης τῆς γῆς πεπερασμένης περίοδον ἐπέχῃ; Τί δ' ἐκώλυε τὸν Ἀλέξανδρον ἀντὶ τοῦ τινὰς εἰπεῖν πολλάς; ὡς τὸν Διόσκορον ἔφη πολλῶν ἡμερῶν ἱστορῆσαι τὸν ἀπὸ τῶν Ῥάπτων ἐπὶ τὸ Πράσον πλοῦν. Εὐλογώτερον δ' ἄν τις ἐκδέχοιτο τὰς τινὰς ὡς ὀλίγας· καὶ γὰρ τοῦτον εἰώθαμεν κατηγορεῖν τὸν τρόπον.

[3] Ἀλλ' ἵνα μὴ δόξωμεν καὶ αὐτοὶ πρὸς κείμενόν τι πλῆθος ἐφαρμόζειν τὰς τῶν ἀποχῶν εἰκασίας, παραβάλωμεν τὸν ἀπὸ τῆς Χρυσῆς Χερσονήσου μέχρι Καττιγάρων πλοῦν, συγκείμενον ἔκ τε εἴκοσιν ἡμερῶν τῶν ἐπὶ Ζάβας καὶ ἐξ ἄλλων τινῶν τῶν ἐπὶ τὰ Καττίγαρα, τῷ πλῷ τῷ ἀπὸ τῶν Ἀρωμάτων ἐπὶ τὸ Πράσον ἀκρωτήριον, συγκειμένῳ καὶ αὐτῷ ἔκ τε τῶν ἴσων ἡμερῶν εἴκοσι τῶν ἐπὶ τὰ Ῥάπτα κατὰ Θεόφιλον καὶ ἐξ ἄλλων πολλῶν τῶν ἐπὶ τὸ Πράσον κατὰ Διόσκορον, ἵνα καὶ κατὰ τὸν Μαρῖνον ἐν ἴσῳ θῶμεν τὰς τινὰς ἡμέρας ταῖς πολλαῖς.

[4] Ἐπεὶ τοίνυν ἀπεδείξαμεν ἀπὸ τῶν εὐλόγων καὶ ἐξ αὐτῶν τῶν φαινομένων τὸ Πράσον ὑπὸ τὸν παράλληλον τὸν ἀπέχοντα πρὸς μεσημβρίαν τοῦ ἰσημερινοῦ μοίρας ιϚ΄ γ΄΄ ιβ΄΄, διέστηκε δὲ τοῦ ἰσημερινοῦ καὶ ὁ διὰ τῶν Ἀρωμάτων παράλληλος πρὸς τὰς ἄρκτους μοίρας δ΄ δ΄΄, ὥστε συνάγεσθαι τὴν ἀπὸ τῶν Ἀρωμάτων ἐπὶ τὸ Πράσον διάστασιν μοιρῶν κ΄ γο΄΄· τῶν ἴσων ἂν εἰκότως θείημεν καὶ τὴν ἀπὸ τῆς Χρυσῆς Χερσονήσου ἐπὶ Ζάβας κἀκεῖθεν ἐπὶ τὰ Καττίγαρα.

[5] Τὴν μὲν οὖν ἀπὸ τῆς Χρυσῆς Χερσονήσου ἐπὶ Ζάβας οὐδέν τι δεῖ μειοῦν, παράλληλον οὖσαν τῷ ἰσημερινῷ διὰ τὸ τὴν μεταξὺ χώραν ἀντίαν ἐκτετάσθαι τῇ μεσημβρίᾳ· τὴν δ' ἀπὸ Ζαβῶν ἐπὶ τὰ Καττίγαρα προσήκει συνελεῖν διὰ τὸ τὸν πλοῦν εἶναι πρὸς νότον καὶ πρὸς ἀνατολὰς, ἵνα τὴν παράλληλον τῷ ἰσημερινῷ λάβωμεν θέσιν.

[6] Εἰ δὴ τὸ ἥμισυ τῶν μοιρῶν προσνείμαιμεν ἑκατέρᾳ τῶν διαστάσεων διὰ τὸ ἄδηλον αὐτῶν τῆς ὑπεροχῆς, καὶ τῶν ἀπὸ Ζαβῶν ἐπὶ τὰ Καττίγαρα μοιρῶν ι΄ γ΄΄ τὸ τρίτον πάλιν ὑπολογίσαιμεν ὑπὲρ τῆς ἐγκλίσεως, ἕξομεν καὶ τὴν ἀπὸ τῆς Χρυσῆς Χερσονήσου ἐπὶ τὰ Καττίγαρα διάστασιν, ὡς ἐπὶ παραλλήλου τῷ ἰσημερινῷ θέσεως, μοιρῶν ιζ΄ Ϛ΄΄ ἔγγιστα. Ἐδέδεικτο δὲ καὶ ἡ ἀπὸ τοῦ Κῶρυ ἀκρωτηρίου μέχρι τῆς Χρυσῆς Χερσονήσου μοιρῶν λδ΄ καὶ τεσσάρων πέμπτων· πᾶσα ἄρα ἡ ἀπὸ τοῦ Κῶρυ μέχρι Καττιγάρων μοιρῶν ἐστιν ἔγγιστα νβ΄.

[7] Ἀλλ' ὁ μὲν διὰ τῆς ἀρχῆς τοῦ Ἰνδοῦ ποταμοῦ μεσημβρινὸς ὀλίγῳ δυτικώτερός ἐστι τοῦ βορείου τῆς Ταπροβάνης ἀκρωτηρίου κατὰ τὸν Μαρῖνον, ὅπερ ἀντίκειται τῷ Κῶρυ· τούτου δ' ἀφέστηκεν ὁ διὰ τῶν ἐκβολῶν τοῦ Βαίτιος ποταμοῦ ὡριαῖα διαστήματα η΄, μοίρας δὲ ρκ΄, καὶ ἔτι ὁ διὰ τῶν ἐκβολῶν τοῦ Βαίτιος τοῦ διὰ τῶν Μακάρων νήσων μοίρας ε΄· ὥστε καὶ ὁ μὲν διὰ τοῦ Κῶρυ μεσημβρινὸς ἀπέχει τοῦ διὰ τῶν Μακάρων νήσων μικρῷ πλέον μοιρῶν ρκε΄, ὁ δὲ διὰ Καττιγάρων τοῦ διὰ τῶν Μακάρων νήσων μικρῷ πλέον τῶν ἐπὶ τὸ αὐτὸ μοιρῶν ροζ΄, κατὰ τὴν αὐτὴν σχεδὸν διάστασιν τοῖς ἐπὶ τοῦ διὰ τῆς Ῥοδίας παραλλήλου συλλελογισμένοις.

[8] Ἀλλ' ὑποκείσθω τὸ μέχρι τῆς μητροπόλεως τῶν Σινῶν μῆκος ὅλων μοιρῶν ρπ΄, ὡριαίων δὲ διαστημάτων δώδεκα, διὰ τὸ πάντας ὁμολογεῖν ἀνατολικωτέραν αὐτὴν εἶναι τῶν Καττιγάρων, ὥστε συνάγεσθαι καὶ τοῦ διὰ τῆς Ῥοδίας μήκους σταδίους ἑπτακισμυρίους καὶ δισχιλίους ἔγγιστα.

[15]

Περὶ τῶν ἐν τῇ κατὰ μέρος ἐκθέσει τῷ Μαρίνῳ διαπεφωνημένων.

   Εἰς μὲν δὴ τὰς καθόλου διαστάσεις ἐπὶ τοσοῦτον συνεστείλαμεν τοῦ τε μήκους τὸ πρὸς ἀνατολὰς καὶ τοῦ πλάτους τὸ πρὸς μεσημβρίαν διὰ τὰς ἐκτεθειμένας αἰτίας· καὶ τὰς κατὰ μέρος δὲ τῶν πόλεων διαθέσεις πολλαχῆ διορθώσεως ἠξιώσαμεν, ἐφ' ὧν μαχομένας ἢ μὴ ἀκολούθους ἐκθέσεις πεποίηται κατὰ διαφόρους ὑπομνήσεις διὰ τὸ πολύχουν καὶ ποικίλον τῶν συντάξεων, οἷον ἐπὶ τῶν ἀντικεῖσθαι πεπιστευμένων.

[2] Ταρρακῶνα γάρ φησιν ἀντικεῖσθαι τῇ Καισαρείᾳ τῇ καλουμένῃ Ἰὼλ, τὸν διὰ ταύτης μεσημβρινὸν γράφων καὶ διὰ τῶν Πυρηναίων ὀρῶν, ἅτινα Ταρρακῶνος οὐκ ὀλίγῳ ἐστὶν ἀνατολικώτερα.

[3] Καὶ Πάχυνον μὲν Λέπτει τῇ μεγάλῃ, Θεαίναις δὲ Ἱμέραν, τῆς μὲν ἀπὸ Παχύνου διαστάσεως ἐπὶ τὴν Ἱμέραν τετρακοσίων που σταδίων συναγομένης, τῆς δ' ἀπὸ Λέπτεως ἐπὶ Θεαίνας ὑπὲρ τοὺς χιλίους πεντακοσίους, ἐξ ὧν ὁ Τιμοσθένης ἀναγράφει.

[4] Καὶ πάλιν Τέργεστον μέν φησιν ἀντικεῖσθαι Ῥαουέννῃ, τοῦ δὲ μυχοῦ τοῦ Ἀδρίου τοῦ κατὰ Τιλαουέντου ποταμοῦ τὸ μὲν Τέργεστον ἀπέχειν πρὸς θερινὰς ἀνατολὰς σταδίους τετρακοσίους ὀγδοήκοντα, τὴν δὲ Ῥαουένναν πρὸς χειμερινὰς ἀνατολὰς σταδίους χιλίους.

[5] Ὁμοίως ἀντικεῖσθαί φησι Χελιδονίας μὲν Κανώβῳ, Ἀκάμαντα δὲ Πάφῳ, καὶ Πάφον Σεβεννύτῳ, τῶν μὲν ἀπὸ Χελιδονίων εἰς Ἀκάμαντα σταδίων χιλίων καὶ ὑπ' αὐτοῦ τιθεμένων, τῶν δ' ἀπὸ Κανώβου εἰς Σεβέννυτον ὑπὸ Τιμοσθένους διακοσίων ἐννενήκοντα· καίτοι ταύτης τῆς διαστάσεως, εἴπερ ὑπὸ τοὺς αὐτοὺς ἔκειτο μεσημβρινοὺς, τῷ ὄντι μείζονος ὀφειλούσης εἶναι διὰ τὸ καὶ μείζονος ὑποτείνειν παραλλήλου περιφέρειαν.

[6] Πάλιν τὴν Πῖσάν φησιν ἀπέχειν Ῥαουέννης πρὸς Λιβόνοτον σταδίους ἑπτακοσίους· διὰ δὲ τῆς τῶν κλιμάτων καὶ τῆς τῶν ὡριαίων διαιρέσεως Πῖσαν μὲν ἐν τῷ τρίτῳ τίθησιν ὡριαίῳ, Ῥαουένναν δὲ ἐν τῷ τετάρτῳ.

[7] Καὶ Λονδινίου τῆς Βρεττανίας Νοιόμαγον εἰπὼν νοτιωτέραν μιλίοις νθ΄, βορειοτέραν αὐτὴν διὰ τῶν κλιμάτων ἀποφαίνει.

[8] Καὶ τὸν Ἄθω δὲ τάξας ἐπὶ τοῦ δι' Ἑλλησπόντου παραλλήλου, τὴν Ἀμφίπολιν καὶ τὰ περὶ αὐτὴν ὑπὲρ τὸν Ἄθω καὶ τὰς τοῦ Στρυμόνος ἐκβολὰς κείμενα ἐν τῷ τετάρτῳ καὶ ὑπὸ τὸν Ἑλλήσποντον κλίματι τίθησιν.

[9] Ὁμοίως δὲ καὶ τῆς Θρᾴκης σχεδὸν ὅλης ὑπὸ τὸν διὰ Βυζαντίου παράλληλον κειμένης, τὰς μεσογείους αὐτῆς πόλεις ἁπάσας ἐν τῷ ὑπὲρ τοῦτον τὸν παράλληλον κλίματι κατέταξεν.

[10] Ἔτι Τραπεζοῦντα, φησὶν, ἱδρύσομεν ἐπὶ τοῦ διὰ Βυζαντίου παραλλήλου· καὶ τὰ Σάταλα τῆς Ἀρμενίας δείξας ἀπέχοντα Τραπεζοῦντος πρὸς μεσημβρίαν μίλια ἑξήκοντα, κατὰ τὴν τῶν παραλλήλων γραφὴν τὸν διὰ Βυζαντίου φέρει διὰ Σατάλων καὶ οὐ διὰ Τραπεζοῦντος.

[11] Καὶ μὴν καὶ τὸν Νεῖλον ποταμόν φησιν ἀκολούθως τῇ ἀληθείᾳ γραφήσεσθαι, ἐξ οὗ πρῶτον ὁρᾶται παραγινόμενος, ἀπὸ μεσημβρίας πρὸς τὰς ἄρκτους μέχρι Μερόης· ὁμοίως δὲ καὶ τὸν ἀπὸ τῶν Ἀρωμάτων ἐπὶ τὰς λίμνας ἐξ ὧν ὁ Νεῖλος ῥεῖ πλοῦν ἀπαρκτίᾳ συντελεῖσθαι, τῶν Ἀρωμάτων ἀνατολικωτέρων ὄντων τοῦ Νείλου παμπόλλῳ· Πτολεμαῒς μὲν γὰρ ἡ τῶν Θηρῶν ἀνατολικωτέρα ἐστὶ Μερόης καὶ τοῦ Νείλου δέκα ἡμερῶν ὁδὸν ἢ δώδεκα, Πτολεμαΐδος δὲ καὶ τοῦ Ἀδουλιτικοῦ κόλπου τὰ στενὰ τὰ κατὰ Ὄκηλιν τὴν χερσόνησον καὶ Δείρην σταδίοις τρισχιλίοις πεντακοσίοις· τούτων δ' ἐστὶν ἀνατολικώτερον τὸ ἀκρωτήριον τῶν μεγάλων Ἀρωμάτων σταδίοις πεντακισχιλίοις.

[16]

Ὅτι παρῆλθεν αὐτόν τινα καὶ κατὰ τοὺς τῶν ἐπαρχιῶν περιορισμούς.

[1]    Παρῆλθε δέ τινα αὐτὸν καὶ κατὰ τοὺς περιορισμούς, ὡς ὅταν τὴν μὲν Μυσίαν πᾶσαν ἀπ' ἀνατολῶν ὁρίζῃ τῇ Ποντικῇ θαλάσσῃ, τὴν δὲ Θρᾴκην ἀπὸ δυσμῶν Μυσίᾳ τῇ ἄνω, καὶ τὴν μὲν Ἰταλίαν ἀπ' ἄρκτων μὴ Ῥαιτίᾳ καὶ Νωρικῷ μόνον, ἀλλὰ καὶ Παννονίᾳ, τὴν δὲ Παννονίαν ἀπὸ μεσημβρίας Δαλματίᾳ μόνῃ καὶ μηκέτι τῇ Ἰταλίᾳ, καὶ τοὺς μὲν μεσογείους Σογδιανοὺς καὶ τοὺς Σάκας γειτνιάζειν ἀπὸ μεσημβρίας τῇ Ἰνδικῇ, τοὺς δὲ βορειοτέρους τοῦ Ἰμάου ὄρους, ὅ ἐστιν ἀρκτικώτατον τῆς Ἰνδικῆς, δύο παραλλήλους τόν τε δι' Ἑλλησπόντου καὶ τὸν διὰ Βυζαντίου μὴ γράφῃ διὰ τῶν εἰρημένων ἐθνῶν, ἀλλὰ πρώτως τὸν διὰ μέσου Πόντου.

[17]

Περὶ τῶν διαπεφωνημένων αὐτῷ πρὸς τὰ ὑπὸ τῶν καθ' ἡμᾶς ἱστορηθέντα.

[1]    Τούτοις μὲν οὖν καὶ τοῖς τοιούτοις οὐκ ἐπέστησεν ὁ Μαρῖνος, ἤτοι διὰ τὸ πολύχουν καὶ κεχωρισμένον τῶν συντάξεων ἢ διὰ τὸ μὴ φθάσαι καὶ κατὰ τὴν τελευταίαν ἔκδοσιν, ὡς αὐτός φησι, πίνακα καταγράψαι, δι' οὖ καὶ τὴν τῶν κλιμάτων καὶ τὴν τῶν ὡριαίων μόνως ἐποιήσατο διόρθωσιν.

[2] Ἔνια δὲ καὶ τοῖς νῦν ἱστορουμένοις οὐκ ἔχει συμφώνως· ὡς ὁ Σαχαλίτης κόλπος ἀπὸ δυσμῶν ὑπ' αὐτοῦ τιθέμενος τοῦ Συάγρου ἀκρωτηρίου· πάντες γὰρ ἡμῖν ἁπαξαπλῶς ὁμολογοῦσιν, οἵ γε τοὺς τόπους τούτους διαπλέοντες, ἀπ' ἀνατολῶν τοῦ Συάγρου καὶ τὴν Σαχαλῖτιν εἶναι χώραν τῆς Ἀραβίας καὶ τὸν ὁμώνυμον αὐτῇ κόλπον.

[3] Καὶ πάλιν τὰ Σήμυλλα τὸ τῆς Ἰνδικῆς ἐμπόριον μὴ μόνον τοῦ Μαρέως ἀκρωτηρίου δυτικώτερον ὑπ' αὐτοῦ τεθειμένον, ἀλλὰ καὶ τοῦ Ἰνδοῦ ποταμοῦ· μόνον γὰρ μεσημβρινώτερον ὁμολογεῖται τῶν στομάτων εἶναι τοῦ ποταμοῦ παρά τε τῶν ἐντεῦθεν εἰσπλευσάντων καὶ χρόνον πλεῖστον ἐπελθόντων τοὺς τόπους καὶ παρὰ τῶν ἐκεῖθεν ἀφικομένων πρὸς ἡμᾶς, καλούμενον ὑπὸ τῶν ἐγχωρίων Τίμουλα·

[4] παρ' ὧν καὶ τά τε ἄλλα τὰ περὶ τὴν Ἰνδικὴν μερικώτερον καὶ κατ' ἐπαρχίας ἐμάθομεν καὶ τὰ ταύτης τῆς χώρας ἐνδοτέρω μέχρι τῆς Χρυσῆς Χερσονήσου καὶ ἐντεῦθεν ἕως τῶν Καττιγάρων, τὸ μὲν ὅτι πρὸς ἀνατολάς ἐστιν ὁ πλοῦς εἰσπλεόντων καὶ πάλιν ἐξιόντων πρὸς δυσμὰς συνιστορούντων, τὸ δ' ἄτακτον καὶ ἀνώμαλον τοῦ χρόνου τῶν διανύσεων προσομολογούντων, καὶ ὅτι ὑπέρκειται τῶν Σινῶν ἥ τε τῶν Σηρῶν χώρα καὶ ἡ μητρόπολις, καὶ τὰ ἀνατολικώτερα τούτων ἄγνωστός ἐστι γῆ λίμνας ἔχουσα ἑλώδεις, ἐν αἷς κάλαμοι μεγάλοι φύονται καὶ συνεχεῖς οὕτως, ὥστε ἐχομένους αὐτῶν ποιεῖσθαι τὰς διαπεραιώσεις· καὶ ὅτι οὐ μόνον ἐπὶ τὴν Βακτριανὴν ἐντεῦθέν ἐστιν ὁδὸς διὰ τοῦ Λιθίνου πύργου, ἀλλὰ καὶ ἐπὶ τὴν Ἰνδικὴν διὰ Παλιμβόθρων· ἡ δὲ ἀπὸ τῆς μητροπόλεως τῶν Σινῶν ἐπὶ τὸν ὅρμον τὰ Καττίγαρα πρὸς δυσμάς ἐστι καὶ μεσημβρίαν, ὡς διὰ τοῦτο μὴ πίπτειν αὐτὴν κατὰ τὸν διὰ τῆς Σήρας καὶ τῶν Καττιγάρων μεσημβρινὸν, ἐξ ὧν φησιν ὁ Μαρῖνος, ἀλλὰ κατά τινα τῶν ἀνατολικωτέρων.

[5] Καὶ μὴν καὶ παρὰ τῶν ἀπὸ τῆς Ἀραβίας τῆς εὐδαίμονος διαπεραιουμένων ἐμπόρων ἐπὶ τὰ Ἀρώματα καὶ τὴν Ἀζανίαν καὶ τὰ Ῥάπτα, ταῦτα δὲ πάντα Βαρβαρίαν ἰδίως καλούντων, μανθάνομεν τόν τε πλοῦν μὴ ἀκριβῶς εἶναι πρὸς μεσημβρίαν, ἀλλὰ τοῦτον μὲν πρὸς δυσμὰς καὶ μεσημβρίαν, τὴν δ' ἀπὸ τῶν Ῥάπτων ἐπὶ τὸ Πράσον διαπεραίωσιν πρὸς ἀνατολὰς καὶ μεσημβρίαν· καὶ τὰς λίμνας δὲ, ἀφ' ὧν ὁ Νεῖλος ῥεῖ, μὴ παρ' αὐτὴν εἶναι τὴν θάλασσαν, ἀλλ' ἐνδοτέρω συχνῷ· καὶ τὴν τάξιν τὴν τῶν ἐπὶ τὸ Ῥάπτον ἀκρωτήριον ἀπὸ τοῦ τῶν Ἀρωμάτων Αἰγιαλῶν καὶ Ἀποκόπων ἑτέραν εἶναι τῆς κατὰ τὸν Μαρῖνον, καὶ μὴ πολλῶν συνάγεσθαι σταδίων ἐκεῖ τὸν ἐξ ἡμέρας καὶ νυκτὸς πλοῦν διὰ τὸ ταχυμετάβολον τῶν ὑπὸ τὸν ἰσημερινὸν πνευμάτων, ἀλλ' ὡς ἐπίπαν τετρακοσίων ἢ πεντακοσίων σταδίων· εἶναι δὲ συνεχῆ μὲν τοῖς Ἀρώμασι πρῶτον κόλπον, ἐν ᾧ μετὰ μιᾶς ἡμέρας ὁδὸν ἀπὸ τῶν Ἀρωμάτων Πανὼ κώμην καὶ Ὀπώνην (ἐμπόριον) ἀπέχουσαν τῆς κώμης ὁδὸν ἡμέρας· μετὰ δὲ τοῦτο τὸ ἐμπόριον συνάπτειν ἄλλον κόλπον, ἀρχὴν τῆς Ἀζανίας, οὗ κατὰ τὴν ἀρχὴν ἐκκεῖσθαι Ζίγγιν ἄκραν καὶ Φαλαγγίδα ὄρος τριῶν κεφαλῶν· καλεῖσθαι δὲ τοῦτον μόνον τὸν κόλπον Ἀπόκοπα, καὶ διάπλουν ἔχειν δύο νυχθημέρων· παρήκειν δ' ἀπ' αὐτοῦ τὸν Μικρὸν Αἰγιαλὸν ἐν διάπλῳ τριῶν διαστημάτων, εἶτα τὸν Μέγαν Αἰγιαλὸν ἐν διάπλῳ πέντε διαστημάτων, ἀμφοτέρους δὲ ἐπὶ τὸ αὐτὸ τεσσάρων ἔχειν διάπλουν νυχθημέρων· συνῆφθαι δὲ τούτοις ἄλλον κόλπον, ἐν ᾧ ἐμπόριον τὸ καλούμενον Ἐσσινὰ μετὰ δύο νυχθημέρων πλοῦν, εἶτα Σαραπίωνος ὅρμον μετὰ μιᾶς ἡμέρας πλοῦν· ἐντεῦθεν ἄρχεσθαι τὸν ἐπὶ τὰ Ῥάπτα φέροντα κόλπον τριῶν νυχθημέρων ἔχοντα διάπλουν· οὗ κατὰ μὲν τὰς ἀρχὰς ἐμπόριον εἶναι τὸ καλούμενον Τονίκι, παρὰ δὲ τὸ Ῥάπτον ἄκρον ποταμὸν (τὸν καλούμενον) Ῥάπτον καὶ μητρόπολιν ὁμώνυμον αὐτῷ μικρὸν ἀπέχουσαν τῆς θαλάσσης· τὸν δ' ἀπὸ τῶν Ῥάπτων μέχρι· τοῦ Πράσου ἀκρωτηρίου κόλπον μέγιστον ὄντα καὶ μὴ βαθὺν περιοικεῖν βαρβάρους ἀνθρωποφάγους.

[18]

Περὶ τῆς ἀπὸ τῶν τοῦ Μαρίνου συντάξεων πρὸς τὴν καταγραφὴν τῆς οἰκουμένης δυσχρηστίας.

[1]    Τὰ μὲν οὖν κατ' αὐτὴν τὴν ἱστορίαν ὀφείλοντα τυχεῖν τινος ἐπιστάσεως ὑποτετυπώσθω μέχρι τοσούτων, ἵνα μὴ καὶ δόξωμέν τισιν ἔνστασιν προχειρίσασθαι καὶ μὴ διόρθωσιν· ἔσται γὰρ ἡμῖν ἕκαστα δι' αὐτῆς τῆς κατὰ μέρος ὑφηγήσεως δῆλα. Λοιπὸν δ' ἂν εἴη τὰ κατὰ τὴν ἔφοδον τῆς καταγραφῆς ἐπισκέψασθαι.

[2] Διπλῆς δὴ τῆς τοιαύτης οὔσης ἐπιβολῆς, καὶ πρώτης μὲν τῆς ἐν μέρει σφαιρικῆς ἐπιφανείας ποιουμένης τὴν τῆς οἰκουμένης διάθεσιν, δευτέρας δὲ τῆς ἐν ἐπιπέδῳ, κοινὸν μὲν ἐπ' ἀμφοτέρων ἐστὶ προκείμενον τὸ εὔχρηστον, τουτέστι τὸ δεῖξαι πῶς ἂν καὶ μὴ προϋποκειμένης εἰκόνος ἀπὸ μόνης τῆς διὰ τῶν ὑπομνημάτων παραθέσεως εὐμεταχείριστον ὡς ἔνι μάλιστα ποιοίμεθα τὴν καταγραφήν.

[3] Τό τε γὰρ ἀεὶ μεταφέρειν ἀπὸ τῶν προτέρων παραδειγμάτων ἐπὶ τὰ ὕστερα διὰ τῆς κατὰ μικρὸν παραλλαγῆς εἰς ἀξιόλογον εἴωθεν ἐξάγειν ἀνομοιότητα τὰς μεταβολάς· κἂν μὴ τὴν μέθοδον ταύτην τὴν ἐκ τῆς ὑπομνήσεως αὐτάρκη πρὸς ἔνδειξιν τῆς ἐκθέσεως εἶναι συμβαίνῃ, τοῖς οὐκ εὐποροῦσι τῆς εἰκόνος ἀμήχανον ἔσται τοῦ προκειμένου δεόντως τυχεῖν, ὃ συμβαίνει καὶ νῦν τοῖς πλείστοις ἐπὶ τοῦ κατὰ τὸν Μαρῖνον πίνακος, οὐκ ἐπιτυχοῦσι μὲν ἀπὸ τῆς ὑστάτης συντάξεως παραδείγματος, ἀποσχεδιάσασι δὲ ἐκ τῶν ὑπομνημάτων καὶ διαμαρτοῦσιν ἐν τοῖς πλείστοις τῆς ὁμολογουμένης συναγωγῆς διὰ τὸ δύσχρηστον καὶ διεσπαρμένον τῆς ὑφηγήσεως, ὡς ἐξέσται παντὶ τῷ πειρωμένῳ σκοπεῖν.

[4] Ἐφ' ἑκάστου γὰρ τῶν σημαινομένων τόπων ἀναγκαίου τυγχάνοντος ἔχειν καὶ τὴν κατὰ μῆκος καὶ τὴν κατὰ πλάτος θέσιν τῷ μέλλοντι κατατάξειν αὐτὸν ὅπου δεῖ, τοῦτο μὲν οὐκ ἔστιν εὐθὺς εὑρεῖν ἐν ταῖς συντάξεσι, κεχωρισμένως δὲ ἐνταῦθα μὲν εἰ τύχοι τὰ πλάτη μόνον ὡς ἐπὶ τῆς τῶν παραλλήλων ἐκθέσεως, ἀλλαχόθι δὲ τὰ μήκη μόνον καθάπερ ἐπὶ τῆς τῶν μεσημβρινῶν ἀναγραφῆς, καὶ οὐδὲ τῶν αὐτῶν ἐν ἑκατέρῳ μέρει κατὰ τὸ πλεῖστον, ἀλλὰ δι' ἄλλων μὲν τοὺς παραλλήλους γραφομένους, δι' ἄλλων δὲ τοὺς μεσημβρινοὺς, ὥστε ἐνδεῖν τοῖς τοιούτοις τῆς ἑτέρας τῶν θέσεων· ὅλως τε καθ' ἓν ἕκαστον τῶν κατατασσομένων πάντων σχεδὸν δεῖ πρὸς τὴν ἐπίσκεψιν τῶν ὑπομνημάτων, ἐπειδήπερ ἐν ἅπασι λέγεταί τι ἄλλο περὶ τῶν αὐτῶν· κἂν μὴ καθ' ἓν ἐπιζητῶμεν τὰ καθ' ἕκαστον εἶδος ἐκτιθέμενα περὶ αὐτοῦ, λήσομεν αὑτοὺς διαμαρτάνοντες ἐν πολλοῖς τῶν ὀφειλόντων παρατηρήσεως τυχεῖν.

[5] Ἔτι δὲ ἐπὶ τῆς τῶν πόλεων καταταγῆς τὰς μὲν παραλίους προχειρότερον ἄν τις ὑπογράφοι, τάξεώς τινος ὡς ἐπίπαν τηρηθείσης ἐπ' αὐτῶν, τὰς δὲ μεσογείους οὐκέτι, μηδαμῆ σημαινομένης τῆς πρὸς ἀλλήλας αὐτῶν ἢ πρὸς ἐκείνας σχέσεως πλὴν ὀλίγων, ἐφ' ὧν ἔτυχέ πως πὴ μὲν τὸ μῆκος πὴ δὲ τὸ πλάτος προσδιωρισμένον.

[19]

Περὶ τοῦ τῆς καθ' ἡμᾶς ὑφηγήσεως προχείρου πρὸς τὴν καταγραφήν.

[1]    Ὅθεν ἡμεῖς διπλοῦν ἀναδεξάμενοι πόνον, τὸν μὲν ἵνα τὴν γνώμην τοῦ ἀνδρὸς τὴν δι' ὅλης τῆς συντάξεως τηρήσωμεν χωρὶς τῶν τυχόντων τινὸς διορθώσεως, τὸν δ' ἵνα τὰ μὴ παρ' αὐτοῦ δῆλα γενόμενα διὰ τῆς ἀπὸ τῶν ἐντυγχανόντων ἱστορίας ἢ τῆς ἐν τοῖς ἀκριβεστέροις πίναξι τάξεως ἐφ' ὅσον εὔπορον ἦν δεόντως ἐγγραφῇ, προσεπεμελήθημεν καὶ τοῦ κατὰ τὴν μέθοδον προχείρου συντάξαντες ἐπὶ πασῶν τῶν ἐπαρχιῶν τάς τε περιγραφὰς αὐτῶν τὰς κατὰ μέρος, ποίας ἔχουσι θέσεις κατά τε μῆκος καὶ κατὰ πλάτος, καὶ τῶν ἐν αὐταῖς ἀξιολογωτέρων ἐθνῶν τὰς πρὸς ἄλληλα σχέσεις καὶ τῶν ἐπισημοτέρων πόλεών τε καὶ ποταμῶν καὶ κόλπων, ὀρῶν τε καὶ τῶν ἄλλων τῶν εἰς οἰκουμένης πίνακα δυναμένων πεσεῖν τὰς ἀκριβεῖς ἐποχὰς, τουτέστιν ὅσας ἀπέχει μοίρας, οἵων ἐστὶν ὁ μέγιστος κύκλος τριακοσίων ἑξήκοντα, κατὰ μὲν τὸ μῆκος ὁ διὰ τοῦ τόπου γραφόμενος μεσημβρινὸς ἀπὸ τοῦ τὸ δυσμικὸν πέρας ἀφορίζοντος ἐπὶ τοῦ ἰσημερινοῦ, κατὰ δὲ τὸ πλάτος ὁ δι' αὐτοῦ γραφόμενος παράλληλος ἀπὸ τοῦ ἰσημερινοῦ ἐπὶ τοῦ μεσημβρινοῦ. Οὕτως γὰρ εὐθύς τε ἕξομεν διαγινώσκειν τὴν ἑκάστου θέσιν, καὶ διὰ τῆς τῶν κατὰ μέρος ἀκριβείας καὶ τὴν τῶν ἐπαρχιῶν αὐτῶν σχέσιν πρὸς ἀλλήλας τε καὶ τὴν ὅλην οἰκουμένην.

[20]

Περὶ τῆς ἀσυμμετρίας τοῦ κατὰ τὸν Μαρῖνον γεωγραφικοῦ πίνακος.

[1]    Ἰδιάζοι δ' ἂν ἑκατέρα τῶν ἐπιβολῶν, ὅτι τὸ μὲν ἐπὶ σφαίρας ποιεῖσθαι τὴν καταγραφὴν αὐτόθεν μὲν ἔχει τὴν τοῦ σχήματος τῆς γῆς ὁμοιότητα καὶ οὐ δεῖ τινος πρὸς τὸ τοιοῦτον ἐπιτεχνήσεως· οὐ μὴν οὔτε πρόχειρον παρέχει τὸ δυνάμενον μέγεθος χωρῆσαι τὰ πολλὰ τῶν ἀναγκαίως καταταχθησομένων, οὔτε τὴν ἐπιβολὴν τῆς ὄψεως ἀθρόαν ὅλῳ τῷ σχήματι δύναται προσάπτειν, ἀλλὰ θάτερον δεῖ παραφέρειν ἐπὶ τὴν τῶν ἐφεξῆς προσβολὴν, τουτέστιν ἢ τὴν ὄψιν ἢ τὴν σφαῖραν.

[2] Τὸ δ' ἐν ἐπιπέδῳ τούτων μὲν παντάπασιν ἀπήλλακται, μέθοδον δ' ἐπιζητεῖ τινα πρὸς τὴν ὁμοιότητα τῆς σφαιρικῆς εἰκόνος, ἵνα τὰς ἐπ' αὐτῆς συνισταμένας διαστάσεις συμμέτρους ὡς ἔνι μάλιστα ποιῇ καὶ κατὰ τὴν ἡπλωμένην ἐπιφάνειαν ταῖς ἀληθιναῖς.

[3] Ὅπερ Μαρῖνος εἰς ἐπίστασιν οὐ τὴν τυχοῦσαν ἀγαγὼν καὶ πάσαις ἁπαξαπλῶς μεμψάμενος ταῖς μεθόδοις τῶν ἐπιπέδων καταγραφῶν, οὐδὲν ἧττον αὐτὸς φαίνεται κεχρημένος τῇ μάλιστα μὴ ποιούσῃ συμμέτρους τὰς διαστάσεις.

[4] Τὰς μὲν γὰρ ἀντὶ τῶν κύκλων γραμμὰς τῶν τε παραλλήλων καὶ τῶν μεσημβρινῶν εὐθείας ὑπεστήσατο πάσας καὶ ἔτι καὶ τὰς τῶν μεσημβρινῶν παραλλήλους ἀλλήλαις παραπλησίως τοῖς πολλοῖς.

[5] Μόνον δ' αὐτὸς τετήρηκε τὸν διὰ Ῥόδου παράλληλον σύμμετρον τῷ μεσημβρινῷ κατὰ τὸν ἐν τῇ σφαίρᾳ τῶν ὁμοίων περιφερειῶν ἐπιτέταρτον ἔγγιστα λόγον τοῦ μεγίστου κύκλου πρὸς τὸν παράλληλον τὸν ἀπέχοντα τοῦ ἰσημερινοῦ μοίρας τριάκοντα ἓξ, τῶν δ' ἄλλων οὐδενὸς ἔτι φαίνεται πεφροντικὼς οὔτε συμμετρίας ἕνεκεν οὔτε τῆς σφαιρικῆς προσβολῆς.

[6] Πρῶτον μὲν γὰρ καθισταμένης τῆς ὄψεως πρὸς τὸ μέσον τοῦ βορείου τεταρτημορίου τῆς σφαίρας, ἐν ᾧ τὸ πλεῖστον καταγράφεται τῆς οἰκουμένης, οἱ μὲν μεσημβρινοὶ δύνανται φαντασίαν εὐθειῶν παρέχειν, ὅταν ἐκ τῆς παραφορᾶς ἕκαστος ἀντίος καθίστηται καὶ πίπτῃ τὸ ἐπίπεδον αὐτοῦ διὰ τῆς κορυφῆς τῆς ὄψεως· οὐκέτι μέντοι καὶ οἱ παράλληλοι διὰ τὴν παράθεσιν τοῦ βορείου πόλου, κύκλων δὲ τμήματα παρεμφαίνουσι σαφῶς τὰ κυρτὰ πρὸς μεσημβρίαν ἀποστρεφόντων.

[7] Ἔπειτα καὶ κατὰ τὴν ἀλήθειαν καὶ κατὰ τὴν φαντασίαν τῶν αὐτῶν μεσημβρινῶν ὁμοίας μὲν ἀνίσους δὲ περιφερείας ἐν τοῖς διαφέρουσι κατὰ μέγεθος παραλλήλοις ἀπολαμβανόντων καὶ μείζους ἀεὶ τὰς ἐν τοῖς ἐγγυτέρω τοῦ ἰσημερινοῦ, πάσας αὑταῖς ἴσας ποιεῖ, τὰς μὲν τῶν βορειοτέρων κλιμάτων τοῦ διὰ Ῥόδου διαστάσεις ἐπὶ πλεῖον τῆς ἀληθείας ἐκτείνων, τὰς δὲ τῶν νοτιωτέρων ἐπ' ἔλαττον συνάγων, ὡς μηδ' ἐφαρμόζειν ἔτι αὐτὰς τοῖς ἐκτεθειμένοις ὑπ' αὐτοῦ σταδιασμοῖς, ἀλλὰ λείπειν μὲν τὰς ὑπὸ τὸν ἰσημερινὸν τῷ πέμπτῳ μάλιστα ἑαυτῶν μέρει, ὅσῳ καὶ ὁ διὰ Ῥόδου παράλληλος λείπει τοῦ ἰσημερινοῦ, πλεονάζειν δὲ τὰς ὑπὸ τὸν διὰ Θούλης τοῖς τέσσαρσιν ἑαυτῶν πέμπτοις, ὅσοις καὶ ὁ διὰ Ῥόδου πλεονάζει τοῦ διὰ Θούλης.

[8] Ἔστι γὰρ ἔγγιστα οἵων ὁ ἰσημερινὸς ἑκατὸν δέκα πέντε τοιούτων ὁ μὲν τὰς τριάκοντα ἓξ μοίρας ἀπέχων τοῦ ἰσημερινοῦ καὶ διὰ Ῥόδου γραφόμενος παράλληλος Ϛγ΄, ὁ δὲ τὰς ξγ΄ καὶ διὰ Θούλης γραφόμενος νβ΄.

[21]

Τίνα δεῖ τηρεῖν ἐπὶ τῆς ἐν ἐπιπέδῳ γινομένης καταγραφῆς.

[1]    Καλῶς οὖν ἂν ἔχοι διὰ ταῦτα τὰς μὲν ἀντὶ τῶν μεσημβρινῶν γραμμὰς τηρεῖν εὐθείας, τὰς δ' ἀντὶ τῶν παραλλήλων ἐν τμήμασι κύκλων περὶ ἓν καὶ τὸ αὐτὸ κέντρον γραφομένων, ἀφ' οὗ κατὰ τὸν βόρειον πόλον ὑποτιθεμένου διάγειν δεήσει τὰς μεσημβρινὰς εὐθείας, ἵνα πρὸ πάντων τὸ κατ' αὐτὴν τὴν σχέσιν καὶ τὴν προσβολὴν τῆς σφαιρικῆς ἐπιφανείας παρόμοιον διασώζηται, μενόντων τε πάλιν πρὸς τοὺς παραλλήλους ἀκλινῶν τῶν μεσημβρινῶν καὶ ἔτι συμπιπτόντων ἐπὶ τὸν κοινὸν ἐκεῖνον πόλον.

[2] Ἐπεὶ δὲ οὐχ οἷόντε διὰ πάντων τῶν παραλλήλων σῶσαι τὴν ἐπὶ σφαίρας ἀναλογίαν, αὐτάρκως ἂν ἔχοι τοῦτο μὲν τηρεῖν ἐπί τε τοῦ διὰ Θούλης καὶ τοῦ ἰσημερινοῦ, ἵνα σύμμετροι τυγχάνωσιν αἱ περιέχουσαι τὸ καθ' ἡμᾶς πλάτος πλευραὶ ταῖς ἀληθιναῖς, τὸν δὲ διὰ Ῥόδου γραφησόμενον, ἐφ' οὗ καὶ τῶν κατὰ μῆκος διαστάσεων αἱ πλεῖσται γεγόνασιν ἐξετάσεις, κατὰ τὴν πρὸς τὸν μεσημβρινὸν ἀναλογίαν διαιρεῖν, ὡς ὁ Μαρῖνος ποιεῖ, τουτέστι κατὰ τὸν ἐπιτέταρτον ἔγγιστα λόγον τῶν ὁμοίων περιφερειῶν, ἵνα τὸ γνωριμώτερον τῆς οἰκουμένης μῆκος σύμμετρον ᾖ τῷ πλάτει. Ὃν δὲ τρόπον καὶ ταῦτα μεθοδευθήσεται, δῆλον ἑξῆς ποιήσομεν, ἐὰν πῶς δεῖ τὴν ἐν τῇ σφαίρᾳ καταγραφὴν γίνεσθαι προεκθώμεθα.

[22]

Πῶς δεῖ τὴν οἰκουμένην ἐν σφαίρᾳ καταγράφειν.

[1]    Τὸ μὲν δὴ μέγεθος ἡ περὶ τὸ πλῆθος τῶν καταταχθησομένων πρόθεσις τοῦ κατασκευάζοντος διακρίνειεν ἃν, ὅπως ἂν ἔχοι δυνάμεώς τε καὶ φιλοτιμίας, ὡς ἐφ' ὅσον ἂν αὔξηται τοῦτο καὶ τῆς καταγραφῆς λεπτομερεστέρας τε ἅμα καὶ σαφεστέρας ἀποτελεσθησομένης. Ὁπηλίκη δ' οὖν ἂν ᾖ, λαβόντες αὐτῆς τοὺς πόλους ἀκριβῶς προσαρμόσομεν δι' αὐτῶν ἡμικύκλιον ὀλίγιστον ἀπέχον τῆς ἐπιφανείας, ὥστε μόνον μὴ παρατρίβειν αὐτὴν ἐν τῇ περιφορᾷ. Τὸ δ' ἡμικύκλιον ἔστω μὲν στενὸν, ἵνα μὴ πλείοσιν ἐπιπροσθῇ τόποις· τὴν δ' ἑτέραν τῶν πλευρῶν ἐχέτω δι' αὐτῶν ἀκριβῶς τῶν κατὰ τοὺς πόλους σημείων ἀποτεταμένην, ὅπως δι' αὐτῆς γράφωμεν τοὺς μεσημβρινούς. Ἣν καὶ διελόντες εἰς ρπ΄ τμήματα, παρασημειωσόμεθα τοὺς ἀριθμοὺς ἀπὸ τῆς μέσης καὶ κατὰ τὸν ἰσημερινὸν ἐσομένης τομῆς ποιούμενοι τὴν ἀρχήν. Ὁμοίως δὲ καὶ τὸν ἰσημερινὸν γράψαντες καὶ τὸ ἕτερον αὐτοῦ τῶν ἡμικυκλίων διελόντες εἰς τὰ ἴσα ρπ΄ τμήματα παραθήσομεν καὶ τούτῳ τοὺς ἀριθμοὺς τὴν ἀρχὴν ἀπ' ἐκείνου ποιούμενοι τοῦ πέρατος, δι' οὗ τὸν δυσμικώτατον γράψομεν τῶν μεσημβρινῶν.

[4] Ποιησόμεθα δὲ τὴν καταγραφὴν ἤδη ἀπό τε τῶν ἐν τοῖς ὑπομνήμασι μοιρογραφιῶν μήκους τε καὶ πλάτους καθ' ἕνα ἕκαστον τῶν σημαινομένων τόπων, καὶ ἀπὸ τῶν διαιρέσεων τῶν ἡμικυκλίων τοῦ τε ἰσημερινοῦ καὶ τοῦ κινουμένου μεσημβρινοῦ, τοῦτον μὲν παραφέροντες ἐπὶ τὴν δηλουμένην τοῦ μήκους μοῖραν, τουτέστιν ἐπὶ τὴν τὸν ἀριθμὸν περιέχουσαν τοῦ ἰσημερινοῦ τομὴν, τὴν δὲ κατὰ τὸ πλάτος ἀπὸ τοῦ ἰσημερινοῦ διάστασιν ἐξ αὐτῆς τῆς τοῦ μεσημβρινοῦ διαιρέσεως λαμβάνοντες, καὶ κατὰ τὸν δηλούμενον ἀριθμὸν ἐκτιθέμενοι τὴν σημείωσιν τὸν αὐτὸν τρόπον τῷ τῆς στερεᾶς σφαίρας ἀστερισμῷ.

[5] Ὁμοίως δὲ καὶ τοὺς μεσημβρινοὺς ἐξέσται γράφειν δι' ὅσων ἂν προαιρώμεθα τοῦ μήκους μοιρῶν αὐτῇ τῇ διῃρημένῃ τοῦ κρίκου πλευρᾷ κανόνι χρωμένοις, τοὺς δὲ παραλλήλους δι' ὅσων ἂν σύμμετρον ᾖ ἀποχῶν παρατιθεῖσι τὸ καταγράψον αὐτοὺς τῷ τὴν οἰκείαν ἀποχὴν σημαίνοντι τῆς πλευρᾶς ἀριθμῷ καὶ συμπαραφέρουσιν αὐτῷ τῷ κρίκῳ μέχρι τῶν τὰ πέρατα τῆς ἐγνωσμένης γῆς ἀφοριζόντων μεσημβρινῶν.

[23]

Ἔκθεσις τῶν ἐντασσομένων τῇ καταγραφῇ μεσημβρινῶν καὶ παραλλήλων.

[1]    Οὗτοι μὲν οὖν περιέξουσιν ὡριαῖα διαστήματα δώδεκα τοῖς ἀποδεδειγμένοις ἀκολούθως· γεγράψεται δὲ καὶ ὁ τὸ νοτιώτερον πέρας ἀφορίζων παράλληλος τοσοῦτον τοῦ ἰσημερινοῦ ἀπέχων πρὸς μεσημβρίαν, ὅσον καὶ ὁ διὰ Μερόης πρὸς τὰς ἄρκτους. Ἡμῖν μέντοι σύμμετρον ἔδοξεν εἶναι τοὺς μὲν μεσημβρινοὺς γράφειν διὰ τριτημορίου μιᾶς ὥρας ἰσημερινῆς, τουτέστι διὰ πέντε τῶν εἰλημμένων τοῦ ἰσημερινοῦ τμημάτων, τοὺς δὲ βορειοτέρους τοῦ ἰσημερινοῦ παραλλήλους, ὥστε τὸν μὲν πρῶτον ἀπ' αὐτοῦ τετάρτῳ μιᾶς ὥρας διαφέρειν ἀπέχοντα κατὰ τὸν μεσημβρινὸν, ὡς αἱ γραμμικαὶ δείξεις ἔγγιστα ὑποβάλλουσι, μοίρας δ΄ δ΄΄·

   τὸν δὲ δεύτερον ἡμίσει μιᾶς ὥρας διαφέρειν ἀπέχοντα ὁμοίως μοίρας η΄ γ΄΄ ιβ΄΄·

   τὸν δὲ τρίτον ὥρᾳ ἡμισείᾳ καὶ τετάρτῳ μιᾶς ὥρας διαφέρειν ἀπέχοντα μοίρας ιβ΄ Ϛ΄΄·

   τὸν δὲ τέταρτον ὥρᾳ μιᾷ διαφέρειν ἀπέχοντα μοίρας ιϚ΄ γ΄΄ ιβ΄΄ (καὶ γραφόμενον διὰ τῆς Μερόης)·

   τὸν δὲ πέμπτον ὥρᾳ μιᾷ καὶ τετάρτῳ διαφέρειν ἀπέχοντα μοίρας κ΄ δ΄΄·

   τὸν δὲ ἕκτον καὶ ὑπὸ τὸν θερινὸν τροπικὸν ὥρᾳ μιᾷ καὶ ἡμίσει διαφέρειν ἀπέχοντα μοίρας κγ΄ Ϛ΄΄ γ΄΄ (καὶ γραφόμενον διὰ Συήνης)·

   τὸν δὲ ἕβδομον ὥρᾳ μιᾷ καὶ ἡμίσει καὶ τετάρτῳ διαφέρειν ἀπέχοντα μοίρας κζ΄ Ϛ΄΄·

   τὸν δὲ ὄγδοον ὥραις δυσὶ διαφέρειν ἀπέχοντα μοίρας λ΄ γ΄΄·

   τὸν δὲ ἔννατον ὥραις δυσὶ καὶ τετάρτῳ διαφέρειν ἀπέχοντα μοίρας λγ΄ γ΄΄.

   τὸν δὲ δέκατον ὥραις δυσὶ καὶ ἡμίσει διαφέρειν ἀπέχοντα μοίρας λϚ΄ (καὶ γραφόμενον διὰ τῆς Ῥοδίας)·

   τὸν δὲ ἑνδέκατον ὥραις δυσὶ καὶ ἡμίσει καὶ τετάρτῳ διαφέρειν ἀπέχοντα μοίρας λη΄ Ϛ΄΄ ιβ΄΄·

   τὸν δὲ δωδέκατον ὥραις τρισὶ διαφέρειν ἀπέχοντα μοίρας μ΄ Ϛ΄΄ γ΄΄ ιβ΄΄.

   τὸν δὲ τρισκαιδέκατον ὥραις τρισὶ καὶ τετάρτῳ διαφέρειν ἀπέχοντα μοίρας μγ΄ ιβ΄΄·

   τὸν δὲ τεσσαρεσκαιδέκατον ὥραις τρισὶ καὶ ἡμίσει διαφέρειν ἀπέχοντα μοίρας με΄·

   τὸν δὲ πεντεκαιδέκατον ὥραις τέσσαρσι διαφέρειν ἀπέχοντα μοίρας μη΄ Ϛ΄΄·

   τὸν δὲ ἑκκαιδέκατον ὥραις τέσσαρσι καὶ ἡμίσει διαφέρειν ἀπέχοντα μοίρας να΄ Ϛ΄΄.

   τὸν δὲ ἑπτακαιδέκατον ὥραις πέντε διαφέρειν ἀπέχοντα μοίρας νδ΄·

   τὸν δὲ ὀκτωκαιδέκατον ὥραις πέντε καὶ ἡμίσει διαφέρειν ἀπέχοντα μοίρας νϚ΄ Ϛ΄΄·

   τὸν δὲ ἐννεακαιδέκατον ὥραις ἓξ διαφέρειν ἀπέχοντα μοίρας νη΄·

   τὸν δὲ εἰκοστὸν ὥραις ἑπτὰ διαφέρειν ἀπέχοντα μοίρας ξα΄·

   τὸν δὲ εἰκοστὸν πρῶτον ὥραις ὀκτὼ διαφέρειν ἀπέχοντα μοίρας ξγ΄ (καὶ γραφόμενον διὰ τῆς Θούλης).

   Καὶ ἄλλος δὲ γεγράψεται πρὸς μεσημβρίαν τοῦ ἰσημερινοῦ περιέχων διαφορὰν ἡμιωρίου, ὃς ἐλεύσεται διά τε τοῦ Ῥαπτοῦ ἀκρωτηρίου καὶ τῶν Καττιγάρων, ἔγγιστα τὰς ἴσας ταῖς ἀντικειμέναις ἀπέχων τοῦ ἰσημερινοῦ μοίρας η΄ γ΄΄ ιβ΄΄.

[24]

Μέθοδος εἰς τὴν ἐν ἐπιπέδῳ τῆς οἰκουμένης σύμμετρον τῇ σφαιρικῇ θέσει καταγραφήν.

[1]    Ἐπὶ δὲ τῆς ἐν τῷ πίνακι καταγραφῆς ἡ τῆς συμμετρίας τῶν ἄκρων παραλλήλων μέθοδος ἡμῖν ἔσται τοιαύτη. Κατασκευάσομεν πίνακα παραλληλόγραμμον ὀρθογώνιον, ὡς τὸν ΑΒΓΔ, διπλασίαν ἔχοντα ἔγγιστα τὴν ΑΒ πλευρὰν τῆς ΑΓ. Ὑποκείσθω δὲ ἡ ΑΒ κατὰ τὴν ἄνω θέσιν ἐσομένη ἐπὶ τὰ βόρεια μέρη τῆς καταγραφῆς. Ἔπειτα διελόντες τὴν ΑΒ δίχα τε καὶ πρὸς ὀρθὰς τῇ ΕΖ εὐθείᾳ, προσαρμόσομεν αὐτῇ κανόνα σύμμετρον καὶ ὀρθὸν, ὥστε τὴν ἐπὶ τοῦ μήκους αὐτοῦ μέσην γραμμὴν ἐπὶ μιᾶς εὐθείας συνίστασθαι τῇ ΕΖ, ὡς τὴν (περὶ τὴν) ΕΗ· καὶ γινέσθω ἡ ΕΗ τοιούτων λδ΄, οἵων ἐστὶν ἡ ΗΖ εὐθεῖα ρλα΄ γ΄΄ ιβ΄΄· καὶ κέντρῳ τῷ Η καὶ διαστήματι τῷ ἀπέχοντι αὐτοῦ σημείῳ ἐπὶ τῆς ΗΖ τμήματα οθ΄ κύκλον γράψομεν τὸν ἐσόμενον ἀντὶ τοῦ διὰ Ῥόδου παραλλήλου, ὡς τὸν ΘΚΛ.

[2] Πρὸς μὲν δὴ τοὺς τοῦ μήκους ὅρους, ἓξ ὡριαίων διαστημάτων συναγομένους ἐφ' ἑκάτερα τοῦ Κ, λαβόντες τὴν ἐπὶ τῆς ΗΖ τοῦ μέσου μεσημβρινοῦ γραμμῆς διάστασιν τεσσάρων τμημάτων ἀντὶ τῶν ἐπὶ τοῦ διὰ τῆς Ῥοδίας παραλλήλου πέντε ὁμοίων διὰ τὸν ἐπιτέταρτον ἔγγιστα λόγον τοῦ μεγίστου κύκλου πρὸς αὐτὸν, καὶ τηλικαύτας ὀκτωκαίδεκα διεκβαλόντες ἐφ' ἑκάτερα τοῦ Κ κατὰ τὴν ΘΚΛ περιφέρειαν, ἕξομεν τὰ σημεῖα, δι' ὧν ἐπιζευγνύναι δεήσει ἀπὸ τοῦ Η τοὺς τὰ τριτημόρια τῶν ὡρῶν διαστήματα περιέξοντας μεσημβρινοὺς, ὥσπερ καὶ τοὺς ἀφορίζοντας τὰ πέρατα, τόν τε ΗΘΜ καὶ τὸν ΗΛΝ.

[3] Γραφήσεται δὲ ἀκολούθως καὶ ὁ μὲν διὰ Θούλης διαστήματι τῷ ἀπέχοντι ἀπὸ τοῦ Η ἐπὶ τῆς ΗΖ τμήματα νβ΄, ὡς ὁ ΞΟΠ· ὁ δὲ ἰσημερινὸς τῷ ἀπέχοντι τοῦ Η ὁμοίως τμήματα ριε΄, ὡς ὁ ΡΣΤ· ὁ δὲ ἀντικείμενος τῷ διὰ Μερόης καὶ νοτιώτατος τῷ ἀπέχοντι τοῦ Η τμήματα ρλα΄ γ΄΄ ιβ΄΄, ὡς ὁ ΜΥΝ.

[4] Συναχθήσεται οὖν ὁ μὲν τῆς ΡΣΤ πρὸς τὴν ΞΟΠ λόγος ὁ τῶν ριε΄ πρὸς τὰ νβ΄ κατὰ τὸν ἐπὶ τῆς σφαίρας τῶν παραλλήλων τούτων λόγον, ἐπειδὴ καὶ οἵων μὲν ἡ ΗΣ ὑπόκειται ριε΄, τοιούτων ἐστὶ καὶ ἡ ΗΟ τμημάτων νβ΄, ὡς δὲ ἡ ΗΣ πρὸς τὴν ΗΟ, οὕτως ἡ ΡΣΤ περιφέρεια πρὸς τὴν ΞΟΠ.

[5] Καταληφθήσεται δὲ καὶ ἡ μὲν ΟΚ τοῦ μεσημβρινοῦ διάστασις, τουτέστιν ἡ ἀπὸ τοῦ διὰ Θούλης ἐπὶ τὸν διὰ Ῥόδου, τμημάτων κζ΄· ἡ δὲ ΚΣ, τουτέστιν ἡ ἀπὸ τοῦ διὰ Ῥόδου μέχρι τοῦ ἰσημερινοῦ, τῶν αὐτῶν λϚ΄· ἡ δὲ ΣΥ, τουτέστιν ἡ ἀπὸ τοῦ ἰσημερινοῦ ἐπὶ τὸν ἀντικείμενον τῷ διὰ Μερόης, τῶν αὐτῶν ιϚ΄ γ΄΄ ιβ΄΄. Καὶ ἔτι οἵων ἐστὶν ἡ ΟΥ κατὰ πλάτος τῆς ἐγνωσμένης γῆς διάστασις οθ΄ γ΄΄ ιβ΄΄ ἢ ὅλων π΄, τοιούτων ἔσται καὶ ἡ ΘΚΛ μέση κατὰ μῆκος διάστασις ρμδ΄ ἀκολούθως τοῖς ἐκ τῶν ἀποδείξεων ὑποτιθεμένοις· τὸν αὐτὸν γὰρ τούτῳ λόγον ἔχουσιν ἔγγιστα καὶ οἱ τετρακισμύριοι τοῦ πλάτους στάδιοι πρὸς τοὺς ἑπτακισμυρίους καὶ δισχιλίους τοῦ κατὰ τὸν διὰ τῆς Ῥοδίας παράλληλον μήκους. Καὶ τοὺς λοιποὺς δὲ τῶν παραλλήλων γράψομεν, ἐὰν προαιρώμεθα, κέντρῳ πάλιν τῷ Η καὶ διαστήμασι τοῖς ἀπέχουσιν ἀπὸ τοῦ Σ τὰ ἴσα τμήματα τοῖς ἐκκειμένοις ἐπὶ τῶν ἀποχῶν τοῦ ἰσημερινοῦ.

[6] Ἐξέσται δ' ἡμῖν καὶ μὴ διευθύνειν τὰς ἀντὶ τῶν μεσημβρινῶν γραμμὰς ἕως τοῦ ΜΥΝ παραλλήλου, ἀλλὰ μέχρι μόνου τοῦ ΡΣΤ ἰσημερινοῦ, ἔπειτα διελοῦσι τὴν ΜΥΝ περιφέρειαν εἰς Ϛ΄ ἴσα τε καὶ ἰσάριθμα τμήματα τοῖς ἐπὶ τοῦ διὰ Μερόης εἰλημμένοις, ἐπ' αὐτὰς τὰς τομὰς ἐπιζευγνύειν ἀπὸ τῶν κατὰ τὸν ἰσημερινὸν τὰς μεταξὺ πιπτούσας εὐθείας τῶν μεσημβρινῶν, ὅπως ἐμφαίνηταί πως ἡ ἐπὶ θάτερα τοῦ ἰσημερινοῦ καὶ πρὸς μεσημβρίαν ἀποκλίνουσα θέσις ἐκ τῆς μεταλαμβανομένης ἐπιστροφῆς, ὡς ἔχουσιν αἱ ΡΦ καὶ ΤΧ γραμμαί.

[7]    Λοιπὸν δὲ ἕνεκεν τοῦ προχείρου τῆς τῶν κατατασσομένων τόπων παρασημειώσεως ποιήσομεν πάλιν κανόνιον στενὸν, ἴσον τῷ μήκει τῇ ΗΖ ἢ τῇ ΗΣ μόνῃ, καὶ ἐμπολίσαντες αὐτὸ περὶ τὸ Η, ὥστε παραφερομένου καθ' ὅλον τὸ μῆκος τῆς καταγραφῆς ἐφαρμόζειν ἀκριβῶς τὴν ἑτέραν τῶν πλευρῶν ταῖς τῶν μεσημβρινῶν εὐθείαις διὰ τὸ κατὰ μέσου τοῦ πόλου τὴν ἐκτομὴν αὐτῆς πίπτειν, διελοῦμεν ταύτην τὴν πλευρὰν εἰς τὰ ἐπιβάλλοντα ἤτοι τῇ ΗΖ τμήματα ρλα΄ γ΄ ιβ΄ ἢ τῇ ΗΣ μόνῃ τμήματα ριε΄, καὶ παρασημειωσόμεθα τοὺς ἀριθμοὺς ἀπὸ τῆς κατὰ τὸν ἰσημερινὸν τομῆς ποιούμενοι τὴν ἀρχὴν, ἀφ' ὧν καὶ τοὺς παραλλήλους ἐξέσται γράφειν, ἵνα μὴ τὸν ἐπὶ τῆς καταγραφῆς μεσημβρινὸν ΟΥ εἰς πάντα τὰ τμήματα διαιροῦντες καὶ παρασημειούμενοι συγχέωμεν τὰς ἐσομένας πρὸς αὐτῷ τῶν τόπων ἐπιγραφάς.

[8] Διελόντες οὖν καὶ τὸν ἰσημερινὸν εἰς τὰς τῶν δώδεκα ὡρῶν ρπ΄ μοίρας. καὶ παραθέντες τοὺς ἀριθμοὺς ἀπὸ τῆς κατὰ τὸν δυσμικώτατον μεσημβρινὸν ἀρχῆς παροίσομεν ἀεὶ τὴν τοῦ κανονίου πλευρὰν ἐπὶ τὴν δηλουμένην τοῦ μήκους μοῖραν· καὶ διὰ τῆς ἐν τῷ κανονίῳ διαιρέσεως ἐπὶ τὴν κατὰ πλάτος σημαινομένην θέσιν ἀφικνούμενοι τὴν δέουσαν ἐφ' ἑκάστου ποιησόμεθα σημείωσιν τὸν αὐτὸν τρόπον τοῖς ἐπὶ τῇ σφαίρᾳ ὑποδεδειγμένοις.

[9]    Ἔτι δ' ἂν ὁμοιότερόν τε καὶ συμμετρώτερον ποιοίμεθα τὴν ἐν τῷ πίνακι τῆς οἰκουμένης καταγραφὴν, εἰ καὶ τὰς μεσημβρινὰς γραμμὰς καταλάβοιμεν τῇ φαντασίᾳ τῶν ἐπὶ τῆς σφαίρας μεσημβρινῶν γραμμῶν, ὡς τοῦ ἄξονος τῶν ὄψεων διήκοντος ἐν τῇ θέσει τῆς σφαίρας διά τε τῆς πρὸς τῇ ὄψει τομῆς τοῦ διχοτομοῦντος τὸ μῆκος τῆς ἐγνωσμένης γῆς μεσημβρινοῦ καὶ τοῦ διχοτομοῦντος αὐτῆς τὸ πλάτος παραλλήλου, καὶ ἔτι τοῦ κέντρου τῆς σφαίρας, ἵν' ἐξ ἴσου τὰ ἀντικείμενα πέρατα ταῖς ὄψεσι καταλαμβάνηται καὶ φαίνηται.

[10] Πρῶτον δὲ ἕνεκεν τοῦ ποσοῦ τῆς ἐγκλίσεως τῶν τε παραλλήλων κύκλων καὶ τοῦ διὰ τῆς σημαινομένης τομῆς καὶ τοῦ κέντρου τῆς σφαίρας ὀρθοῦ πρὸς τὸν μέσον τοῦ μήκους μεσημβρινὸν ἐπιπέδου νοείσθω ὁ μέγιστος κύκλος ὁ τὸ φαινόμενον ἡμισφαίριον ἀφορίζων ὁ ΑΒΓΔ, καὶ τοῦ μὲν διχοτομοῦντος τὸ ἡμισφαίριον μεσημβρινοῦ ἡμικύκλιον τὸ ΑΕΓ, ἡ δὲ πρὸς τῇ ὄψει τομὴ τούτου τε καὶ τοῦ διχοτομοῦντος τὸ πλάτος παραλλήλου τὸ Ε σημεῖον· καὶ γεγράφθω διὰ τοῦ Ε μεγίστου κύκλου πάλιν ἡμικύκλιον ὀρθὸν πρὸς τὸ ΑΕΓ τὸ ΒΕΔ, οὗ τὸ ἐπίπεδον δηλονότι κατὰ τὸν ἄξονα ὑποκείσεται τῶν ὄψεων· [11] ἀποληφθείσης τε τῆς ΕΖ περιφερείας μοιρῶν κγ΄ ἡμίσους τρίτου, τοσαύτας γὰρ διέστηκεν ὁ ἰσημερινὸς τοῦ διὰ Συήνης, ὃς μέσος ἔγγιστα καθίσταται τοῦ πλάτους, γεγράφθω καὶ διὰ τοῦ Ζ ἡμικύκλιον τοῦ ἰσημερινοῦ τὸ ΒΖΔ. Ἐγκεκλιμένον ἄρα φανήσεται τό τε τοῦ ἰσημερινοῦ ἐπίπεδον καὶ τὰ τῶν ἄλλων παραλλήλων πρὸς τὸ διὰ τοῦ ἄξονος τῶν ὄψεων τῇ ΕΖ περιφερείᾳ μοιρῶν οὔσῃ κγ΄ Ϛ΄΄ γ΄΄.

[12]    Νοείσθωσαν δὴ αἱ ΑΕΖΓ καὶ ΒΕΔ εὐθεῖαι ἀντὶ περιφερειῶν, τῆς ΒΕ λόγον ἐχούσης πρὸς τὴν ΕΖ τὸν τῶν Ϛ΄ πρὸς τὰ κγ΄ Ϛ΄΄ γ΄΄. Καὶ ἐκβληθείσης τῆς ΓΑ, πιπτέτω τὸ κέντρον, ἐν ᾧ γραφήσεται τὸ ΒΖΔ τοῦ κύκλου τμῆμα, κατὰ τὸ Η, προκείσθω τε εὑρεῖν τὸν τῆς ΗΖ πρὸς τὴν ΕΒ λόγον. Ἐζεύχθω δὴ ἡ ΖΒ εὐθεῖα, καὶ δίχα διαιρεθείσης αὐτῆς τῷ Θ, ἐπεζεύχθω καὶ ἡ ΘΗ, κάθετος δηλονότι πρὸς τὴν ΒΖ γινομένη.

[13] Ἐπεὶ τοίνυν, οἵων ἐστὶν ἡ ΒΕ εὐθεῖα Ϛ΄, τοιούτων ἡ ΕΖ ὑπόκειται κγ΄ Ϛ΄΄ γ΄΄, τῶν αὐτῶν ἔσται καὶ ἡ μὲν ΒΖ ὑποτείνουσα Ϛγ΄ δεκάτου, ἡ δὲ ὑπὸ ΒΖΕ γωνία τοιούτων ρν΄ καὶ γ΄΄, οἵων εἰσὶν αἱ δύο ὀρθαὶ τξ΄· ἡ λοιπὴ δὲ ἡ ὑπὸ ΘΗΖ τῶν αὐτῶν κθ΄ γο΄΄. Καὶ διὰ τοῦτο ὁ λόγος ἐστὶ τῆς ΗΖ πρὸς τὴν ΖΘ ὁ τῶν ρπα΄ Ϛ΄΄γ΄΄ πρὸς τὰ μϚ΄ Ϛ΄΄ καὶ κ΄΄. Καί ἐστιν, οἵων ἡ ΘΖ εὐθεῖα μϚ΄ Ϛ΄΄ κ΄΄, τοιούτων ἡ ΒΕ εὐθεῖα Ϛ΄· ὥστε καὶ οἵων ἐστὶν ἡ μὲν ΒΕ εὐθεῖα Ϛ΄, ἡ δὲ ΖΕ τῶν αὐτῶν κγ΄ Ϛ΄΄ γ΄΄, τοιούτων ἕξομεν καὶ τὴν ΗΖ εὐθεῖαν ρπα΄ Ϛ΄΄ γ΄΄ καὶ τὸ Η σημεῖον, ᾦ γραφήσονται πάντες οἱ ἐν τῇ ἐπιπέδῳ καταγραφῇ παράλληλοι.

[14]    Τούτων προληφθέντων, ἐκκείσθω ὁ ΑΒΓΔ πίναξ διπλασίαν μὲν πάλιν ἔχων τὴν ΑΒ τῆς ΑΓ, ἴσην δὲ τὴν ΑΕ τῇ ΕΒ καὶ πρὸς αὐτὰς ὀρθὴν τὴν ΕΖ· διῃρήσθω τε ἴση τις τῇ ΕΖ εὐθεῖα εἰς τὰς Ϛ΄ τοῦ τεταρτημορίου μοίρας. Ἀποληφθεισῶν δὲ τῆς μὲν ΖΗ μοιρῶν ιϚ΄ γ΄΄ ιβ΄΄, τῆς δὲ ΗΘ μοιρῶν κγ΄ Ϛ΄΄ γ΄΄, τῆς δὲ ΗΚ τῶν αὐτῶν ξ γ΄, καὶ τοῦ Η ὑποτεθέντος κατὰ τὸν ἰσημερινὸν, ἔσται καὶ τὸ μὲν Θ, δι' οὗ γραφήσεται ὁ διὰ Συήνης καὶ μεταξὺ ἔγγιστα τοῦ πλάτους παράλληλος, τὸ δὲ Ζ, δι' οὖ γραφήσεται ὁ ἀφορίζων τὸ νότιον πέρας καὶ ἀντικείμενος τῷ διὰ Μερόης, τὸ δὲ Κ, δι' οὗ γραφήσεται ὁ ἀφορίζων τὸ βόρειον πέρας καὶ διὰ Θούλης τῆς νήσου πίπτων.

[15] Καὶ δὴ προσεκβαλόντες τὴν ἐπ' αὐτῆς τὴν ΗΛ τῶν αὐτῶν ρπα΄ ἡμίσους τρίτου τμημάτων ἢ καὶ ρ π΄ μοιρῶν μόνων, οὐδενὶ γὰρ ἀξιολόγῳ παρὰ τοῦτο ἡ καταγραφὴ διοίσει, κέντρῳ τῷ Λ καὶ διαστήμασι τοῖς Ζ καὶ Θ καὶ Κ τὰς ΠΚΡ καὶ ΞΘΟ καὶ ΜΖΝ περιφερείας γράψομεν.

[16] Ὁ μὲν τοίνυν οἰκεῖος λόγος τῆς τῶν παραλλήλων πρὸς τὸ διὰ τοῦ ἄξονος τῶν ὄψεων ἐπίπεδον ἐγκλίσεως οὕτως ἔσται τετηρημένος, ἐπειδὴ κἀνταῦθα ὁ ἄξων νεύειν τε ὀφείλει πρὸς τὸ Θ καὶ ὀρθὸς εἶναι πρὸς τὸ τοῦ πίνακος ἐπίπεδον, ἵνα πάλιν ἐξ ἴσου τὰ ἀντικείμενα πέρατα τῆς καταγραφῆς τῇ ὄψει καταλαμβάνηται.

[17] Ὅπως δὲ καὶ τὸ μῆκος σύμμετρον ᾖ τῷ πλάτει, ἐπειδήπερ ἐπὶ τῆς σφαίρας οἵων ἐστὶν ὁ μέγιστος κύκλος πέντε, τοιούτων ἔγγιστα ὁ μὲν διὰ Θούλης παράλληλος συνάγεται δύο καὶ τετάρτου, ὁ δὲ διὰ Συήνης τεττάρων ἡμίσους δωδεκάτου, ὁ δὲ διὰ Μερόης τεττάρων ἡμίσους τρίτου, δεῖ δ' ἐφ' ἑκάτερα τῆς ΖΚ μεσημβρινῆς εὐθείας ὀκτωκαίδεκα θέσθαι μεσημβρινοὺς διὰ τριτημορίου μιᾶς ὥρας ἰσημερινῆς εἰς συμπλήρωσιν τῶν ὑφ' ὅλου τοῦ μήκους περιεχομένων ἡμικυκλίων· ληψόμεθα τὰ ἰσοδυναμοῦντα τμήματα καθ' ἕκαστον τῶν ἐκκειμένων τριῶν παραλλήλων ταῖς τοῦ τριτημορίου τῆς μιᾶς ὥρας ε΄ μοίραις, ἀπὸ μὲν τοῦ Κ διὰ β΄ καὶ δ΄΄ μοιρῶν ποιούμενοι τὰς τομὰς, οἵων ἔχομεν τὴν ΕΖ εὐθεῖαν Ϛ΄, ἀπὸ δὲ τοῦ Θ [διὰ] δ΄ Ϛ΄΄ ιβ΄΄ ἀπὸ δὲ τοῦ Ζ [διὰ] δ΄ Ϛ΄΄ γ΄΄ ἐπὶ τούτων αὐτῶν.

[18] Ἔπειτα γράψαντες διὰ τῶν ἰσοδυναμούντων τριῶν σημείων τὰς ἐσομένας ἀντὶ τῶν λοιπῶν μεσημβρινῶν περιφερείας ὡς τὰς ἀφοριζούσας τὸ πᾶν μῆκος τήν τε ΣΤΥ καὶ τὴν ΦΧΨ, προσαναπληρώσομεν καὶ τὰς ἀντὶ τῶν λοιπῶν παραλλήλων κέντρῳ μὲν πάλιν τῷ Λ, διαστήμασι δὲ τοῖς γινομένοις ἐπὶ τῆς ΖΚ τμήμασι κατὰ τὰς πρὸς τὸν ἰσημερινὸν αὐτῶν διαστάσεις.

[19] Τὸ δὲ δὴ ὁμοιότερον τῷ ἐπὶ τῆς σφαίρας σχήματι τὸ ἐκ τῆς τοιαύτης καταγραφῆς ἐπὶ τὴν προτέραν αὐτόθεν ἐστὶ δῆλον, ἐπειδὴ κἀκεῖ μενούσης τῆς σφαίρας καὶ μὴ περιστρεφομένης, ὃ καὶ τῷ πίνακι συμβέβηκεν ἐξ ἀνάγκης, κατὰ τοῦ μέσου τῆς καταγραφῆς τῆς ὄψεως τετραμμένης, εἷς μὲν ὁ μέσος μεσημβρινὸς ἐν τῷ διὰ τοῦ ἄξονος τῶν ὄψεων ἐπιπέδῳ πίπτων εὐθείας ἂν παρέχοι φαντασίαν, οἱ δὲ ἐφ' ἑκάτερα τούτου πάντες ἐπεστραμμένοι κατὰ τὰ κοῖλα πρὸς αὐτὸν φαίνονται καὶ μᾶλλον οἱ πλέον αὐτοῦ διεστηκότες, ὃ κἀνταῦθα παραφυλάξεται μετὰ τῆς δεούσης τῶν κυρτοτήτων ἀναλογίας, καὶ ἔτι τὸ σύμμετρον τῶν τε παραλλήλων περιφερειῶν πρὸς ἀλλήλας οὐκ ἐπὶ μόνων τῶν ὑπὸ τὸν ἰσημερινὸν καὶ τὸν διὰ Θούλης, ὡς ἐκεῖ, σώζειν τὸν οἰκεῖον λόγον, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων ὡς ἔνι μάλιστα ἐγγυτάτω, καθάπερ ἐξέσται πειρωμένοις σκοπεῖν, καὶ τοῦ ὅλου πλάτους πρὸς ὅλον τὸ μῆκος οὐκ ἐπὶ μόνου πάλιν τοῦ διὰ τῆς Ῥοδίας γραφομένου παραλλήλου, καθάπερ ἐκεῖ, σχεδὸν δὲ ἐπὶ πάντων ἁπλῶς.

[20] Ἐὰν γὰρ κἀνταῦθα διαγάγωμεν τὴν ΣΩΥ εὐθεῖαν, ὡς ἐπὶ τοῦ προτέρου σχήματος, ἥ τε ΘΩ περιφέρεια ἐλάττονα δηλονότι ποιήσει λόγον πρὸς τὰς ΖΣ καὶ ΚΥ τοῦ προσήκοντος ἐν ταύτῃ τῇ καταγραφῇ λόγου, ὃς εἴληπτο καθ' ὅλης τῆς ΘΤ νοουμένης κατὰ τὸν ἰσημερινόν· ἐάν τε ταύτην σύμμετρον ποιήσωμεν τῇ ΚΖ τοῦ πλάτους διαστάσει, αἱ ΣΖ καὶ ΚΥ μείζους ἔσονται τῶν πρὸς τὴν ΖΚ συμμέτρων, ὥσπερ καὶ ἡ ΘΤ· ἐάν τε τὰς ΖΣ καὶ ΚΥ τηρῶμεν τῇ ΖΚ συμμέτρους, ἡ ΘΩ ἐλάττων ἔσται τῆς πρὸς τὴν ΚΖ συμμέτρου, καθάπερ καὶ τῆς ΘΤ.

[21]    Τούτοις μὲν οὖν ἂν ἡ μέθοδος αὕτη πλεονεκτοίη τῆς προτέρας, λείποιτο δ' ἂν ἐκείνης καὶ αὕτη τῷ προχείρῳ τῆς καταγραφῆς, ἐπειδήπερ ἐκεῖ μὲν ἦν ἀπὸ τῆς τοῦ κανονίου παραγωγῆς τε καὶ παραφορᾶς, ἑνὸς μόνου τῶν παραλλήλων γραφέντος καὶ διαιρεθέντος, ἐντάσσειν ἕκαστον τῶν τόπων, ἐνθάδε δὲ μηκέτι τοῦ τοιούτου προχωροῦντος διὰ τὰς τῶν μεσημβρινῶν γραμμῶν πρὸς τὴν μέσην ἐπιστροφὰς, πάντας τε δεῖ τοὺς κύκλους προσκαταγράφειν, καὶ τὰς μεταξὺ τῶν πλινθίων πιπτούσας θέσεις τῷ πρὸς ὅλας τὰς περιεχούσας πλευρὰς διὰ τῶν σημαινομένων μερῶν ἐπιλογισμῷ καταστοχάζεσθαι.

[22] Τούτων δὲ οὕτως ἐχόντων, προτιμητέον μὲν ἔμοιγε κἀνταῦθα καὶ πανταχῆ τὸ βέλτιον καὶ ἐπιπονώτερον τοῦ χείρονος καὶ ῥᾴονος, τηρητέον δὲ ὅμως ἀμφοτέρας τὰς μεθόδους κατατεταγμένας ἕνεκεν τῶν ἐπὶ τὴν προχειροτέραν αὐτῶν ὑπὸ ῥᾳστώνης κατενεχθησομένων.

[1]

ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ.

Τάδε ἔνεστιν ἐν τῷ δευτέρῳ βιβλίῳ.

Πρόλογος τῆς κατὰ μέρος ὑφηγήσεως. Ἔκθεσις τοῦ δυσμικωτέρου τῆς Εὐρώπης μέρους κατὰ τὰς ὑποκειμένας ἐπαρχίας ἢ σατραπείας.

[1] Ἰουερνίας νήσου Πρεττανικῆς. Πίναξ α΄.

[2] Ἀλουίωνος νήσου Πρεττανικῆς.

[3] Ἱσπανίας Βαιτικῆς. Πίναξ β΄.

[4] Ἱσπανίας Λουσιτανίας.

[5] Ἱσπανίας Ταρρακωνησίας.

[6] Κελτογαλατίας Ἀκουιτανίας. Πίναξ γ΄.

[7] Κελτογαλατίας Λουγδουνησίας.

[8] Κελτογαλατίας Βελγικῆς.

[9] Κελτογαλατίας Ναρβωνησίας.

[10] Γερμανίας μεγάλης. Πίναξ δ΄.

[11] Ῥαιτίας καὶ Οὐινδελικίας. Πίναξ ε΄.

[12] Νωρικοῦ.

[13] Παννονίας τῆς ἄνω.

[14] Παννονίας τῆς κάτω.

[15] Ἰλλυρίδος ἢ Λιβουρνίας καὶ Δαλματίας.

   Ἐπαρχίαι κε΄.

   Πίνακες ε΄.

[1]

Πρόλογος τῆς κατὰ μέρος ὑφηγήσεως.

[1]    Τὰ μὲν οὖν καθόλου λαμβανόμενα περὶ γεωγραφίας καὶ τίς ἂν γένοιτο διόρθωσις τῆς καταγραφῆς ἀκολούθως τῇ μέχρι δεῦρο ἱστορίᾳ τῶν ἐγνωσμένων μερῶν τῆς γῆς, τουτέστι τῆς καθ' ἡμᾶς οἰκουμένης, ἔν τε τῇ συμμετρίᾳ τῶν τόπων πρὸς ἀλλήλους καὶ τῇ τοῦ σχήματος ὡς μάλιστα ἐνῆν ὁμοιότητι καὶ τῷ τρόπῳ τῆς καταγραφῆς, μέχρι τοσούτων ἡμῖν ὑποτετυπώσθω.

[2] Ἀρξόμεθα δ' ἐντεῦθεν τῆς κατὰ μέρος ὑφηγήσεως ἐκεῖνο προλαβόντες, ὅτι τὰς μὲν τῶν τετριμμένων τόπων μοιρογραφίας μήκους τε καὶ πλάτους ἐγγυτάτω τῆς ἀληθείας ἔχειν νομιστέον διὰ τὸ συνεχὲς καὶ ὡς ἐπίπαν ὁμολογούμενον· τῶν παραδόσεων· τὰς δὲ τῶν μὴ τοῦτον τὸν τρόπον ἐφοδευθέντων, ἕνεκεν τοῦ σπανίου καὶ ἀδιαβεβαιώτου τῆς ἱστορίας ὁλοσχερέστερον ἐπιλελογίσθαι κατὰ συνεγγισμὸν τῶν πρὸς τὸ ἀξιοπιστότερον εἰλημμένων θέσεων ἢ σχηματισμῶν, ἵνα μηδὲν ἡμῖν τῶν ἐνταχθησομένων εἰς συμπλήρωσιν τῆς ὅλης οἰκουμένης ἀόριστον ἔχῃ τὸν τόπον.

[3] Διὸ καὶ τὰς παραθέσεις τῶν μοιρῶν ἐφ' ἑκάστου τοῖς ἐκτὸς μέρεσι τῶν σελιδίων παρεθήκαμεν κανονίων τρόπον, προτάσσοντες μέντοι τὰς τοῦ μήκους τῶν τοῦ πλάτους, ὅπως, ἐάν τινες ἐμπίπτωσι διορθώσεις ἀπὸ τῆς πλείονος ἱστορίας, ἐνῇ ἐν τοῖς ἐχομένοις διαλείμμασι τῶν σελιδίων ποιεῖσθαι τὰς παραθέσεις αὐτῶν.

[4] Προειλόμεθα δὲ τάξιν τοῦ περὶ τὴν καταγραφὴν εὐχρήστου πανταχῆ ποιούμενοι πρόνοιαν, τουτέστι καθ' ἢν ἐπὶ δεξιὰ ποιησόμεθα τὰς μεταβάσεις, ἀπὸ τῶν ἤδη κατατεταγμένων ἐπὶ τὰ μηδέπω τῆς χειρὸς ἐκλαμβανομένης. Τοῦτο δὲ γένοιτ' ἂν, εἰ γράφοιτο τά τε βορειότερα πρότερα τῶν νοτιωτέρων καὶ τὰ δυσμικώτερα τῶν ἀπηλιωτικωτέρων, ὅτι πρὸς τὰς τῶν ἐγγραφόντων ἢ ἐντυγχανόντων ὄψεις ἄνω μὲν ἡμῖν ὑπόκειται τὰ βορειότερα, δεξιὰ δὲ τὰ ἀπηλιωτικώτερα τῆς οἰκουμένης ἐπί τε τῆς σφαίρας καὶ τοῦ πίνακος.

[5] Διόπερ τὰ μὲν κατὰ τὴν Εὐρώπην προτάξομεν, χωρίζοντες αὐτὴν καὶ ἡμεῖς πρὸς μὲν τὴν Λιβύην τῷ Ἡρακλείῳ πορθμῷ, πρὸς δὲ τὴν Ἀσίαν μετὰ τὰ μεταξὺ πελάγη καὶ τὴν Μαιῶτιν λίμνην τῷ τε Τανάιδι ποταμῷ καὶ τῷ ἀπὸ τούτου πρὸς τὴν ἄγνωστον γῆν μεσημβρινῷ· τούτοις δ' ἐφεξῆς τὰ κατὰ τὴν Λιβύην, χωρίζοντες καὶ ταύτην ἀπὸ τῆς Ἀσίας, μετὰ τὰς θαλάσσας τὰς ἀπὸ τοῦ περὶ τὸ Πράσον ἀκρωτήριον τῆς Αἰθιοπίας μέχρι τοῦ Ἀραβίου κόλπου, τῷ ἀπὸ τοῦ καθ' Ἡρῴων πόλιν μυχοῦ μέχρι τῆς καθ' ἡμᾶς θαλάσσης ἰσθμῷ διορίζοντι τὴν Αἴγυπτον ἀπὸ τῆς Ἀραβίας καὶ τῆς Ἰουδαίας, ἵνα τε μὴ διασπῶμεν τὴν Αἴγυπτον τῷ Νείλῳ ποιούμενοι τὸν μερισμὸν, καὶ ὅτι βέλτιον πελάγεσιν, ὅταν ἐνῇ, καὶ μὴ ποταμοῖς χωρίζειν τὰς ἠπείρους· [6] τελευταῖα δὲ τὰ κατὰ τὴν Ἀσίαν ὑπογράψομεν τῆς αὐτῆς ἐχόμενοι προθέσεως καὶ καθ' ἑκάστην τῶν ἠπείρων ἐπὶ τῶν μερῶν αὐτῆς πρὸς ὅλην τὴν γῆν καὶ πρὸς τὴν σύμπασαν οἰκουμένην ἐπ' αὐτῶν, τουτέστι πάλιν τὰς βορειοτέρας καὶ δυσμικωτέρας προαπογραφόμενοι τῶν χωρῶν καὶ τῶν παρακειμένων αὐταῖς θαλασσῶν καὶ νήσων μετὰ τῶν καθ' ἕκαστον εἶδος ἀξιολογωτέρων.

[7] Διακρινοῦμεν δὲ καὶ τὰ τοιαῦτα μέρη ταῖς τῶν σατραπειῶν ἢ ἐπαρχιῶν περιγραφαῖς ποιούμενοι τὴν ὑφήγησιν κατὰ τὴν ἐξ ἀρχῆς ἐπαγγελίαν μέχρι μόνου τοῦ πρὸς τὴν τοπικὴν κατανόησίν τε καὶ ἔνταξιν χρησίμου, παραιτησάμενοι τὸ πολύχουν τῶν περὶ τὰς ἰδιοτροπίας τῶν ἐθνῶν ἱστορηθέντων, πλὴν εἰ μή πού τι τῶν καθωμιλημένων συντόμου τε καὶ ἀξιόχρεω δέοιτο παρασημασίας.

[8] Ἔτι δ' ὁ τοιοῦτος τῆς ἐκθέσεως τρόπος ἐμποιήσει τοῖς βουλομένοις καὶ κατὰ πίνακας ἀπογράφεσθαι τὰ μέρη τῆς οἰκουμένης ἀνὰ μίαν ἢ καὶ πλείους ἐπαρχίας ἢ σατραπείας, ὡς ἂν ἐφαρμόζωσι ταῖς συμμετρίαις τῶν πινάκων, μετὰ τοῦ προσήκοντος λόγου τε καὶ σχηματισμοῦ τῶν ὑφ' ἑκάστου πίνακος περιλαμβανομένων πρὸς ἄλληλα κατὰ τὸν αὐτὸν τρόπον τῆς ἐντάξεως γινομένης.

[9] Ἐπὶ τούτων δὲ οὐδὲ διοίσει τινὶ ἀξιολόγῳ, κἂν παραλλήλοις χρησώμεθα ταῖς μεσημβριναῖς γραμμαῖς, εὐθείαις δὲ ταῖς τῶν παραλλήλων, ἐὰν μόνον λόγον προσλαμβάνῃ τὰ μοιριαῖα διαστήματα τῶν μεσημβρινῶν πρὸς τὰ τῶν παραλλήλων, ὃν ὁ μέγιστος ἔχει κύκλος πρὸς τὸν μέσον ἐσόμενον τούτου τοῦ πίνακος παράλληλον. Προδιωρισμένων δὴ καὶ τούτων, ἀρκτέον τῆς κατὰ μέρος ἐκθέσεως ἐντεῦθεν. Ἔκθεσις τοῦ δυσμικωτέρου τῆς Εὐρώπης μέρους κατὰ τὰς ὑποκειμένας ἐπαρχίας ἢ σατραπείας.

[2]

Ἰουερνίας νήσου Πρεττανικῆς θέσις. [Εὐρώπης πίναξ α΄.]

[1]    Ἀρκτικῆς πλευρᾶς περιγραφὴ, ἦς ὑπέρκειται Ὠκεανὸς Ὑπερβόρειος. Βόρειον ἄκρον ια΄ ξα΄ Οὐεννίκνιον ἄκρον ιβ΄ Ϛ΄΄ γ΄΄ ξα΄ γ΄΄ Οὐιδούα ποταμοῦ ἐκβολαί ιγ΄ ξα΄ Ἀργίτα ποταμοῦ ἐκβολαί ιδ΄ Ϛ΄΄ ξα΄ Ϛ΄΄ Ῥοβόγδιον ἄκρον ιϚ΄ γ΄΄ ξα΄ Ϛ΄΄

[2]    Παροικοῦσι δὲ τὴν πλευρὰν ἀπὸ μὲν δυσμῶν Οὐεννίκνιοι· εἶτα ἐφεξῆς καὶ πρὸς ἀνατολὰς Ῥοβόγδιοι.

[3]    Δυτικῆς πλευρᾶς περιγραφὴ, ᾗ παράκειται Δυτικὸς Ὠκεανός. Μετὰ τὸ Βόρειον ἄκρον, ὅ ἐστιν ια΄ ξα΄ Ῥαουίου ποταμοῦ ἐκβολαί ια΄ γ΄΄ ξ΄ γο΄΄ Μάγνατα πόλις [ἐπίσημος] ια΄ δ΄΄ ξ΄ δ΄΄ Λιβνίου ποταμοῦ ἐκβολαί ι΄ Ϛ΄΄ ξ΄ Αὐσόβα ποταμοῦ ἐκβολαί ι΄ Ϛ΄΄ νθ΄ Ϛ΄΄ Σήνου ποταμοῦ ἐκβολαί θ΄ Ϛ΄΄ νθ΄ Ϛ΄΄ Δοὺρ ποταμοῦ ἐκβολαί θ΄ γο΄΄ νη΄ γο΄΄ Ἰέρνου ποταμοῦ ἐκβολαί η΄ νη΄ Νότιον ἄκρον ζ΄ γο΄΄ νζ΄ Ϛ΄΄δ΄΄

[4]    Παροικοῦσι δὲ τὴν πλευρὰν μετὰ τοὺς Οὐεννικνίους Ἐρδῖνοι, ὑφ' οὓς Μαγνᾶται· εἶτα Αὐτεῖνοι· εἶτα Γαγγανοὶ, ὑφ' οὓς Οὐελλάβοροι.

[5]    Τῆς ἐφεξῆς μεσημβρινῆς πλευρᾶς περιγραφὴ, ᾗ παράκειται Ὠκεανὸς Οὐεργιόνιος. Μετὰ τὸ Νότιον ἄκρον, ὅ ἐστιν ζ΄ γο΄΄ νζ΄ Ϛ΄΄ δ΄΄ Δαβρώνα ποταμοῦ ἐκβολαί ια΄ δ΄΄ νζ΄ Βίργου ποταμοῦ ἐκβολαί ιβ΄ Ϛ΄΄ νζ΄ Ϛ΄΄ Ἱερὸν ἄκρον. ιδ΄ νζ΄ Ϛ΄΄ γ΄΄

[6]    Παροικοῦσι δὲ τὴν πλευρὰν μετὰ τοὺς Οὐελλαβόρους Ἰούερνοι, ὑπὲρ οὓς Οὐσδίαι καὶ ἀνατολικώτεροι Βρίγαντες.

[7]    Ἀνατολικῆς πλευρᾶς περιγραφὴ, ᾗ παράκειται Ὠκεανὸς καλούμενος Ἰουερνικός. Μετὰ τὸ Ἱερὸν ἄκρον, ὅ ἐστι ιδ΄ νζ΄ Ϛ΄΄ γ΄΄ Μοδόννου ποταμοῦ ἐκβολαί ιγ΄ γο΄΄ νη΄ γο΄΄ Μαναπία πόλις ιγ΄ Ϛ΄΄ νη΄ γο΄΄ Ὀβόκα ποταμοῦ ἐκβολαί ιγ΄ Ϛ΄΄ νθ΄ Ἔβλανα πόλις ιδ΄ νθ΄ Ϛ΄΄ Βουουίνδα ποταμοῦ ἐκβολαί ιδ΄ γο΄΄ νθ΄ γο΄΄ Ἰσάμνιον [ἄκρον] ιε΄ ξ΄ Οὐινδέριος ποταμοῦ ἐκβολαί ιε΄ ξ΄ δ΄΄ Λογία ποταμοῦ ἐκβολαί ιε΄ γ΄΄ ξ΄ γο΄΄ μεθ' ἃς τὸ Ῥοβόγδιον ἄκρον.

[8]    Παροικοῦσι δὲ καὶ ταύτην τὴν πλευρὰν μετὰ τοὺς Ῥοβογδίους Δαρῖνοι, ὑφ' οὓς Οὐολούντιοι· εἶτα Ἐβλάνιοι· εἶτα Καῦκοι, ὑφ' οὓς Μανάπιοι· εἶτα Κοριονδοὶ ὑπὲρ τοὺς Βρίγαντας.

[9]    Πόλεις δέ εἰσι μεσόγειοι αἵδε· Ῥηγία ιγ΄ ξ΄ γ΄΄ Ῥαῖβα ιβ΄ νθ΄ Ϛ΄΄δ΄΄ Λάβηρος ιγ΄ νθ΄ δ΄΄ Μακόλικον ια΄ Ϛ΄΄ νη΄ γο΄΄ Ῥηγία ἑτέρα ια΄ νθ΄ Ϛ΄΄ Δοῦνον ιβ΄ Ϛ΄΄ νη΄ Ϛ΄΄δ΄΄ Ἰουερνίς ια΄ νη΄ Ϛ΄΄

[10]    Ὑπέρκεινται δὲ νῆσοι τῆς Ἰουερνίας αἵ τε καλούμεναι Αἰβοῦδαι πέντε τὸν ἀριθμὸν, ὧν ἡ μὲν δυτικωτέρα καλεῖται Αἰβοῦδα ιε΄ ξβ΄ ἡ δ' ἐφεξῆς αὐτῆς πρὸς ἀνατολὰς ὁμοίως Αἰβοῦδα ιε΄ γο΄ ξβ΄ εἶτα Ῥικίνα ιζ΄ ξβ΄ εἶτα Μαλαῖος ιζ΄ Ϛ΄΄ ξβ΄ Ϛ΄΄ εἶτα Ἐπίδιον ιη΄ Ϛ΄΄ ξβ΄

   Καὶ ἀπ' ἀνατολῶν τῆς Ἰουερνίας εἰσὶν αἵδε νῆσοι· Μονάοιδα ιζ΄ γο΄΄ ξα΄ Ϛ΄΄ Μόνα νῆσος ιε΄ νζ΄ γο΄΄ Ἄδρου ἔρημος ιε΄ νθ΄ Ϛ΄΄ Λίμνου ἔρημος ιε΄ νθ΄

[3]

Ἀλουίωνος νήσου Πρεττανικῆς θέσις.

[Εὐρώπης πίναξ α΄.]

[1]    Ἀρκτικῆς πλευρᾶς περιγραφὴ, ἧς ὑπέρκειται Ὠκεανὸς καλούμενος Δουηκαληδόνιος. Νοουαντῶν χερσόνησος καὶ ὁμώνυμον ἄκρον κα΄ ξα΄ γο΄΄ Ῥεριγόνιος κόλπος κ΄ Ϛ΄΄ ξ΄ Ϛ΄΄γ΄΄ Οὐινδόγαρα κόλπος κα΄ γ΄΄ ξ΄ Ϛ΄΄ Κλώτα εἴσχυσις κβ΄ δ΄΄ νθ΄ γ΄΄ Λεμαννόνιος κόλπος κδ΄ ξ΄ Ἐπίδιον ἄκρον κγ΄ ξ΄ γο΄΄ Λόγγου ποταμοῦ ἐκβολαί κδ΄ Ϛ΄΄ ξ΄ γο΄΄ Ἴτιος ποταμοῦ ἐκβολαί κζ΄ ξ΄ γο΄΄ Οὐόλας κόλπος κθ΄ ξ΄ Ϛ΄΄ Ναβάρου ποταμοῦ ἐκβολαί λ΄ ξ΄ Ϛ΄΄ Ταρουεδοὺμ ἡ καὶ Ὀρκὰς ἄκρα λα΄ γ΄΄ ξ΄ δ΄΄

[2]    Δυσμικῆς πλευρᾶς περιγραφὴ, ᾗ παράκειται ὅ τε Ἰουερνικὸς Ὠκεανὸς καὶ ὁ Οὐεργιόνιος. Μετὰ τὴν τῶν Νοουαντῶν χερσόνησον, [ἣ ἐπέχει κα΄ ξα΄ γο΄΄] Ἀβραουάννου ποταμοῦ ἐκβολαί ιθ΄ γ΄΄ ξα΄ Ἰηνᾶ εἴσχυσις ιθ΄ ξ΄ Ϛ΄΄ Δηούα ποταμοῦ ἐκβολαί ιη΄ ξ΄ Νοουίου ποταμοῦ ἐκβολαί ιη΄ γ΄΄ νθ΄ Ϛ΄΄ Ἰτούνα εἴσχυσις ιη΄ Ϛ΄΄ νη΄ Ϛ΄΄δ΄΄ Μορικάμβη εἴσχυσις ιζ΄ Ϛ΄΄ νη΄ γ΄΄ Σεταντίων λιμήν ιζ΄ γ΄΄ νζ΄ Ϛ΄΄δ΄΄ Βελισάμα εἴσχυσις ιζ΄ Ϛ΄΄ νζ΄ γ΄΄ Σετηία εἴσχυσις ιζ΄ νζ΄ Καιαγγανῶν ἄκρον ιε΄ νϚ΄ Τοισόβιος ποταμοῦ ἐκβολαί ιε΄ γο΄΄ νϚ΄ γ΄΄ Στουκκία ποταμοῦ ἐκβολαί ιε΄ γ΄΄ νε΄ Ϛ΄΄ Τουερόβιος ποταμοῦ ἐκβολαί ιε΄ νε΄ Ὀκταπίταρον ἄκρον ιδ΄ γ΄΄ νδ΄ Ϛ΄΄ Τοβίου ποταμοῦ ἐκβολαί ιε΄ Ϛ΄΄ νδ΄ Ϛ΄΄ Ῥατοσταβίου ποταμοῦ ἐκβολαί ιϚ΄ Ϛ΄΄ νδ΄ Ϛ΄΄ Σαβρίνα εἴσχυσις ιζ γ΄ νδ΄ Ϛ΄΄ Οὐξέλλα εἴσχυσις ιϚ΄ νγ΄ Ϛ΄΄ Ἡρακλέους ἄκρον ιδ΄ νβ΄ Ϛ΄΄δ΄΄ Ἀντιουέσταιον ἄκρον τὸ καὶ

   Βολέριον ια΄ Ϛ΄΄ νβ΄ Ϛ΄΄ Δαμνόνιον τὸ καὶ Ὄκριον ἄκρον ιβ΄ να΄ Ϛ΄΄

[3]    Τῆς ἐφεξῆς μεσημβρινῆς πλευρᾶς περιγραφὴ, ᾗ ὑπόκειται Πρεττανικὸς Ὠκεανός· μετὰ τὸ Ὄκριον ἄκρον Κενίωνος ποταμοῦ ἐκβολαί ιδ΄ να΄ Ϛ΄΄δ΄΄ Ταμάρου ποταμοῦ ἐκβολαί ιε΄ γο΄΄ νβ΄ Ϛ΄΄ Ἴσκα ποταμοῦ ἐκβολαί ιζ΄ γο΄΄ νβ΄ γ΄΄ Ἀλαύνου ποταμοῦ ἐκβολαί ιζ΄ γο΄΄ νβ΄ γο΄΄ Μέγας λιμήν ιθ΄ νγ΄ Τρισάντωνος ποταμοῦ ἐκβολαί κ΄ γ΄΄ νγ΄ Καινὸς λιμήν κα΄ νγ΄ Ϛ΄΄ Κάντιον ἄκρον κβ΄ νδ΄

[4]    Τῶν ἐφεξῆς πρὸς ἕω καὶ μεσημβρίαν πλευρῶν περιγραφὴ, αἷς παράκειται Γερμανικὸς Ὠκεανός. Μετὰ τὸ Ταρουεδοὺμ ἄκρον ἢ τὴν Ὀρκάδα, ὅπερ εἴρηται, Οὐιρουεδροὺμ ἄκρον λα΄ ξ΄ Οὐερουβίουμ ἄκρον λ΄ Ϛ΄΄ νθ΄ γο΄΄ Ἴλα ποταμοῦ ἐκβολαί λ΄ νθ΄ γο΄΄ Ὄχθη ὑψηλή κθ΄ νθ΄ γο΄΄ Οὐάραρ εἴσχυσις κζ΄ νθ΄ γο΄΄ Λόξα ποταμοῦ ἐκβολαί κζ΄ Ϛ΄΄ νθ΄ γο΄΄ Τούεσις εἴσχυσις κζ΄ νθ΄ Καίλιος ποταμοῦ ἐκβολαί κζ΄ νη΄ Ϛ΄΄ δ΄΄ Ταιζάλων ἄκρον κζ΄ Ϛ΄΄ νη΄ Ϛ΄΄ Δηούα ποταμοῦ ἐκβολαί κϚ΄ νη΄ Ϛ΄΄ Ταούα εἴσχυσις κε΄ νη΄ Ϛ΄΄γ΄΄ Τίνα ποταμοῦ ἐκβολαί κδ΄ νη΄ Ϛ΄΄ Βοδερία εἴσχυσις κβ΄ Ϛ΄΄ νθ΄΄ Ἀλαύνου ποταμοῦ ἐκβολαί κα΄ γ΄΄ νη΄ Ϛ΄΄ Οὐέδρα ποταμοῦ ἐκβολαί κ΄ Ϛ΄΄ νη΄ Ϛ΄΄ Δοῦνον κόλπος κ΄ δ΄΄ νζ΄ Ϛ΄΄ Γαβοαντουΐκων εὐλίμενος κόλ   πος κα΄ νζ΄ Ὀκέλου ἄκρον κα΄ δ΄΄ νϚ΄ γο΄΄ Ἄβου ποταμοῦ ἐκβολαί κα΄ νϚ΄ Ϛ΄΄ Μεταρὶς εἴσχυσις κ΄ Ϛ΄΄ νε΄ γο΄΄ Γαριέννου ποταμοῦ ἐκβολαί κ΄ Ϛ΄΄ γ΄΄ νε΄ γο΄΄ Ἐξοχή κα΄ δ΄΄ νε΄ ιβ΄΄ Σιδουμάνιος ποταμοῦ ἐκβολαί κ΄ Ϛ΄΄ νε΄ Ταμήσα εἴσχυσις κ΄ Ϛ΄΄ νδ΄ Ϛ΄΄ μεθ' ἣν τὸ Κάντιον ἄκρον κβ΄ νδ΄

[5]    Οἰκοῦσι δὲ τὰ μὲν παρὰ τὴν ἀρκτικὴν πλευρὰν ὑπὸ μὲν τὴν ὁμώνυμον χερσόνησον Νοουάνται, παρ' οἷς εἰσι καὶ πόλεις αἵδε· Λουκοπιβία ιθ΄ ξ΄ γ΄΄ Ῥεριγόνιον κ΄ Ϛ΄΄ ξ γο΄΄

[6]    Ὑφ' οὓς Σελγοοῦαι, παρ' οἷς πόλεις αἵδε· Καρβαντόριγον ιθ΄ νθ΄ Ϛ΄΄ Οὔξελλον ιη΄ Ϛ΄΄ νθ΄ γ΄΄ Κόρδα κ΄ νθ΄ γο΄΄ Τριμόντιον ιθ΄ νθ΄

[7]    Τούτων δὲ πρὸς ἀνατολὰς Δαμνόνιοι μὲν ἀρκτικώτεροι, ἐν οἷς πόλεις αἵδε· Κολάνικα κ΄ Ϛ΄΄ δ΄΄ νθ΄ Ϛ΄΄ Οὐανδόγαρα κα΄ γ΄΄ ξ΄ Κόρια κα΄ Ϛ΄΄ νθ΄ γ΄΄ Ἀλαῦνα κβ΄ Ϛ΄΄ δ΄΄ νθ΄ Ϛ΄΄ γ΄΄ Λίνδον κγ΄ νθ΄ Ϛ΄΄ Οὐικτωρία κγ΄ Ϛ΄΄ νθ΄

   Ὠταλινοὶ δὲ μεσημβρινώτεροι· ἐν οἷς πόλεις αἵδε. Κορία κ΄ Ϛ΄΄ νθ΄ Ἀλαῦνα κγ΄ νη΄ γο΄΄ Βρεμένιον κα΄ νη΄ Ϛ΄΄ δ΄΄

[8]    Μετὰ δὲ τοὺς Δαμνονίους πρὸς ἀνατολὰς ἀρκτικώτεροι μὲν, ἀπὸ τοῦ Ἐπιδίου ἄκρου ὡς πρὸς ἀνατολὰς Ἐπίδιοι, μεθ' οὓς (Κέρωνες εἶτα ἀνατολικώτεροι) Κρέωνες· εἶτα Καρνονάκαι· εἶτα Καιρηνοὶ καὶ ἀνατολικώτατοι καὶ τελευταῖοι Κορναούιοι· ἀπὸ δὲ τοῦ Λεμαννονίου κόλπου μέχρι τῆς Οὐάραρ εἰσχύσεως Καληδόνιοι καὶ ὑπὲρ αὐτοὺς ὁ Καληδόνιος δρυμὸς, ὧν ἀνατολικώτεροι Δεκάνται, μεθ' οὓς Λοῦγοι συνάπτοντες τοῖς Κορναουίοις, καὶ ὑπὲρ τοὺς Λούγους Σμέρται· ὑπὸ δὲ τοὺς Καληδονίους Οὐακομάγοι, παρ' οἷς πόλεις αἵδε· Βαννατία κδ΄ νθ΄΄ Ϛ΄΄ Ταμία κε΄ νθ΄ γ΄΄ Πτερωτὸν στρατόπεδον κζ΄ δ΄΄ νθ΄ γ΄΄ Τούεσις κϚ΄ Ϛ΄΄ δ΄΄ νθ΄ Ϛ΄΄

[9]    Ὑπὸ δὲ τούτους δυσμικώτεροι μὲν Οὐενίκωνες, ἐν οἷς πόλις ἥδε· Ὄρρεα κδ΄ νη΄ Ϛ΄΄ δ΄΄

   Ἀνατολικώτεροι δὲ Ταίζαλοι καὶ πόλις ἥδε· Δηουάνα κϚ΄ νθ΄

[10]    Πάλιν δ' ὑπὸ μὲν τοὺς Σελγοούας καὶ τοὺς Ὠταλινοὺς διήκοντες ἐφ' ἑκάτερα τὰ πελάγη Βρίγαντες, ἐν οἷς πόλεις αἵδε Ἐπίακον ιη΄ Ϛ΄΄ νη΄ Ϛ΄΄ Οὐινοούιον ιζ΄ Ϛ΄΄ γ΄΄ νη΄ Κατουρακτόνιον κ΄ νη΄ Κάλαγον ιθ΄ νζ΄ Ϛ΄΄δ΄΄ Ἰσούριον κ΄ νζ΄ γο΄΄ Ῥιγόδουνον ιη΄ νζ΄ Ϛ΄΄ Ὀλίκανα ιθ΄ νζ΄ Ϛ΄΄ Ἐβόρακον, Λεγίων Ϛ΄ Νικηφόρος κ΄ νζ΄ γ΄΄ Καμουλόδουνον ιη΄ νζ΄ Ϛ΄΄ δ΄΄

   Πρὸς οἷς παρὰ τὸν Εὐλίμενον κόλπον Πάρισοι καὶ πόλις Πετουαρία κ΄ γο΄΄ νϚ΄ γο΄΄

[11]    Ὑπὸ δὲ τούτους καὶ τοὺς Βρίγαντας οἰκοῦσι δυσμικώτατοι μὲν Ὀρδοούικες, ἐν οἷς πόλεις· Μεδιολάνιον ιϚ΄ Ϛ΄΄ δ΄΄ νϚ΄ γο΄΄ Βραννογένιον ιϚ΄ Ϛ΄΄δ΄΄ νϚ΄ δ΄΄

   Τούτων δ' ἀνατολικώτεροι Κορναούιοι, ἐν οἷς πόλεις αἵδε· Δηοῦα, Λεγίων κ΄ Νικηφόρος ιζ΄ Ϛ΄΄ νϚ΄ Ϛ΄΄δ΄΄ Οὐιροκόνιον ιϚ΄ Ϛ΄΄δ΄΄ νε΄ Ϛ΄΄δ΄΄

   Μεθ' οὓς Κοριτανοὶ, ἐν οἷς πόλεις Λίνδον ιη΄ γο΄΄ νϚ΄ Ϛ΄΄ Ῥάται ιη΄ νε΄΄ Ϛ΄΄

   Εἶτα Κατουελλαυνοὶ, ἐν οἷς πόλεις· Σαλῖναι κ΄ Ϛ΄΄δ΄΄ νε΄ Ϛ΄΄γ΄΄ Οὐρολάνιον ιθ΄ γ΄΄ νε΄ Ϛ΄΄

   Μεθ' οὓς Ἰκενοὶ, παρ' οἷς πόλις Οὐέντα κ΄ Ϛ΄΄ νε΄ γ΄΄

   Καὶ ἀνατολικώτεροι παρὰ τὴν Ταμήσα εἴσχυσιν Τρινοούαντες, ἐν οἷς πόλις Καμουλόδουνον κα΄ νε΄

[12]    Πάλιν δὲ ὑπὸ τὰ εἰρημένα ἔθνη δυσμικώτατοι μὲν Δημῆται, ἐν οἷς πόλεις αἵδε· Λουέντινον ιε΄ Ϛ΄΄δ΄ νε΄ Ϛ΄΄ Μαρίδουνον ιε΄ Ϛ΄΄ νδ΄ γο΄΄

   Τούτων δ' ἀνατολικώτεροι Σίλυρες, ἐν οἷς πόλις Βούλλαιον ιϚ΄ Ϛ΄΄γ΄΄ νε΄

   Μεθ' οὓς Δοβοῦνοι καὶ πόλις Κορίνιον ιη΄ νδ΄ Ϛ΄΄

   Εἶτα Ἀτρεβάτιοι καὶ πόλις Καλκοῦα ιθ΄ νδ΄ δ΄΄

   Μεθ' οὓς ἀνατολικώτατοι Κάντιοι, ἐν οἷς πόλεις· Λονδίνιον κ΄ νδ΄ Δαρούερνον κα΄ νδ΄ Ῥουτουπίαι κα΄ Ϛ΄΄δ΄΄ νδ΄

[13]    Πάλιν τοῖς μὲν Ἀτρεβατίοις καὶ τοῖς Καντίοις ὑπόκεινται Ῥῆγνοι καὶ πόλις Νοιόμαγος ιθ΄ Ϛ΄΄δ΄΄ νγ΄ ιβ΄΄

   Τοῖς δὲ Δοβούνοις Βέλγαι καὶ πόλεις· Ἴσκαλις ιϚ΄ νγ΄ γο΄΄ Ὕδατα θερμά ιζ΄ γ΄΄ νγ΄ γο΄΄ Οὐέντα ιη΄ γο΄΄ νγ΄

   Τούτων δ' ἀπὸ δυσμῶν καὶ μεσημβρίας Δουρότριγες, ἐν οἷς πόλις Δούνιον ιη΄ νβ΄ γο΄΄

   Μεθ' οὓς δυσμικώτατοι Δουμνόνιοι, ἐν οἷς πόλεις Οὐολίβα ιδ΄ Ϛ΄΄δ΄΄ νβ΄ Οὔξελλα ιε΄ νβ΄ Ϛ΄΄δ΄΄ Ταμάρη ιε΄ νβ΄ δ΄΄ Ἴσκα, λεγίων δευτέρα Σεβαστή ιζ΄ Ϛ΄΄ νβ΄ Ϛ΄΄δ΄΄

[14]    Νῆσοι δὲ παράκεινται τῇ Ἀλουίωνος κατὰ μὲν τὴν Ὀρκάδα ἄκραν Σκητὶς νῆσος λβ΄ γο΄΄ ξ΄ Ϛ΄΄δ΄ Δοῦμνα νῆσος λ΄ ξα΄ γ΄΄ ὑπὲρ ἣν αἱ Ὀρκάδες νῆσοι περὶ τριάκοντα τὸν ἀριθμὸν, ὧν τὸ μεταξὺ ἐπέχει μοίρας λ΄ ξα΄ γο΄΄

   καὶ ἔτι ὑπὲρ αὐτὰς ἡ Θούλη νῆσος, ἧς τὰ μὲν δυσμικώτατα ἐπέχει μοίρας κθ΄ ξγ΄ τὰ δὲ ἀνατολικώτατα λα΄ γο΄΄ ξγ΄ τὰ δὲ ἀρκτικώτατα λ΄ γ΄΄ ξγ΄ δ΄΄ τὰ δὲ νοτιώτατα λ΄ γ΄΄ ξβ΄ γο΄΄ τὰ δὲ μέσα λ΄ γ΄΄ ξγ΄

   Κατὰ δὲ τοὺς Τρινοούαντας νῆσοί εἰσιν δύο αἵδε· Τολιάτις νῆσος κγ΄ νδ΄ γ΄΄ Κώουνος νῆσος κδ΄ νδ΄ Ϛ΄΄

   Ὑπὸ δὲ τὸν Μέγαν λιμένα νῆσος Οὐηκτὶς, ἧς τὸ μέσον ἐπέχει μοίρας ιθ΄ γ΄΄ νβ΄ γ΄΄

[4]

Ἱσπανίας Βαιτικῆς θέσις. [Εὐρώπης πίναξ β΄.]

[1]    Τῆς Ἱσπανίας, κατὰ δὲ Ἕλληνας Ἰβηρίας, τρεῖς εἰσιν ἐπαρχίαι, Βαιτικὴ καὶ Λουσιτανία καὶ Ταρρακωνησία. Καὶ τῆς μὲν Βαιτικῆς ἡ πρὸς δυσμὰς καὶ ἄρκτους πλευρὰ ἀφορίζεται τῇ τε Λουσιτανίᾳ καὶ τῆς Ταρρακωνησίας μέρει, ἧς πλευρᾶς ἡ περιγραφὴ ἔχει οὕτως·

[2]    Τὸ ἀνατολικώτερον στόμα Ἄνα τοῦ ποταμοῦ δ΄΄ γ΄΄ λζ΄ Ϛ΄΄

   Ἡ πρὸς ἀνατολὰς τοῦ ποταμοῦ ἐπιστροφή Ϛ΄ γ΄΄ λθ΄

   Τὸ πρὸς τῷ πέρατι τῆς Λουσιτανίας τοῦ ποταμοῦ μέρος θ΄ λθ΄

   Καὶ ἡ ἐντεῦθεν γραμμὴ γραφομένη παρὰ τὴν Ταρρακωνησίαν ὡς ἐπὶ τὸ Βαλλιαρικὸν πέλαγος πέρας ἔχουσα ιβ΄ λζ΄ δ΄΄

   Αἱ δὲ πηγαὶ τοῦ ποταμοῦ ἐπέχουσι μοίρας ιδ΄ μ΄

[3]    Ἡ δὲ πρὸς μεσημβρίαν πλευρὰ τῆς Βαιτικῆς περιορίζεται τῷ μὲν Ὠκεανῷ κατὰ τὴν ἐκτὸς θάλασσαν καὶ τὸν Ἡράκλειον πορθμὸν, τῷ δὲ Ἰβηρικῷ πελάγει κατὰ τὴν ἐντὸς θάλασσαν. Καὶ ταύτης δὲ τῆς πλευρᾶς ἡ περιγραφὴ ἔχει οὕτως·

[4]    Μετὰ τὰς τοῦ Ἄνα ποταμοῦ ἐκβολὰς ἐν τῇ ἐκτὸς θαλάσσῃ Τουρδητανῶν Ὄνοβα Αἰστουαρία δ΄ γο΄΄ λζ΄ γ΄΄ Βαίτιος ποταμοῦ τὸ ἀνατολικὸν στόμα ε΄ γ΄΄ λζ΄ Αἱ πηγαὶ τοῦ ποταμοῦ ιβ΄ λη΄ Ϛ΄΄ Ἡ κατὰ Ἄσταν ἀνάχυσις Ϛ΄ λϚ΄ Ϛ΄΄δ΄΄

[5]    Τουρδούλων Μενεσθέως λιμήν Ϛ΄ λϚ΄ γ΄΄ Τὸ ἀκρωτήριον, ἀφ' οὗ ὁ πορθμὸς, ἐν ᾧ Ναὸς Ἥρας ε΄ Ϛ΄΄δ΄΄ λϚ΄ ιβ΄΄ Βαίλωνος ποταμοῦ ἐκβολαί Ϛ΄ Ϛ΄΄ λϚ΄ Ϛ΄΄ Βαίλων πόλις Ϛ΄ δ΄΄ λϚ΄ ιβ΄΄

[6]    Βαστούλων τῶν καλουμένων Ποινῶν Μενραλία Ϛ΄ Ϛ΄΄ λϚ΄ ιβ΄΄ Τρανσδούκτα Ϛ΄ Ϛ΄΄γ΄΄ λϚ΄ ιβ΄΄ Βαρβήσολα πόλις ζ΄ δ΄΄ λϚ΄ Ϛ΄΄ Καρτηΐα ζ΄ Ϛ΄΄ λϚ΄ Ϛ΄΄ Κάλπη ὄρος καὶ στήλη τῆς ἐντὸς θαλάσσης ζ Ϛ΄΄ λϚ΄ δ΄

[7]    Ἐν δὲ τῷ Ἰβηρικῷ πελάγει Βαρβησόλα ποταμοῦ ἐκβολαί ζ΄ γο΄΄ λϚ΄ γ΄΄ Σουέλ η΄ λϚ΄ Ϛ΄΄γ΄ ιβ΄΄ Σαλδούβα ποτ. ἐκβολαί η΄ Ϛ΄΄ λζ΄ Μάλακα η΄ Ϛ΄΄γ΄΄ λζ΄ Ϛ΄΄ Μαίνοβα θ΄ δ΄΄ λζ΄ δ΄΄ Σέξ θ΄ Ϛ΄΄δ΄΄ λζ΄ δ΄΄ Σηλάμβινα ι΄ δ΄΄ λζ΄ δ΄΄ Ἐξοχή ι΄ Ϛ΄΄γ΄΄ λζ΄ ιβ΄΄ Ἄβδαρα ι΄ Ϛ΄΄δ΄΄ λζ΄ Ϛ΄΄ Πόρτος Μάγνος ια΄ γ΄΄ λζ΄ ιβ΄΄ Χαριδήμου ἀκρωτήριον ια΄ Ϛ΄΄ λϚ΄ Ϛ΄΄γ΄΄

[8]    Τὸ δὲ λοιπὸν τῆς ἐπαρχίας καὶ πρὸς ἀνατολὰς χειμερινὰς ἀφορίζεται παρὰ τὸ Βαλλιαρικὸν πέλαγος τῇ ἀπὸ τοῦ εἰρημένου Χαριδήμου ἀκρωτηρίου γραμμῇ μέχρι τοῦ ἐκτεθειμένου πέρατος, ἐφ' ἦς Βάρεια πόλις ια΄ Ϛ΄΄δ΄΄ λζ΄ Ϛ΄΄

[9]    Κατέχουσι δὲ τὴν μὲν ἀπὸ Μενραλίας μέχρι Βαρείας πόλεως παράλιον οἱ εἰρημένοι Βάστουλοι, τὴν δὲ ὑπὲρ τούτους μεσόγειον καὶ πρὸς τῇ Ταρρακωνησίᾳ Τούρδουλοι, ἐν οἷς μεσόγειοι πόλεις Σεγίδα θ΄ Ϛ΄΄ λη΄ Ϛ΄΄γ΄΄ Ἰλουργίς θ΄ Ϛ΄΄ λη΄ γο΄΄ Οὐώγια θ΄ λη΄ Ϛ΄΄ Καλπουρνιάνα θ΄ Ϛ΄΄δ΄΄ λη΄ Ϛ΄΄ Καικίλα θ΄ δ΄΄ λη΄ Ϛ΄΄ Βανιάνα ι΄ λη΄ δ΄΄ Κορδύβη (μητρόπολις) θ΄ γ΄΄ λη΄ ιβ΄΄ Οὐλία θ΄ Ϛ΄΄ λη΄ Ὀβούλκων ι΄ Ϛ΄΄ λη΄ Ἀρκιλακίς η΄ Ϛ΄΄δ΄΄ λζ΄ Ϛ΄΄δ΄΄ Δητοῦνδα η΄ γο΄΄ λζ΄ γ΄΄ ιβ΄΄ Μουργίς η΄ δ΄΄ λζ΄ γ΄΄ Σάλδουβα η΄ Ϛ΄΄δ΄΄ λζ΄ γ΄΄ Τοῦκκι η΄ λζ΄ Ϛ΄΄ Σάλαρ ζ΄ Ϛ΄΄ λζ΄ Βάρλα ζ΄ λϚ΄ γο΄΄ Ἔβορα Ϛ΄ δ΄΄ λϚ΄ Ϛ΄΄γ΄΄ ιβ΄ Ὄνοβα Ϛ΄ Ϛ΄΄ λϚ΄ γ΄΄ Ἰλλίπουλα μεγάλη θ΄ γο΄΄ λη΄ Σέλια θ΄ γο΄΄ λζ΄ Ϛ΄΄δ΄΄ Οὐεσκίς θ΄ Ϛ΄΄ λζ΄ Ϛ΄΄ Ὄσκουα θ΄ Ϛ΄΄γ΄΄ λζ΄ Ϛ΄΄ Ἀρτιγίς θ΄ γο΄΄ λζ΄ γ΄΄ ιβ΄΄ Καλλίκουλα ι΄ Ϛ΄΄ λζ΄ Ϛ΄΄δ΄΄ Λακιβίς ι΄ δ΄΄ λζ΄ Ϛ΄΄ Σακιλίς ι΄ γ΄ ιβ΄΄ λζ΄ Ϛ΄΄γ΄΄ Λακιππώ ι΄ δ΄΄ λζ΄ γ΄΄ Ἰλλιβερίς ια΄ λζ΄ γο΄΄

[10]    Τὴν δὲ ἔτι ἐνδοτέρω καὶ παρὰ τὴν Λουσιτανίαν Τουρδητανοί, ἐν οἷς πόλεις Κάνακα δ΄ γο΄΄ λη΄ Σερία δ΄ γο΄΄ λζ΄ Ϛ΄΄δ΄΄ Ὄσκα ε΄ λζ΄ δ΄΄ Καιριάνα ε΄ Ϛ΄΄ λη΄ δ΄΄ Οὔριον ε΄ γο΄΄ λη΄ γ΄΄ Ἰλλίπουλα Ϛ΄ λη΄ Σεγίδα Ϛ΄ Ϛ΄΄ λζ΄ Ϛ΄΄δ΄΄ Πτουκί ε΄ Ϛ΄΄ λζ΄ Ϛ΄΄ Σάλα ε΄ γο΄΄ λζ΄ Ϛ΄΄ Νάβρισσα ε΄ γο΄΄ λζ΄ γ΄΄ Οὐγία ε΄ Ϛ΄΄ λζ΄ Ϛ΄΄ Ἄστα Ϛ΄ λζ΄ Κορτίκατα Ϛ΄ ιβ΄΄ λη΄ γ΄΄ Λαιλία Ϛ΄ Ϛ΄΄ λη΄ ιβ΄΄ Ἰτάλικα ζ΄ λη Μαξιλούα Ϛ΄ γ΄΄ λζ΄ Ϛ΄΄γ΄΄ Οὐκία ζ΄ λζ΄ γο΄΄ Κάρισσα Ϛ΄ Ϛ΄΄ λζ΄ Ϛ΄΄ Κάλδουβα Ϛ΄ γο΄ λζ΄ δ΄΄ Παισοῦλα ζ΄ λζ΄ Ϛ΄΄ Σαγουντία Ϛ΄ Ϛ΄΄ λζ΄ ιβ΄΄ Ἄσινδον Ϛ΄ Ϛ΄΄ λϚ΄ Ϛ΄΄ γ΄΄ Νερτόβριγα ζ΄ λη΄ Ϛ΄΄γ΄΄ Κοντριβοῦτα ζ΄ γο΄΄ λη΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Ῥηγίνα ζ΄ Ϛ΄΄ λη΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Κούρσου η΄ λη΄ γο΄΄ Μιρόβριγα ζ΄ λη΄ γ΄΄ ιβ΄΄ Σπολήτινον ζ΄ γ΄΄ λη΄ γ΄΄ Ἰλλίπα μεγάλη ζ΄ γο λη΄ Ϛ΄΄ Ἵσπαλις ζ΄ δ΄΄ λζ΄ Ϛ΄΄γ΄΄ Ὀβούκολα η΄ λζ΄ Ϛ΄΄δ΄΄ Καλλίκουλα ζ΄ γο΄΄ λζ΄ Ϛ΄΄ Ὀλέαστρον ζ΄ Ϛ΄΄ λζ΄ Ϛ΄΄ Οὐρσώνη ζ΄ Ϛ΄΄ λζ΄ ιβ΄΄ Βαισιππώ ζ΄ δ΄΄ λζ΄ ιβ΄΄ Φόρνακις η΄ Ϛ΄΄ λη΄ Ϛ΄΄γ΄΄ Ἄρσα η΄ γο΄΄ λη΄ Ϛ΄΄ιβ΄΄ Ἄσυλα η΄ Ϛ΄΄ιβ΄΄ λη΄ γ΄΄ ιβ΄΄ Ἀστιγίς η΄ δ΄΄ λη΄ γ΄΄ Καρμονία η΄ Ϛ΄΄ λη΄

[11]    Βαιτικῶν Κελτικῶν Ἀρουκκί ε΄ Ϛ΄΄γ΄΄ λη΄ Ϛ΄΄γ΄΄ Ἀροῦνδα Ϛ΄ Ϛ΄΄ λη΄ Ϛ΄΄γ΄΄ Κούργια Ϛ΄ Ϛ΄΄ λη΄ γο΄΄ Ἀκινιππώ Ϛ΄ Ϛ΄΄ λη΄ γ΄΄ ιβ΄΄ Οὔαμα Ϛ΄ δ΄΄ λη΄ γ΄΄ ιβ΄΄

[12]    Ὄρη δὲ ὀνομάζεται τῆς Βαιτικῆς τό τε Μαριανὸν, οὗ τὸ μέσον ἐπέχει μοίρας Ϛ΄ λζ΄ γο΄΄ καὶ τὸ καλούμενον Ἰλλίπουλα, οὗ τὸ μέσον ἐπέχει μοίρας ζ΄ γ΄΄ λζ΄ Ϛ΄΄

[13]    Καὶ παράκειται τῇ Βαιτικῇ Ἱσπανίᾳ νῆσος ἐν τῇ Ἐκτὸς θαλάσσῃ καὶ πόλις ἐν αὐτῇ Γάδειρα, ἧς θέσις ε΄ Ϛ΄΄ λϚ΄ Ϛ΄΄

[5]

Ἱσπανίας τῆς Λουσιτανίας θέσις. [Εὐρώπης πίναξ β΄.]

[1]    Τῆς δὲ Λουσιτανίας ἡ μὲν νοτία πλευρὰ κοινὴ οὖσα πρὸς τὴν Βαιτικὴν βορείαν πλευρὰν εἴρηται, ἡ δὲ ἀπ' ἄρκτων πλευρὰ συνῆπται τῇ Ταρρακωνησίᾳ παρὰ τὸ δυσμικὸν μέρος τοῦ Δορίου ποταμοῦ, οὗ αἱ μὲν ἐκβολαὶ εἰς τὴν Ἐκτὸς θάλασσαν φέρουσι καὶ ἐπέχουσι μοίρας

   ε΄ γ΄΄ μα΄ Ϛ΄΄γ΄΄ τὸ δὲ πρὸς τῷ πέρατι τῆς Λουσιτανίας τοῦ ποταμοῦ μέρος ἐπέχει μοίρας θ΄ Ϛ΄΄ μα΄ Ϛ΄΄γ΄΄ αἱ δὲ πηγαὶ τοῦ ποταμοῦ ια΄ γο΄΄ μα΄ γο΄΄

   Ἡ δὲ ἀπ' ἀνατολῶν πλευρὰ καὶ αὐτὴ μὲν συνῆπται τῇ Ταρρακωνησίᾳ, ἐπιζευγνύει δὲ τὰ εἰρημένα πέρατα πρός τε τῷ Ἄνᾳ ποταμῷ καὶ τῷ Δορίῳ ποταμῷ.

[2]    Ἡ δὲ ἀπὸ δυσμῶν πλευρὰ καὶ παρὰ τὸν Δυτικὸν Ὠκεανὸν ἔχει οὕτως. Μετὰ τὰς τοῦ Ἄνα ποταμοῦ ἐκβολὰς

   Τουρδητανῶν Βάλσα γ΄ γο΄΄ λζ΄ Ϛ΄΄δ΄΄ Ὀσσόνοβα γ΄ λζ΄ Ϛ΄΄γ΄΄ Ἱερὸν ἀκρωτήριον β΄ Ϛ΄΄ λη΄ δ΄΄ Καλλίποδος ποτ. ἐκβολαί ε΄ λθ΄ Σαλάκεια ε΄ ιβ΄΄ λθ΄ γ΄΄ ιβ΄΄ Καιτόβριξ δ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ λθ΄ Ϛ΄΄

[3]    Λουσιτανῶν Βαρβάριον ἄκρον δ΄ Ϛ΄΄γ΄΄ λθ΄ Ϛ΄΄γ΄΄ Ὀλιοσίπων ε΄ Ϛ΄΄ μ΄ δ΄΄ Τάγου ποταμοῦ ἐκβολαί ε΄ Ϛ΄΄ μ΄ Ϛ΄΄ τὸ μέχρι τῆς Ταρρακωνησίας αὐτοῦ μέρος θ΄ μ΄ Ϛ΄΄ αἱ πηγαὶ τοῦ ποταμοῦ ια΄ γο΄΄ μ΄ Ϛ΄΄δ΄΄ Σελήνης ὄρος, ἄκρον ε΄ μ΄ γο΄΄ Μόνδα ποταμοῦ ἐκβολαί ιε΄ Ϛ΄΄ μ΄ Ϛ΄΄γ΄΄ Οὐάκου ποταμοῦ ἐκβολαί ε΄ Ϛ΄΄ μα΄ γ΄΄ μεθ' ἃς αἱ τοῦ Δορίου ποταμοῦ ἐκβολαί ε΄ γ΄΄ μα΄ Ϛ΄΄γ΄΄

[4]    Κατέχουσι δὲ τὰ μὲν περὶ τὸ Ἱερὸν ἀκρωτήριον Τουρδητανοὶ, ἐν οἷς αἱ ἐν τῇ Λουσιτανίᾳ πόλεις μεσόγειοι Πὰξ Ἰουλία ε΄ γ΄΄ λθ΄ Ἰουλία Μυρτιλίς ε΄ δ΄΄ λη΄ Ϛ΄΄δ΄΄

[5]    Τὰ δ' ἐνδοτέρω τούτων Κελτικοὶ, ἐν οἷς αἱ ἐν τῇ Λουσιτανίᾳ πόλεις Λακκόβριγα ε΄ Ϛ΄΄δ΄΄ μ΄ δ΄΄ Καιπιάνα ε΄ γ΄΄ μ΄ Βραιτόλαιον Ϛ΄ μ΄ Μιρόβριγα ε΄ γ΄΄ λθ΄ Ϛ΄΄δ΄΄ Ἀρκόβριγα ε΄ γο΄΄ λθ΄ Ϛ΄΄ιβ΄΄ Μερίβριγα Ϛ΄ Ϛ΄ λθ΄ γο΄΄ Κατραλευκός ε΄ γο΄΄ λθ΄ γ΄΄ Πύργοι λευκοί Ϛ΄ Ϛ΄΄ λθ΄ γ΄΄ Ἀρανδίς Ϛ΄ Ϛ΄΄ λθ΄ ιβ΄΄

[6]    Τὰ δὲ ὑπὲρ τούτους Λουσιτανοὶ, ἐν οἷς πόλεις μεσόγειοι Λαυαρή ε΄ Ϛ΄΄ μα΄ Ϛ΄΄δ΄ Ἀρίτιον ε΄ γο΄΄ μα΄ Ϛ΄΄ Σέλιον Ϛ΄ μα΄ γ΄΄ Ἐλβοκορίς Ϛ΄ Ϛ΄΄ μα΄ δ΄΄ Ἀραδούκτα Ϛ΄ γο΄΄ μα΄ Ϛ΄΄ Οὐερούριον ζ΄ δ΄΄ μα΄ ιβ΄΄ Οὐελλαδίς Ϛ΄ γο΄΄ μα΄ ιβ΄΄ Αἰμίνιον ζ΄ γ΄΄ μα΄ Χρητίνα ε΄ Ϛ΄΄ μ΄ γο΄΄ Ἀράβριγα ε΄ γο΄΄ μ΄ Ϛ΄΄ Σκαλαβὶς κολωνία Ϛ΄ μ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Τακουβίς Ϛ΄ γ΄΄ μ΄ Ϛ΄΄δ΄΄ Κονκορδία Ϛ΄ γο΄΄ μ΄ Ϛ΄΄ Ταλάβριγα ζ΄ Ϛ΄΄ μ΄ Ϛ΄΄δ΄΄ Ῥουστικάνα ζ΄ γο΄΄ μ΄ Ϛ΄΄ Μενδικουληία Ϛ΄ Ϛ΄΄γ΄΄ μ΄ δ΄΄ Καύριον Ϛ΄ γο΄΄ μ΄ Τούρμογον η΄ μ΄ δ΄΄ Βούρδουα ζ΄ γ΄΄ μ΄ Κόλαρνον Ϛ΄ Ϛ΄΄γ΄΄ λθ΄ Ϛ΄΄δ΄΄ Σάλλαικος Ϛ΄ γο΄΄ λθ΄ Ϛ΄΄ Ἀμμαία ζ΄ λθ΄ γ΄΄ Ἔβουρα ζ΄ λθ΄ ιβ΄΄ Νῶρβα Καισάρεια ζ΄ Ϛ΄΄γ΄΄ λθ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Λικινιάνα ζ΄ γ΄΄ λθ΄ γο΄΄ Αὐγούστα Ἠμερίτα η΄ λθ΄ Ϛ΄΄ Εὐανδρία ζ΄ γ΄΄ λθ΄ δ΄΄ Γεραία ζ΄ γο΄΄ λθ΄ ιβ΄΄ Καικίλια Μετέλλινα η΄ Ϛ΄΄ λθ΄ Ϛ΄΄ Κάπασα η΄ γο΄΄ λθ΄ Ϛ΄΄

[7]    Ἀνατολικώτατοι δὲ Οὐέττονες, ἐν οἷς πόλεις Λαγκία Ὀππιδάνα η΄ Ϛ΄΄ μα΄ γο΄΄ Κοτταιόβριγα η΄ μα΄ Ϛ΄΄ Σαλμάντικα η΄ Ϛ΄΄γ΄΄ μα΄ Ϛ΄΄γ΄΄ Αὐγουστόβριγα η΄ μα΄ δ΄΄ Ὄκελον η΄ γ΄΄ μα΄ δ΄΄ Κάπαρα η΄ Ϛ΄΄ μα΄ Μανλιάνα η΄ γ΄΄ μα΄ Λακονίμουργι η΄ γ΄΄ μ΄ Ϛ΄΄δ΄΄ Δεόβριγα η΄ γο΄΄ μ΄ γο΄΄ Ὀβίλα η΄ Ϛ΄΄γ΄΄ μ΄ γ΄΄ ιβ΄΄ Λάμα η΄ Ϛ΄΄ μ΄ ιβ΄΄

   Νῆσος δὲ τῇ Λουσιτανίᾳ παράκειται Λονδοβρίς γ΄ μα΄

[6]

Ἱσπανίας Ταρρακωνησίας θέσις.

[Εὐρώπης πίναξ β΄.]

[1]    Τῆς δὲ Ταρρακωνησίας ἡ μὲν δυσμικὴ πλευρὰ καὶ παρὰ τὸν Δυτικὸν Ὠκεανὸν ἔχει οὕτως. Μετὰ τὰς τοῦ Δορίου ποταμοῦ ἐκβολὰς

   Καλλαϊκῶν Βρακάρων Αὔου ποταμοῦ ἐκβολαί ε΄ Ϛ΄΄ μβ΄ δ΄΄ Αὔαρον ἄκρον ε΄ Ϛ΄΄ μβ΄ Ϛ΄΄ Νήβιος ποταμοῦ ἐκβολαί ε΄ γο΄΄ μβ΄ Ϛ΄΄δ΄΄ Λιμίου ποτ. ἐκβολαί ε΄ Ϛ΄΄ μγ΄ δ΄΄ Μινίου ποταμοῦ ἐκβολαί ε΄ γ΄΄ μγ΄ γο΄΄ Αἱ πηγαὶ τοῦ ποταμοῦ ια΄ Ϛ΄΄ μδ΄ δ΄΄

[2]    Καλλαϊκῶν Λουκηνσίων Ὀρούιον ἄκρον ε΄ Ϛ΄΄ μδ΄ Οὐΐα ποταμοῦ ἐκβολαί ε΄ γο΄΄ μδ΄ γ΄΄ Ταμάρα ποταμοῦ ἐκβολαί ε΄ γο΄΄ μδ΄ γο΄΄

   [Ἀρτάβρων] Ἀρτάβρων λιμὴν ε΄ γ΄΄ με΄ Νέριον ἀκρωτήριον ε΄ δ΄΄ με΄ Ϛ΄΄

[3]    Ἡ δὲ ἀρκτικὴ πλευρὰ, ἧς ὑπέρκειται Ὠκεανὸς ὁ καλούμενος Καντάβριος, περιγράφεται οὕτως. Μετὰ τὸ Νέριον ἀκρωτήριον ἕτερον ἀκρωτήριον, ἐφ' οὗ Σηστίου (ἡλίου) βωμοὶ, ἄκρον ε΄ γο΄΄ με΄ Ϛ΄΄ Οὔιρ ποταμοῦ ἐκβολαί Ϛ΄ δ΄΄ με΄ Ϛ΄΄ Τὸ ἐφεξῆς ἄκρον Ϛ΄ Ϛ΄΄ με΄ Ϛ΄΄

[4]    Καλλαϊκῶν τῶν Λουκηνσίων ἐν τῷ Μεγάλῳ λιμένι Φλαούιον Βριγάντιον Ϛ΄ Ϛ΄΄δ΄΄ με΄ Λαπατία Κώρου ἄκρον τὸ καὶ Τρίλευκον η΄ δ΄΄ με΄ Ϛ΄΄γ΄΄ Μεάρου ποταμοῦ ἐκβολαί θ΄ με΄ Ϛ΄΄δ΄΄ Ναβίου ποταμοῦ ἐκβολαί ι΄ γ΄΄ με΄ γο΄΄ Ναβιαλαουίωνος ποταμοῦ ἐκβολαί ια΄ γ΄΄ με΄ Ϛ΄΄δ΄΄

[5]    Παισικῶν Φλαουιοναουία ια΄ Ϛ΄΄δ΄΄ με΄ γ΄΄ ιβ΄΄ Ναίλου ποτ. ἐκβολαί ιβ΄ με΄ Ϛ΄΄

[6]    Καντάβρων Νοίγα Οὐκεσία ιγ΄ με΄ γο΄΄

[7]    Αὐτριγόνων Νερούα ποταμοῦ ἐκβολαί ιγ΄ Ϛ΄΄ μδ΄ γο΄΄ Φλαουιόβριγα ιγ΄ Ϛ΄΄ μδ΄ δ΄΄

[8]    Καριστῶν Δηούα ποταμοῦ ἐκβολαί ιγ΄ Ϛ΄΄δ΄΄ μδ΄ γ΄΄ ιβ΄΄

[9]    Οὐαρδούλων Μηνόσκα ιδ΄ γ΄΄ με΄

[10]    Οὐασκόνων Οἰασσὼ πόλις ιε΄ Ϛ΄΄ με΄ ιβ΄΄ Οἰασσὼ ἄκρον Πυρήνης ιε΄ Ϛ΄΄ με΄ Ϛ΄΄γ΄΄

[11]    Ἡ δὲ πρὸς θερινὰς ἀνατολὰς πλευρὰ ὁρίζεται τῇ Πυρήνῃ ἀπὸ τοῦ εἰρημένου ἀκρωτηρίου μέχρι τῆς ἐπὶ τὴν καθ' ἡμᾶς θάλασσαν ἀκρωρείας, καθ' ἣν ἵδρυται Ἱερὸν Ἀφροδίτης, οὗ θέσις κ΄ γ΄΄ μβ΄ γ΄΄

   Κυρτοῦται δέ πως τὸ ὄρος ὡς ἐπὶ τὴν Ἱσπανίαν, ὥστε τὸ μεταξὺ τῆς κυρτότητος πρὸς τῇ Ταρρακωνησίᾳ ἐπέχειν μοίρας ιζ΄ μγ΄

[12]    Τῶν δὲ λοιπῶν τῆς Ταρρακωνησίας πλευρῶν αἱ μὲν παρά τε τὴν Λουσιτανίαν καὶ τὴν Βαιτικὴν εἴρηνται· ἡ δὲ λοιπὴ καὶ παρὰ τὸ Βαλλιαρικὸν πέλαγος, τετραμμένη δὲ πρὸς χειμερινὰς ἀνατολὰς, περιγραφὴν ἔχει τοιαύτην. Μετὰ τὸ πρὸς τῇ Βαιτικῇ πέρας, ὃ ἦν ιβ΄ λζ΄ δ΄΄

[13]    Βαστιτανῶν παράλιος Οὔρκι ιβ΄ λζ΄ γ΄΄ ιβ΄΄

[14]    Κοντεστανῶν παράλιος Λούκεντον ιβ΄ Ϛ΄΄ λζ΄ Ϛ΄΄ Καρχηδὼν Νέα ιβ΄ δ΄΄ λζ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Σκομβραρία ἄκρα ιβ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ λη΄ ιβ΄΄ Τάβερος ποτ. ἐκβολαί ιβ΄ Ϛ΄΄ λη΄ Ϛ΄΄ Ἀλωναί ιβ΄ γο΄΄ λη΄ Ϛ΄΄ιβ΄΄ Σαιτάβιος ποτ. ἐκβολαί ιγ΄ λη΄ Ϛ΄΄δ΄΄ Ἰλλικιτανὸς λιμὴν ιγ΄ Ϛ΄΄ λη΄ Ϛ΄΄δ΄΄ Σούκρωνος ποτ. ἐκβολαί ιδ΄ λη΄ Ϛ΄΄γ΄΄

[15]    Ἠδητανῶν παράλιος Παλλαντία ποτ. ἐκβολαί ιδ΄ γο΄΄ λη΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Τούριος ποταμοῦ ἐκβολαί ιε΄ λθ΄ Διάνιον ιε΄ γο΄΄ ιβ΄΄ λθ΄ Ϛ΄΄

[16]    Ἰλερκαόνων παράλιος Τενέβριον ἄκρον ιε΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ λθ΄ γο΄΄ Τενέβριος λιμήν ιε΄ Ϛ΄΄ μ΄ Ἴβηρος ποτ. ἐκβολαί ιϚ΄ μ΄ Ϛ΄΄ Τὸ μεταξὺ τοῦ μήκους τοῦ ποταμοῦ ιδ΄ μβ΄ Αἱ πηγαὶ τοῦ ποταμοῦ ιβ΄ Ϛ΄΄ μδ΄

[17]    Κοσσετανῶν παράλιος Ταρράκων ιϚ΄ γ΄΄ μ΄ γο΄΄ Σούβουρ ιϚ΄ Ϛ΄΄γ΄΄ μ΄ Ϛ΄΄δ΄΄

[18]    Λαιητανῶν παράλιος Βαρκινών ιζ΄ δ΄΄ μα΄ Ῥουβρικάτου ποτ. ἐκβολαί ιζ΄ Ϛ΄΄ μα΄ Βαιτουλών ιζ΄ Ϛ΄΄γ΄΄ μα΄ γ΄΄ Λουνάριον ἄκρον ιη΄ Ϛ΄΄ μα΄ Ϛ΄΄ Αἰλουρών ιη΄ μα΄ Ϛ΄΄δ΄΄ Βλάνδα ιη΄ δ΄΄ μβ΄

[19]    Ἰνδιγετῶν παράλιος Σαμβρόκα ποτ. ἐκβολαί ιη΄ Ϛ΄΄ μβ΄ Ϛ΄΄ Ἐμπορίαι ιη΄ Ϛ΄΄δ΄΄ μβ΄ γ΄΄ Κλωδιανοῦ ποτ. ἐκβολαί ιθ΄ μβ΄ Ϛ΄΄ Ῥόδη πόλις ιθ΄ Ϛ΄΄ μβ΄ Ϛ΄΄ μεθ' ἣν τὸ εἰρημένον Ἀφροδίσιον Ἱερόν κ΄ γ΄΄ μβ΄ γ΄΄

[20]    Ὄρη δὲ ἐν τῇ Ταρρακωνησίᾳ κατονομάζεται τό τε Οὐίνδιον, οὗ τὰ πέρατα ἐπέχει μοίρας θ΄ με΄ καὶ ια΄ Ϛ΄΄ μδ΄ Ϛ΄΄ καὶ τὸ Ἐδούλιον ὄρος, οὗ τὰ πέρατα ἐπέχει μοίρας ιδ΄ γο΄΄ μβ΄ Ϛ΄΄ καὶ ιϚ΄ μγ΄ καὶ ἡ Ἰδουβέδα, ἧς τὰ πέρατα ἐπέχει μοίρας ιδ΄ μα΄ Ϛ΄΄ καὶ ιδ΄ γ΄΄ λθ΄ καὶ ἡ Ὀρτοσπέδα, ἧς τὰ πέρατα ἐπέχει μοίρας ιβ΄ λζ΄ γο΄΄ καὶ ιδ΄ λθ΄ γο΄΄

[21]    Κατέχουσι δὲ τὰ μὲν περὶ τὸ Νέριον ἀκρωτήριον Ἄρταβροι, ἐν οἷς πόλεις Κλαυδιομέριον ε΄ Ϛ΄΄δ΄΄ με΄ Ϛ΄΄ Νοούιον Ϛ΄ Ϛ΄΄ μδ΄ Ϛ΄΄δ΄΄

[22]    Ἐχόμενοι δὲ τούτων Καλλαϊκοὶ οἱ Λουκήνσιοι, ἐν οἷς πόλεις μεσόγειοι αἵδε· Βοῦρον η΄ δ΄΄ με΄ ιβ΄΄ Ὀλίνα η΄ Ϛ΄΄ με΄ Ϛ΄΄ Οὔικα θ΄ γ΄΄ με΄ γ΄΄ Λιβοῦνκα ι΄ Ϛ΄΄ με΄ γ΄΄ Πιντία ι΄ Ϛ΄΄ με΄ ιβ΄΄ Καρόνιον ζ΄ μδ΄ Ϛ΄΄δ΄΄ Τουρουπτίανα Ϛ΄ γ΄΄ μγ΄ Ϛ΄΄δ΄΄ Γλανδόμιρον ζ΄ μγ΄ Ϛ΄΄ Ὄκελον η΄ γ΄΄ μδ΄ γ΄΄ ιβ΄΄ Τούρριγα η΄ Ϛ΄΄γ΄΄ μδ΄ Ϛ΄΄ιβ΄΄

[23]    Καπορῶν. Ἰρία Φλαουία Ϛ΄ γ΄΄ ιβ΄΄ μδ΄ Ϛ΄΄ Λοῦκος Αὐγούστου ζ΄ γ΄΄ ιβ΄΄ μδ΄ γ΄΄ ιβ΄΄

[24]    Κιλινῶν. Ὕδατα Θερμά Ϛ΄ γ΄΄ μδ΄ γ΄΄

[25]    Λεμαύων Δακτόνιον ζ΄ Ϛ΄΄ μδ΄

[26]    Βαιδύων. Φλαουία Λαμβρίς ζ΄ γ΄΄ μδ΄ Ϛ΄΄δ΄΄

[27]    Σεουρρῶν Ταλαμίνη η΄ Ϛ΄΄ μδ΄ Ϛ΄΄ Ὕδατα Κουίντινα η΄ Ϛ΄΄ με΄ Ϛ΄΄

[28]    Ἀπ' ἀνατολῶν δὲ τούτων παράκειται ἡ Ἀστουρία, καὶ πόλεις ἐν αὐτῇ αἵδε Λοῦκος Ἀστουρῶν ια΄ με΄ Λαβερνίς ια΄ μδ΄ Ϛ΄΄ Ἰντεράμνιον ι΄ δ΄΄ μδ΄ γ΄΄ Ἀργεντέολα θ΄ γ΄΄ μδ΄ Ϛ΄΄δ΄΄ Λαγκίατοι θ΄ γ΄΄ μγ΄ Ϛ΄΄ Μαλίακα ι΄ γ΄΄ μδ΄ Γίγια ια΄ Ϛ΄΄ μγ΄ Ϛ΄΄δ΄΄ Βέργιδον Φλαούιον η΄ Ϛ΄΄ μδ΄ Ϛ΄΄ Ἰντεράμνιον Φλαούιον θ΄ μδ΄ Λεγίων ζ΄ Γερμανική θ΄ μδ΄ Ϛ΄΄

[29]    Βριγαικινῶν Βριγαίκιον ι΄ μδ Ϛ΄΄γ΄΄

[30]    Βαιδουνηνσίων Βαιδουνία ι΄ Ϛ΄΄γ΄΄ μδ΄ γ΄΄ ιβ΄΄

[31]    Ὀρνιακῶν Ἰντερκατία ια΄ Ϛ΄΄ μδ΄ δ΄΄

[32]    Λουγγόνων Παιλόντιον ια΄ γο΄΄ μδ΄ Ϛ΄΄γ΄΄

[33]    Σαιλινῶν Ναρδίνιον ι΄ γ΄΄ μγ΄ Ϛ΄΄δ΄΄

[34]    Σουπερατίων Πεταυόνιον θ΄ Ϛ΄΄ μγ΄ γο΄΄

[35]    Ἀμακῶν Ἀστούρικα Αὐγούστα θ΄ Ϛ΄΄ μδ΄

[36]    Τειβούρων Νεμετόβριγα ζ΄ Ϛ΄΄ μγ΄ Ϛ΄΄δ΄΄

[37]    Γιγουρρῶν Φόρος Γιγουρρῶν η΄ μγ΄ Ϛ΄΄δ΄΄

[38]    Μεταξὺ δὲ τοῦ Μινίου καὶ τοῦ Δορίου ποταμοῦ τὰ μὲν ἐπὶ θαλάσσῃ κατέχουσι Καλλαϊκοὶ οἱ Βρακάριοι, ἐν οἷς πόλεις αἵδε· Βρακαραυγούστα Ϛ΄ μγ΄ γο΄΄ Καλάδουνον Ϛ΄ Ϛ΄΄ μγ΄ Ϛ΄΄ Πίνητος Ϛ΄ Ϛ΄΄γ΄΄ μγ΄ Ϛ΄΄ιβ΄΄ Κονπλούτικα η΄ γ΄΄ μγ΄ γ΄΄ ιβ΄΄ Τουντόβριγα η΄ Ϛ΄΄ μγ΄ γ΄΄ ιβ΄΄ Ἀραδούκκα Ϛ΄ μα΄ Ϛ΄΄γ΄΄ ιβ΄΄

[39]    Τουροδῶν Ὕδατα Λάϊα Ϛ΄ Ϛ΄΄ μγ΄ γ΄΄ ιβ΄΄

[40]    Νεμετατῶν Οὐολόβριγα Ϛ΄ μβ΄ Ϛ΄΄ιβ΄΄

[41]    Κοιλερινῶν Κοιλιόβριγα Ϛ΄ μβ΄ γ΄΄

[42]    Βιβαλῶν Φόρος Βιβαλῶν ζ΄ γ΄΄ μγ΄ γ΄΄

[43]    Λιμικῶν Φόρος Λιμικῶν Ϛ΄ Ϛ΄΄γ΄΄ μβ΄ Ϛ΄΄δ΄΄

[44]    Γρουίων Τοῦδαι η΄ γ΄΄ μβ΄ Ϛ΄΄δ΄΄

[45]    Λουαγκῶν Μερούα ζ΄ Ϛ΄΄ μβ΄ γο΄΄

[46]    Κουακερνῶν Ὕδατα Κουακερνῶν ζ΄ γ΄΄ μβ΄ γ΄΄

[47]    Λουβαινῶν Κάμβαιτον η΄ Ϛ΄΄ μβ΄ γ΄΄

[48]    Ναρβασῶν Φόρος Ναρβασῶν η΄ μβ΄

[49]    Τὰ δὲ ἐντὸς τούτων Οὐακκαῖοι, ἐν οἷς πόλεις αἵδε· Βαργιακίς θ΄ Ϛ΄΄δ΄΄ μγ΄ γ΄΄ ιβ΄΄ Ἰντερκατία ι΄ δ΄΄ μγ΄ γ΄΄ ιβ΄΄ Οὐιμινάκιον ια΄ μγ΄ Ϛ΄΄ Πόρτα Αὐγούστα θ΄ γο΄΄ μγ΄ γ΄΄ Αὔτρακα ι΄ μγ΄ δ΄΄ Λακόβριγα ι΄ γ΄΄ μγ΄ γ΄΄ Ἀουία ι΄ γ΄΄ μγ΄ Σεγοντία Παραμίκα θ΄ Ϛ΄΄ μγ΄ Γέλλα θ΄ γο΄΄ μβ΄ Ϛ΄΄γ΄΄ ιβ΄ Ἀλβόκελα θ΄ ιβ΄ μβ΄ γο΄΄ Ῥαῦδα θ΄ γ΄΄ μβ΄ Ϛ΄΄ιβ΄΄ Σεγίσαμα Ἰουλία θ΄ Ϛ΄΄γ΄΄ μβ΄ γο΄΄ Παλλαντία ι΄ Ϛ΄΄ μβ΄ Ϛ΄΄ Ἔλδανα θ΄ μβ΄ γ΄΄ Κωούγιον θ΄ γο΄΄ μβ΄ γ΄΄ ιβ΄΄ Καῦκα ι΄ μβ΄ γ΄΄ Ὀκτώδουρον θ΄ γο΄΄ μβ΄ Ϛ΄΄ Πίντια ι΄ Ϛ΄΄ μβ΄ Σεντική θ΄ μα΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Σαραβίς θ΄ γο΄΄ μα΄ Ϛ΄΄γ΄΄ ιβ΄΄

[50]    Τὰ δ' ἀπ' ἀνατολῶν Ἀστουρίας κατέχουσι Κανταβροὶ, καὶ πόλεις ἐν αὐτοῖς μεσόγειοι Κονκάνα ιβ΄ Ϛ΄΄ μδ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Ὀτταουιόλκα ιβ΄ γο΄΄ μδ΄ Ϛ΄΄δ΄΄ Ἀργενόμεσκον ιβ΄ μδ΄ Ϛ΄΄ Οὐαδινία ια΄ Ϛ΄΄γ΄΄ μδ΄ γ΄΄ ιβ΄΄ Οὐέλλικα ιβ΄ Ϛ΄΄ μδ΄ δ΄΄ Καμάρικα ια΄ γο΄΄ μδ΄ ιβ΄΄ Ἰουλιόβριγα ιβ΄ Ϛ΄΄ μδ΄ Μόροικα ια΄ Ϛ΄΄δ΄΄ μγ΄ Ϛ΄΄γ΄΄

[51]    Ὑπὸ δὲ τούτους Μούρβογοι, ἐν οἷς πόλεις Βραῦον ιβ΄ μγ΄ γο΄΄ Σισάρακα ια΄ Ϛ΄΄ μγ΄ Ϛ΄΄ Δεοβρίγουλα ια΄ Ϛ΄΄γ΄΄ μγ΄ γ΄΄ ιβ΄΄ Ἀμβίσνα ια΄ Ϛ΄΄ μγ΄ ιβ΄΄ Σεγίσαμον ιβ΄ μγ΄ Ϛ΄΄

[52]    Ἀνατολικώτεροι δὲ τούτων τε καὶ τῶν Κανταβρῶν Αὐτρίγονες, ἐν οἷς πόλεις μεσόγειοι Οὔξαμα Βάρκα ιγ΄ μδ΄ δ΄΄ Σεγισαμόνκουλον ιγ΄ μγ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Οὐιρούεσκα ιβ΄ Ϛ΄΄ μγ΄ Ϛ΄΄γ΄΄ Ἀντεκουΐα ιγ΄ μγ΄ γο΄΄ Δεόβριγα ιγ΄ δ΄΄ μγ΄ Ϛ΄΄ Οὐινδέλεια ιβ΄ γο΄΄ μγ΄ δ΄΄ Σαλιόγκα ιγ΄ μγ΄ ιβ΄΄

[53]    Καὶ ὑπὸ μὲν τοὺς Μουρβόγους Πελένδονες, ἐν οἷς πόλεις Οὐισόντιον ια΄ Ϛ΄΄ μβ΄ Ϛ΄΄γ΄΄ Αὐγουστόβριγα ια΄ Ϛ΄΄ μβ΄ γο΄΄ Σαουία ιβ΄ Ϛ΄΄ μβ΄ γο΄΄

[54]    Ὑπὸ δὲ τοὺς Αὐτρίγονας Βήρωνες, ἐν οἷς πόλεις Τρίτιον Μέταλλον ιγ΄ μβ΄ Ϛ΄΄γ΄΄ Ὀλίβα ιγ΄ μβ΄ γο΄΄ Οὐάρεια ιγ΄ Ϛ΄΄ μβ΄ Ϛ΄΄δ΄΄

[55]    Ὑπὸ δὲ τοὺς Πελένδονας καὶ τοὺς Βήρωνας Ἀρεουάκαι, ἐν οἷς πόλεις Κομφλοέντα ια΄ μβ΄ Ϛ΄΄ιβ΄΄ Κλουνία κολωνία ια΄ μβ΄ Τέρμες ια΄ Ϛ΄΄ μβ΄ γ΄΄ ιβ΄΄ Οὔξαμα Ἀργαῖλα ια΄ Ϛ΄΄ μβ΄ Σεγορτία Λάγκα ιβ΄ Ϛ΄΄ μα΄ γο΄΄ Οὐέλουκα ια΄ Ϛ΄΄γ΄΄ μα΄ Ϛ΄΄γ΄΄ ιβ΄ Τουκρίς ιβ΄ γο΄΄ μβ΄ Ϛ΄΄ Νουμαντία ιβ΄ Ϛ΄΄ μα΄ Ϛ΄΄γ΄΄ Σεγουουία ιγ΄ Ϛ΄΄ μβ΄ γ΄΄ ιβ΄΄ Νοοῦα Αὐγούστα ιγ΄ δ΄΄ μβ΄ Ϛ΄΄

[56]    Πάλιν μεσημβρινώτεροι μὲν τῶν τε Οὐακκαίων καὶ τῶν Ἀρεουακῶν εἰσι Καρπητανοί, ἐν οἷς πόλεις Ἰλούρβιδα θ΄ γο΄΄ μα΄ γο΄΄ Ἐγελέστα ι΄ Ϛ΄΄ μα΄ γο΄΄ Ἰλαρκουρίς ια΄ μα΄ Ϛ΄΄ιβ΄΄ Οὐάραδα ια΄ Ϛ΄΄ μα΄ Ϛ΄΄ Θέρμιδα ιβ΄ μα΄ Ϛ΄΄ιβ΄΄ Τιτουλκία ι΄ γ΄΄ μα΄ γ΄΄ Μάντουα ια΄ γο΄΄ μα΄ δ΄΄ Τώλητον ι΄ μα΄ Κόμπλουτον ι΄ Ϛ΄΄γ΄΄ μα΄ ιβ΄΄ Κάρακκα ια΄ γ΄΄ μ΄ Ϛ΄΄γ΄΄ Λιβόρα θ΄ γ΄ ιβ΄΄ μ΄ Ϛ΄΄δ΄΄ Ἴσπινον ι΄ δ΄΄ μ΄ Ϛ΄΄δ΄΄ Μετέρκωσα ι΄ γ΄΄ μ΄ Ϛ΄΄ιβ΄΄ Βαρνακίς ια΄ μ΄ Ϛ΄΄ Ἀλτέρνια ι΄ Ϛ΄΄ μ΄ γ΄΄ ιβ΄΄ Πατερνιάνα θ΄ Ϛ΄΄γ΄΄ μ΄ δ΄΄ Ῥίγουσα ι΄ Ϛ΄΄ μ΄ δ΄΄ Λαμίνιον ι΄ Ϛ΄΄γ΄΄ λθ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄

[57]    Ἀνατολικώτεροι δὲ τούτων Κελτίβηρες, ἐν οἷς πόλεις Βέλσινον ιγ΄ γο΄΄ μα΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Τουριασσώ ιγ΄ Ϛ΄΄ μα΄ Ϛ΄΄γ΄΄ Νερτόβριγα ιδ΄ μα΄ Ϛ΄΄δ΄΄ Βίλβιλις ιγ΄ Ϛ΄΄δ΄΄ μα΄ Ϛ΄΄ Ἀρκόβριγα ιγ΄ ιβ΄΄ μα΄ γ΄΄ ιβ΄΄ Καίσαδα ιβ΄ Ϛ΄΄ μα΄ Μεδίολον ιγ΄ μα΄ Ἄττακον ιγ΄ Ϛ΄΄ μα΄ ιβ΄΄ Ἐργαούικα ιβ΄ γ΄΄ μ΄ Ϛ΄΄δ΄΄ Σηγόβριγα ιγ΄ Ϛ΄΄ μ΄ γο΄΄ Κονδαβόρα ιγ΄ Ϛ΄΄γ΄΄ μ΄ Ϛ΄΄ Βούρσαδα ιβ΄ Ϛ΄΄δ΄΄ μ΄ Ϛ΄΄ιβ΄΄ Λάξτα ιγ΄ γ΄΄ μ΄ Ϛ΄΄ Οὐαλερία ιβ΄ Ϛ΄΄ μ΄ γ΄΄ ιβ΄΄ Ἰστόνιον ια΄ Ϛ΄΄ μ΄ δ΄΄ Ἄλαβα ιβ΄ μ΄ γ΄΄ Λιβάνα ιβ΄ γ΄΄ μ΄ Ϛ΄΄ Οὔρκεσα ια΄ γο΄΄ λθ΄ Ϛ΄΄δ΄΄

[58]    Μεσημβρινώτεροι δὲ τούτων τε καὶ τῶν Καρπητανῶν Ὠρητανοὶ καὶ πόλεις Σαλαρία θ΄ γ΄΄ μ΄ Σισαπώνη ι΄ λθ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Ὤρητον Γερμανῶν θ΄ Ϛ΄΄ λθ΄ γο΄΄ Αἰμιλιάνα ι΄ λθ΄ γο΄΄ Μιρόβριγα θ΄ Ϛ΄΄ λθ΄ Ϛ΄΄ Σάλικα ι΄ γο΄΄ λθ΄ γ΄΄ ιβ΄ Λιβισῶκα ια΄ γ΄΄ ιβ΄΄ λθ΄ Ϛ΄΄ Καστουλών θ΄ Ϛ΄΄ λθ΄ Λουππαρία θ΄ Ϛ΄΄δ΄΄ λθ΄ Μέντησα ι΄ γ΄΄ ιβ΄΄ λθ΄ Κερουαρία ια΄ λθ΄ ιβ΄΄ Βιατία ι΄ λη΄ Ϛ΄΄δ΄΄ Λακκουρίς ι΄ Ϛ΄΄γ΄΄ λη΄ Ϛ΄΄ Τουία ι΄ γ΄΄ λη΄ Ϛ΄΄

[59]    Καὶ ὑπὸ μὲν τὰ ἀνατολικὰ τῶν Κελτιβήρων Λωβητανοὶ, ὧν πόλις Λώβητον ιγ΄ μ΄ γ΄΄

[60]    Ὑπὸ δὲ τούτους καὶ παρὰ τοὺς Ὠρητανοὺς Βαστιτανοὶ, ἐν οἷς πόλεις μεσόγειοι Πουκιαλία ιγ΄ γ΄΄ λθ΄ Ϛ΄΄γ΄΄ Σαλαρία ιγ΄ λθ΄ γο΄΄ Τούρβουλα ιγ΄ Ϛ΄΄ λθ΄ Ϛ΄΄δ΄΄ Σάλτιγα ιβ΄ λθ΄ Ϛ΄΄ Βιγέρρα ιβ΄΄ Ϛ΄΄ λθ΄ Ϛ΄΄ιβ΄΄ Ἄβουλα ια΄ γο΄΄ λθ΄ δ΄΄ Ἀσσώ ιβ΄ λθ΄ Ϛ΄΄ Βέργουλα ια΄ γ΄΄ λη΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Κάρκα ια΄ λη΄ Ϛ΄΄ιβ΄΄ Ἴλουνον ια΄ Ϛ΄΄ λη΄ γο΄΄ Ἀρκιλακίς ια΄ γ΄΄ λη΄ γ΄΄ Σέγισα ια΄ Ϛ΄΄ λη΄ Ϛ΄΄ Ὀρκελίς ια΄ Ϛ΄΄ λη΄ ιβ΄΄ Οὐεργιλία ια΄ Ϛ΄΄ λζ΄ Ϛ΄΄ιβ΄΄ Ἄκκι ια΄ Ϛ΄΄δ΄΄ λζ΄ Ϛ΄΄ιβ΄΄

[61]    Μεθ' οὓς ἐπὶ θαλάσσῃ οἰκοῦντες Κοντεστανοὶ καὶ πόλεις μεσόγειοι Μενλαρία ιγ΄ Ϛ΄΄ λθ΄ δ΄΄ Οὐαλεντία ιδ΄ λθ΄ ιβ΄΄ Σαιταβίς ιγ΄ Ϛ΄΄ λθ΄ Σαιταβίκουλα ιγ΄ γο΄΄ λη΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Ἰλικίς ιβ΄ γ΄΄ λη΄ Ϛ΄΄ Ἰασπίς ιβ΄ γ΄΄ λη΄ Ϛ΄΄γ΄΄ ιβ΄΄

[62]    Ἀνατολικώτεροι δὲ τούτων τε καὶ τῶν Βαστιτανῶν καὶ τῶν Κελτιβήρων Ἠδητανοὶ καὶ πόλεις μεσόγειοι Καισαραυγούστα ιδ΄ Ϛ΄΄ μα΄ Ϛ΄΄ Βέρναβα ιδ΄ Ϛ΄΄ μα΄ δ΄΄ Ἐβόρα ιδ΄ γο΄΄ μα΄ Βέλεια ιδ΄ Ϛ΄΄ μ΄ Ϛ΄΄δ΄΄ Ἄρσι ιδ΄ γο΄΄ μ΄ γο΄΄ Δαμανία ιδ΄ Ϛ΄΄ μ΄ Ϛ΄΄ Λεονίκα ιδ΄ γο΄΄ μ΄ δ΄΄ Ὀσικέρδα ιδ΄ δ΄΄ μ΄ Ϛ΄΄ Ἠτόβησα ιδ΄ γ΄΄ λθ΄ Ϛ΄΄δ΄΄ Λάσσιρα ιδ΄ Ϛ΄΄γ΄΄ λθ΄ γο΄΄ Ἤδητα ἡ καὶ Λείρια ιδ΄ γ΄΄ ιβ΄΄ λθ΄ γ΄΄ ιβ΄΄ Σάγουντον ιδ΄ Ϛ΄΄ιβ΄΄ λθ΄ γ΄΄

[63]    Ὧν ἔτι ἀνατολικώτεροι Ἰλερκάονες καὶ πόλεις μεσόγειοι Καρχηδὼν παλαιά ιϚ΄ γ΄΄ μα΄ γ΄΄ Βισκαργίς ιδ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ μα΄ Ϛ΄΄ Θεαύα ιε΄ δ΄΄ μ΄ γο΄΄ Ἄδεβα ιε΄ γο΄΄ μ΄ Ϛ΄΄ Τιαριουλία ιε΄ Ϛ΄΄ μ΄ γ΄΄ ιβ΄΄ Σίγαρρα ιε΄ ιβ΄΄ μ΄ δ΄΄ Δέρτωσα ιε΄ δ΄΄ μ΄

[64]    Ἐν δὲ τῷ μεταξὺ τοῦ Ἴβηρος καὶ τῆς Πυρήνης τμήματι τοῖς μὲν Αὐτρίγοσιν, οὓς μέσους ὁ ποταμὸς διαρρεῖ, παράκεινται ἀπ' ἀνατολῶν Καριστοὶ καὶ πόλεις μεσόγειοι Σουεστάσιον ιγ΄ γο΄΄ μδ΄ Τουλλίκα ιγ΄ γο΄΄ μγ΄ Ϛ΄΄δ΄΄ Οὐέλεια ιγ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ μγ΄ γ΄΄

[65]    Τούτων δὲ ἀνατολικώτεροι Οὐάρδουλοι καὶ πόλεις μεσόγειοι Γέβαλα ιδ΄ μγ΄ Ϛ΄΄γ΄΄ Γαβάλαικα ιδ΄ Ϛ΄΄ μγ΄ Ϛ΄΄δ΄΄ Τουλλόνιον ιγ΄ Ϛ΄΄γ΄΄ μγ΄ Ϛ΄΄ Ἄλβα ιδ΄ Ϛ΄΄ιβ΄΄ μγ΄ Ϛ΄΄ Σεγοντία Παράμικα ιδ΄ Ϛ΄΄ μγ΄ δ΄ Τρίτιον Τουβόρικον ιγ΄ γο΄΄ μγ΄ Ϛ΄΄ Θαβούκα ιδ΄ μβ΄ Ϛ΄΄γ΄΄

[66]    Μετὰ δὲ τούτους Οὐάσκονες καὶ πόλεις μεσόγειοι Ἰτούρισσα ιε΄ γ΄ ιβ΄΄ μγ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Πομπαιλών ιε΄ μγ΄ Ϛ΄΄δ΄΄ Βιτουρίς ιε΄ Ϛ΄΄ μγ΄ Ϛ΄΄δ΄΄ Ἄνδηλος ιε΄ μγ΄ Ϛ΄΄ Νεμαντουρίστα ιε΄ Ϛ΄΄ιβ΄΄ μγ΄ γ΄΄ ιβ΄΄ Κουρνόνιον ιδ΄ Ϛ΄΄γ΄΄ μγ΄ δ΄΄ Ἰάκκα ιε΄ Ϛ΄΄ μγ΄ δ΄΄ Γρακουρίς ιε΄ μγ΄ Καλαγορίνα ιδ΄ γο΄΄ μβ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Κάσκοντον ιε΄ μβ΄ Ϛ΄΄δ΄΄ Ἐργαουΐκα ιδ΄ Ϛ΄΄ μβ΄ Ϛ΄΄ιβ΄΄ Τάρραγα ιδ΄ Ϛ΄΄δ΄΄ μβ΄ Ϛ΄΄ Μουσκαρία ιδ΄ γ΄΄ μβ΄ γ΄΄ ιβ΄΄ Σέτια ιδ΄ γο΄΄ μβ΄ δ΄΄ Ἀλαυῶνα ιδ΄ γο΄΄ μα΄ Ϛ΄΄γ΄΄ ιβ΄΄

[67]    Καὶ ἔτι μετὰ τούτους Ἰλέργητες, ἐν οἷς πόλεις μεσόγειοι Βεργουσία ιϚ΄ Ϛ΄΄ μγ Κέλσα ιϚ΄ μβ΄ Ϛ΄΄δ΄΄ Βέργιδον ιε΄ Ϛ΄΄ μβ΄ Ϛ΄΄ Ἐράγα ιϚ΄ Ϛ΄΄ μβ΄ Ϛ΄΄ Σουκκῶσα ιε΄ Ϛ΄΄ μβ΄ Ϛ΄΄ Ὄσκα ιϚ΄ μβ΄΄ Ϛ΄΄ Βουρτίνα ιε΄ Ϛ΄΄ μα΄ Ϛ΄΄γ΄ ιβ΄΄ Γάλλικα Φλαουΐα ιε΄ Ϛ΄΄ μα΄ γο΄΄ Ὤργια ιε΄ μα΄ Ϛ΄΄ Ἰλέρδα ιε΄ Ϛ΄΄ιβ΄΄ μα΄ γ΄΄ ιβ΄΄

[68]    Ὑπὸ δὲ τούτους ἀνατολικώτατοι μὲν εἰσὶ Κερητανοὶ, ὧν πόλις Ἰουλία Λίβικα ιζ΄ γ΄΄ μβ΄ Ϛ΄΄δ΄΄

[69]    Ἐχόμενοι δ' αὐτῶν ἀπὸ δύσεως Αὐσητανοὶ καὶ πόλεις Ὕδατα Θερμά ιϚ΄ γο΄΄ μβ΄ Ϛ΄΄ Αὔσα ιϚ΄ Ϛ΄΄ μβ΄ Ϛ΄΄ Βαικούλα ιζ΄ μβ΄ δ΄΄ Γεροῦνδα ιζ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ μβ΄ δ΄΄

[70]    Καὶ μετ' αὐτοὺς Καστελλανοὶ, ὧν πόλεις μεσόγειοι Σεβένδουνον ιϚ΄ γο΄΄ μβ΄ Ϛ΄΄ Βάσσι ιζ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ μβ΄ ιβ΄΄ Ἔγωσα ιζ΄ Ϛ΄΄ μα΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Βέσηδα ιζ΄ Ϛ΄΄ μα΄ Ϛ΄΄γ΄΄

[71]    Καὶ ἔτι τούτων δυσμικώτεροι Ἰακκητανοὶ, ἐν οἷς πόλεις Λήσα ιϚ΄ γ΄΄ μβ΄΄ Οὔδουρα ιϚ΄ Ϛ΄΄ μα΄ Ϛ΄΄δ΄΄ Ἀσκερρίς ιϚ΄ μα΄ γο΄΄ Σετελσίς ιϚ΄ γο΄΄ μα΄ Ϛ΄΄ιβ΄΄ Τηλοβίς ιϚ΄ μα΄ Ϛ΄΄ Κερεσός ιε΄ γο΄΄ μα΄ γ΄΄ Βακασίς ιϚ΄ Ϛ΄΄δ΄΄ μα΄ γ΄΄ ιβ΄΄ Ἰεσσός ιε΄ Ϛ΄΄ μα΄ Ἀναβίς ιϚ΄ γ΄΄ μα΄ Κίννα ιε΄ Ϛ΄΄γ΄΄ μ΄ Ϛ΄΄γ΄΄

[72]    Εἰσὶ δὲ καὶ τῶν μὲν Ἰνδιγετῶν μεσόγειοι πόλεις Δεκιάνα ιη΄ γο΄΄ μβ΄ Ϛ΄΄ιβ΄΄ Ἰουγκαρία ιη΄ Ϛ΄΄ μβ΄ γ΄΄ τῶν δὲ Λαιητανῶν μεσόγειος πόλις Ῥουβρικάτα ιζ΄ γ΄΄ μα΄ γ΄΄ ιβ΄΄

[73]    Νῆσοι δὲ παράκεινται τῇ Ταρρακωνησίᾳ ἐν μὲν τῷ Κανταβρίῳ Ὠκεανῷ αἱ καλούμεναι Τρίλευκοι σκόπελοι τρεῖς, ὧν τὸ μεταξὺ ἐπέχει μοίρας θ΄ μϚ΄ Ϛ΄΄δ΄΄

   Ἐν δὲ τῷ Δυτικῷ Ὠκεανῷ αἱ Καττιτερίδες δέκα τὸν ἀριθμὸν, ὧν τὸ μεταξὺ ἐπέχει μοίρας δ΄ με΄ Ϛ΄΄ καὶ αἱ τῶν Θεῶν νῆσοι δύο τὸν ἀριθμόν δ΄ γο΄΄ μγ΄ γ΄΄

   Ἐν δὲ τῷ Βαλλιαρικῷ πελάγει αἵ τε Πιτυοῦσαι νῆσοι δύο, ὧν ἡ μὲν ἐλάττων καλεῖται Ὀφιοῦσα ιδ΄ Ϛ΄΄γ΄΄ λη΄ γ΄΄ ἡ δὲ μείζων Ἔβυσσος, ἐν ᾗ πόλις ὁμώνυμος ιδ΄ λη΄ ιβ΄΄ καὶ αἱ Βαλλιαρίδες νῆσοι δύο, Γυμνήσιαι δὲ ἑλληνιστὶ, ὧν ἐν μὲν τῇ μείζονι πόλεις δύο Πάλμα ιϚ΄ Ϛ΄΄ λθ΄ δ΄΄ Πολλεντία ιϚ΄ Ϛ΄΄δ΄΄ λθ΄ δ΄΄ ἐν δὲ τῇ ἐλάττονι πόλεις αἵδε, Ἴαμνα ιζ΄ Ϛ΄΄ λθ΄ Ϛ΄΄ Μαγώ ιζ΄ Ϛ΄΄ λθ΄ Ϛ΄΄

[7]

Κελτογαλατίας Ἀκουιτανίας θέσις. [Εὐρώπης πίναξ γ΄.]

[1]    Ἡ Κελτογαλατία διῄρηται εἰς ἐπαρχίας τέσσαρας, Ἀκουιτανίαν καὶ Λουγδουνησίαν καὶ Βελγικὴν καὶ Ναρβωνησίαν. Ἡ μὲν οὖν Ἀκουιτανία περιορίζεται ἀπὸ μὲν δυσμῶν τῷ Ἀκουιτανίῳ Ὠκεανῷ κατὰ περιγραφὴν τῆς παραλίου τοιαύτην. Μετὰ τὸ Οἰασσὼ ἀκρωτήριον τῆς Πυρήνης ὃ ἐπέχει μοίρας

   ιε΄ με΄ Ϛ΄΄γ΄΄ Ἀτούριος ποταμοῦ ἐκβολαί ιϚ΄ Ϛ΄΄δ΄΄ μδ΄ Ϛ΄΄ Σιγμάτιος ποταμοῦ ἐκβολαί ιζ΄ με΄ γ΄΄ Κουριανὸν ἄκρον ιϚ΄ Ϛ΄΄ μϚ΄ Γαρούνα ποταμοῦ ἐκβολαί ιζ΄ Ϛ΄΄ μϚ΄ Ϛ΄΄ τὸ μεταξὺ τοῦ μήκους ιη΄ με΄ γ΄΄ ἡ πηγὴ τοῦ ποταμοῦ ιθ΄ Ϛ΄΄ μδ΄ δ΄΄ Σαντόνων ἄκρον ιϚ΄ Ϛ΄΄ μϚ΄ Ϛ΄΄δ΄΄ Κανεντέλου ποτ. ἐκβολαί ιζ΄ δ΄΄ μζ΄ Ϛ΄΄δ΄΄ Πικτόνιον ἄκρον ιζ΄ μη΄ Σικὸρ λιμήν ιζ΄ Ϛ΄΄ μη΄ δ΄΄ Λίγειρος ποταμοῦ ἐκβολαί ιζ΄ γο΄΄ μη΄ Ϛ΄΄

[2]    Ἀπὸ δὲ ἄρκτων μέρει τῆς Λουγδουνησίας ἐπαρχίας παρὰ τὸν εἰρημένον ποταμὸν Λίγειρα μέχρι τῆς πρὸς μεσημβρίαν αὐτοῦ ἐπιστροφῆς, ἧς ἡ θέσις ἐπέχει μοίρας κ΄ μη΄ Ϛ΄΄

[3]    Ἡ δὲ ἀνατολικὴ πλευρὰ συνῆπται τῆς Λουγδουνησίας μέρει κατὰ τὸν Λίγειρα ποταμὸν μέχρι τῆς κεφαλῆς αὐτοῦ, ἧς ἡ θέσις ἐπέχει μοίρας κ΄ μδ΄ Ϛ΄΄ καὶ τῆς Ναρβωνησίας μέρει μέχρι τοῦ πρὸς τῇ Πυρήνῃ πέρατος, οὗ ἡ θέσις ἐπέχει ιη΄ Ϛ΄΄δ΄΄ μβ΄ γο΄΄

[4]    Ἡ δὲ μεσημβρινὴ πλευρὰ συνῆπται τῆς τε Πυρήνης μέρει καὶ τῆς Ναρβωνησίας· τῇ μὲν Ναρβωνησίᾳ ἀπὸ τῆς κεφαλῆς τοῦ Λίγειρος ποταμοῦ μέχρι τοῦ εἰρημένου πρὸς τῇ Πυρήνῃ τῷ ὄρει πέρατος, τῇ δὲ Πυρήνῃ κατὰ τὸ ἐντεῦθεν μέρος ἐπὶ τὸ Οἰασσὼ ἀκρωτήριον.

[5]    Κατέχουσι δὲ τῆς Ἀκουιτανίας τὰ μὲν ἀρκτικώτατα τὰ πρὸς τῷ ποταμῷ καὶ πρὸς τῇ θαλάσσῃ Πίκτονες, ὧν πόλεις αἵδε· Ῥατίατον ιζ΄ Ϛ΄΄γ΄΄ μη΄ γ΄΄ Λίμονον ιη΄ μζ΄ Ϛ΄΄γ΄΄

[6]    Ὑφ' οὓς Σάντονες, ὧν πόλις Μεδιολάνιον ιζ΄ γο΄΄ μϚ΄ Ϛ΄΄δ΄΄

[7]    Ὑφ' οὓς Βιτούριγες οἱ Οὐιβίσκοι, ὧν πόλεις Νουιόμαγος ιζ΄ γο΄΄ μϚ΄ δ΄΄ Βουρδίγαλα ιη΄ με΄ Ϛ΄΄

[8]    Ὑφ' οὓς μέχρι τῆς Πυρήνης τοῦ ὄρους Τάρβελλοι καὶ πόλις αὐτῶν Ὕδατα Αὐγούστα ιζ΄ μδ΄ γο΄΄

[9]    Ἐν δὲ τῇ μεσογείᾳ τοῖς μὲν Πίκτοσιν ὑπόκεινται Λιμουΐκοι καὶ πόλις Αὐγουστόριτον ιθ΄ γο΄΄ μζ΄ Ϛ΄΄δ΄΄ τούτοις δὲ Καδοῦρκοι καὶ πόλις Δουήονα ιη΄ μζ΄ δ΄΄

   Ὑφ' οὓς Πετροκόριοι καὶ πόλις Οὐέσουνα ιθ΄ Ϛ΄΄γ΄΄ μϚ΄ Ϛ΄΄γ΄΄

[10]    Πάντων δὲ τούτων ἀπ' ἀνατολῶν παρήκοντες ἐπιλαμβάνουσι καὶ τῆς μετὰ τὸν Λίγειρα ποταμὸν Βιτούριγες οἱ Κοῦβοι καὶ πόλις Αὐαρικόν κ΄ δ΄΄ μϚ΄ γο΄΄

[11]    Πάλιν δ' ὑπὸ μὲν τοὺς Πετροκορίους παρήκουσι Νιτιόβριγες καὶ πόλις Ἄγιννον ιθ΄ Ϛ΄΄ μϚ΄ γ΄΄

   Ὑπὸ δὲ τούτους Οὐασάριοι καὶ πόλις Κόσσιον ιη΄ Ϛ΄΄ μϚ΄

   Ὑφ' οὓς Γάβαλοι καὶ πόλις Ἀνδέρηδον ιθ΄ Ϛ΄΄δ΄΄ με΄ Ϛ΄΄

   Καὶ ὑπὸ μὲν τοὺς Γαβάλους Δάτιοι καὶ πόλις Τάστα ιθ΄ με΄ δ΄΄

   Ὑπὸ δὲ τούτους Αὔσκιοι καὶ πόλις Αὐγούστα ιη΄ με΄

[12]    Τούτων δ' ἀπ' ἀνατολῶν μέρος τῶν Ἀρουέρνων, ἐν οἷς πόλις Αὐγουστονέμετον κ΄ με΄

   Καὶ ὑπὸ μὲν τοὺς Αὐσκίους Οὐέλαυνοι, ὧν πόλις Ῥουέσσιον ιη΄ μδ΄ Ϛ΄΄

   Ὑπὸ δὲ τούτους Ῥουτανοὶ καὶ πόλις Σεγόδουνον ιζ΄ Ϛ΄΄δ΄΄ μδ΄ Ϛ΄΄

[13]    Συνάπτοντες δὲ τῇ Πυρήνῃ Κομουένοι καὶ πόλις αὐτῶν Λούγδουνον κολωνία ιζ΄ μδ΄

[8]

Κελτογαλατίας Λουγδουνησίας θέσις. [Εὐρώπης πίναξ γ΄.]

[1]    Τῆς δὲ Λουγδουνησίας αἱ μὲν συνημμέναι τῇ Ἀκουιτανίᾳ πλευραὶ εἴρηνται· τῶν δὲ λοιπῶν ἡ μὲν πρὸς δυσμὰς καὶ τὸν ἐφεξῆς ὠκεανὸν περιγραφὴν ἔχει τοιαύτην· μετὰ τὰς τοῦ Λίγειρος ποταμοῦ ἐκβολὰς Βριουάτης λιμήν ιζ΄ γο΄΄ μη΄ Ϛ΄΄δ΄΄ Ἡρίου ποτ. ἐκβολαί ιζ΄ μθ΄ δ΄΄ Οὐιδάνα λιμήν ιϚ΄ Ϛ΄΄ μθ΄ γο΄΄ Γάβαιον ἄκρον ιε΄ δ΄΄ μθ΄ Ϛ΄΄δ΄΄

[2]    Ἡ δὲ πρὸς ἄρκτους πλευρὰ καὶ παρὰ τὸν Πρεττανικὸν Ὠκεανὸν ἔχει οὕτως· μετὰ τὸ Γάβαιον ἀκρωτήριον Σαλιόκανος λιμήν ιϚ΄ Ϛ΄΄ ν΄ Τίτου ποτ. ἐκβολαί ιζ΄ γ΄΄ ν΄ γ΄΄ Βιδουκασίων Ἀρηγενούα ιη΄ ν΄ Ϛ΄΄· Οὐενέλλων Κρουκιάτοννον ιη΄ Ϛ΄΄γ΄΄ ν΄ γ Ὀλίνα ποτ. ἐκβολαί ιη΄ Ϛ΄΄δ΄΄ να΄ Ληξουβίων Νοιόμαγος ιθ΄ Ϛ΄΄ να΄ Ϛ΄΄ Σηκοάνα ποτ. ἐκβολαί κ΄ να΄ Ϛ΄΄

[3]    Ἡ δ' ἀνατολικὴ τῶν πλευρῶν συνῆπται μὲν τῇ Βελγικῇ κατὰ τὸν Σηκοάναν ποταμὸν, οὗ τὸ μεταξὺ ἐπέχει μοίρας κδ΄ μζ΄ γ΄΄ καὶ ἔτι τῇ ἐπ' εὐθείας αὐτῷ γραμμῇ μέχρι πέρατος, οὗ ἡ θέσις κε΄ με΄ Ϛ΄΄

[4]    Ἡ δὲ μεσημβρινὴ ὁρίζεται τῷ ἐντεῦθεν τῆς Ναρβωνησίας μέρει μέχρι τοῦ εἰρημένου πρὸς τῇ Ἀκουιτανίᾳ πέρατος Κέμμενα ὄρη, ὧν τὸ μέσον κ΄ γ΄΄ μδ΄ Ϛ΄΄

[5]    Κατέχουσι δὲ τὴν μὲν ἀρκτικὴν παράλιον ἀπὸ τοῦ Σηκοάνα ποταμοῦ Καλῆται, ὧν πόλις Ἰουλιόβονα κ΄ δ΄΄ να΄ γ΄΄

   Μεθ' οὓς οἱ Ληξούβιοι· εἶτα Οὐενελλοὶ, μεθ' οὓς Βιδουκάσιοι καὶ τελευταῖοι οἱ μέχρι τοῦ Γαβαίου ἀκρωτηρίου Ὀσίσμιοι, ὧν πόλις Οὔοργον ιζ΄ γο΄΄ ν΄ Ϛ΄΄

[6]    Τὴν δὲ δυσμικὴν παράλιον ὑπὸ τοὺς Ὀσισμίους ἔχουσι Οὐένετοι, ὧν πόλις Δαριόριτον ιζ΄ γ΄΄ μθ΄ δ΄΄

   Ὑφ' οὓς Σαμνῖται πλησιάζοντες τῷ Λίγειρι ποταμῷ.

[7]    Ἐν δὲ τῇ μεσογείᾳ τῶν μὲν Οὐενετῶν εἰσιν ἀνατολικώτεροι Αὐλίρκιοι οἱ Διαβλίται, ὧν πόλις Νοιόδουνον ιη΄ ν΄

   Μεθ' οὓς Ἀρούιοι καὶ πόλις Οὐαγόριτον ιη΄ γο΄΄ ν΄

   Μεθ' οὓς μέχρι τοῦ Σηκοάνα Οὐελιοκάσιοι, ὧν πόλις Ῥατόμαγος κ΄ Ϛ΄΄ ν΄ γ΄΄

[8]    Καὶ πάλιν τῶν μὲν Σαμνιτῶν ἀνατολικώτεροι Ἀνδικαοῦαι, ὧν πόλις Ἰουλιόμαγος ιη΄ Ϛ΄΄γ΄΄ μθ΄

   Τούτοις δ' ἐφεξῆς πρὸς ἀνατολὰς Αὐλίρκιοι οἱ Κενομανοὶ, ὧν πόλις Οὐίνδινον κ΄ Ϛ΄΄δ΄΄ μθ΄ γ΄΄

   Μεθ' οὓς Ναμνῆται, ὧν πόλις Κονδηούινκον κα΄ δ΄΄ ν΄

   Εἶτα μέχρι τοῦ Σηκοάνα ποταμοῦ Ἀβρινκάτουοι καὶ πόλις Ἴνγενα κα΄ Ϛ΄΄δ΄΄ ν΄ Ϛ΄΄δ΄΄

[9]    Ὑπὸ δὲ τοὺς εἰρημένους πάντας διήκουσιν ἀπὸ τοῦ Λίγειρος ποταμοῦ ἐπὶ τὸν Σηκοάναν Αὐλίρκιοι οἱ Ἐβουρουικοὶ, ὧν πόλις Μεδιολάνιον κ΄ γο΄΄ μη΄

   Ὑφ' οὓς παρὰ μὲν τὸν Λίγειρα ποταμὸν Ῥήδονες, ὧν πόλις Κονδάτε κ΄ γο΄΄ μζ΄ γ΄΄

   Καὶ ἀνατολικώτεροι αὐτῶν Σένονες, ὧν πόλις Ἀγήδικον κα΄ δ΄΄ μζ΄ Ϛ΄΄

[10]    Παρὰ δὲ τὸν Σηκοάναν Καρνοῦται καὶ πόλεις Αὔτρικον κα΄ γο΄΄ μη΄ δ΄΄ Κήναβον κβ΄ μζ΄ Ϛ΄΄γ΄΄

   Ὑφ' οὓς Παρίσιοι καὶ πόλις Λουκοτεκία κγ΄ Ϛ΄΄ μη΄ Ϛ΄΄

   Ὑφ' οὓς Τρικάσιοι καὶ πόλις Αὐγουστόβονα κγ΄ Ϛ΄΄ μζ΄ Ϛ΄΄δ΄΄

[11]    Πάλιν ὑπὸ τὰ εἰρημένα ἔθνη παρὰ μὲν τὸν Λίγειρα τυγχάνουσι Τουρόνιοι καὶ πόλις αὐτῶν Καισαρόδουνον κ΄ Ϛ΄΄δ΄΄ μϚ΄ Ϛ΄΄

   Ὑφ' οὓς πλησιάζοντες τοῖς Ἀρουέρνοις, οἳ παροικοῦσι τὰ Κέμμενα ὄρη, Σεγουσιαῦοι καὶ πόλεις αὐτῶν Ῥοδούμνα κ΄ δ΄΄ με΄ Ϛ΄΄γ΄΄ Φόρος Σεγουσιαύων κ΄ Ϛ΄΄γ΄΄ με΄ Ϛ΄΄

   Τῶν δὲ εἰρημένων ἀνατολικώτεροι Μέλδαι καὶ πόλις Ἰάτινον κγ΄ μζ΄ Ϛ΄΄

   Μεθ' οὓς πρὸς τῇ Βελγικῇ Οὐαδικάσιοι καὶ πόλις Νοιόμαγος κδ΄ γ΄΄ μϚ΄ Ϛ΄΄

[12]    Ἀπ' ἀνατολῶν δὲ τῶν Ἀρουέρνων μέχρι τῆς πρὸς ἄρκτους ἐκτροπῆς τοῦ Ῥοδανοῦ ποταμοῦ τὸ τῶν Αἰδούων ἔθνος καὶ πόλεις αὐτῶν Αὐγουστόδουνον κγ΄ γο΄΄ μϚ΄ Ϛ΄΄ Καβύλλινον κγ΄ Ϛ΄΄γ΄΄ με΄ γ΄΄ Λούγδουνον μητρόπολις κγ΄ δ΄΄ με΄ γ΄΄

[9]

Κελτογαλατίας Βελγικῆς θέσις. [Εὐρώπης πίναξ γ΄.]

[1]    Τῆς δὲ Βελγικῆς Γαλλίας ἡ μὲν ἀπὸ δύσεως πλευρὰ καὶ παρὰ τὴν Λουγδουνησίαν εἴρηται· ἡ δ' ἀρκτικὴ καὶ παρὰ τὸν Πρεττανικὸν Ὠκεανὸν ἔχει οὕτως· μετὰ τὰς τοῦ Σηκοάνα ποταμοῦ ἐκβολὰς Φρούδιος ποταμοῦ ἐκβολαί κα΄ Ϛ΄΄δ΄΄ νβ γ΄΄ Ἴτιον ἄκρον κβ΄ δ΄΄ νγ΄ Ϛ΄΄ Γησοριακὸν ἐπίνειον Μορινῶν κβ΄ Ϛ΄΄ νγ΄ Ϛ΄΄ Ταβούλα ποταμοῦ ἐκβολαί κγ΄ Ϛ΄΄ νγ΄ Ϛ΄΄ Μόσα ποταμοῦ ἐκβολαί κδ΄ γο΄΄ νγ΄ Ϛ΄΄ Λουγόδουνον Βαταουῶν κϚ΄ Ϛ΄΄ νγ΄ γ΄΄ Ῥήνου ποτ. τὸ δυσμικὸν στόμα κϚ΄ Ϛ΄΄δ΄΄ νγ΄ γ΄΄ τὸ μέσον στόμα τοῦ ποταμοῦ κζ΄ νγ΄΄ Ϛ΄΄ τὸ ἀνατολικὸν στόμα τοῦ ποτ. κζ΄ γ΄΄ νδ΄

[2]    Ἡ δ' ἀπ' ἀνατολῶν πλευρὰ περιορίζεται τῷ Ῥήνῳ ποταμῷ παρὰ τὴν Μεγάλην Γερμανίαν, οὗ ἡ μὲν κεφαλὴ ἐπέχει μοίρας κθ΄ γ΄΄ μϚ΄ τὸ δὲ κατὰ τὴν τοῦ Ἀβρίγκα ποταμοῦ πρὸς δυσμὰς ἐκτροπὴν μοίρας κη΄ ν΄ καὶ ἔτι τῷ ἀπὸ τῆς πηγῆς ἐπὶ τὰς Ἄλπεις ὄρει, ὃ καλεῖται Ἀδούλας ὄρος κθ΄ Ϛ΄΄ με΄ δ΄΄ Ἰουρασσὸς ὄρος κϚ΄ δ΄΄ μϚ΄

[3]    Ἡ δ' ἀπὸ μεσημβρίας πλευρὰ συνῆπται μὲν τῷ λοιπῷ μέρει τῆς Ναρβωνησίας Γαλλίας, διήκει δ' ἀπὸ τοῦ εἰρημένου κοινοῦ ὁρίου τῆς τε Λουγδουνησίας καὶ τῆς Ναρβωνησίας μέχρι τοῦ κοινοῦ πέρατος τῶν τε Ἄλπεων καὶ τοῦ Ἀδούλα ὄρους, ὅπερ ἐπέχει μοίρας κθ΄ Ϛ΄΄ με΄ δ΄΄

[4]    Κατέχουσι δὲ τὴν παράλιον ἐπιλαμβάνοντες συχνὸν καὶ τῆς μεσογείας παρὰ μὲν τὸν Σηκοάναν ποταμὸν Ἀτριβάτιοι, ὧν πόλις Νεμετακὸν κβ΄ να΄

   Μετὰ δὲ τούτους ὡς πρὸς ἀνατολὰς Βελλούακοι, ὧν πόλις Καισαρόμαγος κβ΄ Ϛ΄΄γ΄΄ να΄ γ΄΄

   Μεθ' οὓς ὁμοίως Ἀμβιανοὶ καὶ πόλις αὐτῶν Σαμαροβρίουα κβ΄ δ΄΄ νβ΄ Ϛ΄΄

   Μεθ' οὓς Μορινοὶ, ὧν πόλις μεσόγειος Ταρουάννα κγ΄ γ΄ νβ΄ Ϛ΄΄γ΄΄

[5]    Εἶτα μετὰ τὸν Ταβούλαν ποταμὸν Τοῦνγροι καὶ πόλις Ἀτουάτουκον κδ΄ Ϛ΄΄ νβ΄ Ϛ΄΄γ΄΄

   Εἶτα μετὰ τὸν Μόσαν ποταμὸν Μενάπιοι καὶ πόλις αὐτῶν Κάστελλον κε΄ νβ΄ δ΄΄

[6]    Ὑπὸ δὲ τὰ εἰρημένα ἔθνη παρήκουσιν ἀρκτικώτατοι μὲν Νερούιοι, ὧν πόλις Βάγακον κε΄ δ΄΄ να΄ γο΄΄

   Ὑπὸ δὲ τούτους Σουβάνεκτοι, ὧν πόλις ἀπὸ ἀνατολῶν τοῦ Σηκοάνα ποταμοῦ Ῥατόμαγος κβ΄ Ϛ΄΄ ν΄

   Μεθ' οὓς Οὐιρομάνδυες, ὧν πόλις Αὐγούστα Οὐιρομανδύων κε΄ Ϛ΄΄ ν΄

   Ὑφ' οὓς Οὐέσσονες, ὧν πόλις ὁμοίως ἀπ' ἀνατολῶν τοῦ Σηκοάνα ποταμοῦ Αὐγούστα Οὐεσσόνων κγ΄ Ϛ΄΄ μη΄ Ϛ΄΄δ΄΄

   Μεθ' οὓς παρὰ μὲν τὸν ποταμὸν Ῥῆμοι καὶ πόλις αὐτῶν Δουροκόττορον κγ΄ Ϛ΄΄δ΄΄ μη΄ Ϛ΄΄

[7]    Ἀνατολικώτεροι δὲ τῶν Ῥήμων ἀρκτικώτεροι μὲν Τρίβηροι, ὧν πόλις Αὐγούστα Τριβήρων κϚ΄ μη΄ Ϛ΄΄

   Μεσημβρινώτεροι δὲ Μεδιομάτρικες, ὧν πόλις Διουόδουρον κε΄ Ϛ΄΄ μζ΄ γ΄΄

   Ὑπὸ δὲ τούτους καὶ τοὺς Ῥήμους Λεῦκοι καὶ πόλεις αὐτῶν Τούλλιον κϚ΄ Ϛ΄΄ μζ΄ Νάσιον κδ΄ Ϛ΄΄γ΄΄ μϚ΄ γο΄΄

[8]    Τῆς δὲ παρὰ τὸν Ῥῆνον χώρας ἡ μὲν ἀπὸ θαλάσσης μέχρι τοῦ Ἀβρίγκα ποταμοῦ καλεῖται Γερμανία ἡ κάτω, ἐν ᾗ πόλεις ἀπὸ δυσμῶν τοῦ Ῥήνου ποταμοῦ τῶν μὲν Βαταουῶν μεσόγειος Βαταουόδουρον κζ΄ δ΄΄ νβ΄ Ϛ΄΄

   Ὑφ' ἣν Οὐέτερρα κζ΄ Ϛ΄΄ να΄ Ϛ΄΄γ΄΄ Λεγίων λ΄ Οὐλπία εἶτα Ἀγριππινηνσίς κζ΄ γο΄΄ να΄ Ϛ΄΄ εἶτα Βόννα κζ΄ γο΄΄ ν΄ Ϛ΄΄γ΄΄ Λεγίων α΄ Ἀθαναϊκή εἶτα Τραϊανὴ Λεγίων κβ΄ κζ΄ Ϛ΄΄ ν΄ Ϛ΄΄ιβ΄΄ εἶτα Μοκοντιακόν κζ΄ γ΄΄ ν΄ δ΄΄

[9]    Ἡ δὲ ἀπὸ τοῦ Ἀβρίγκα ποταμοῦ πρὸς μεσημβρίαν καλεῖται Γερμανία ἡ ἄνω, ἐν ᾗ πόλεις ἀρχομένων ἀπὸ τοῦ Ἀβρίγκα ποταμοῦ,

   Νεμήτων μὲν Νοιόμαγος κζ΄ γο΄΄ μθ΄ Ϛ΄΄γ΄΄ Ῥουφινιάνα κζ΄ γο΄΄ μθ΄ Ϛ΄΄

   Οὐαγγιόνων δὲ Βορβητόμαγος κζ΄ Ϛ΄΄γ΄΄ μθ΄ γ΄΄ Ἀργεντόρατον κζ΄ Ϛ΄΄γ΄΄ μη΄ Ϛ΄΄δ΄΄ Λεγίων η΄ Σεβαστή

   Τριβόκων δὲ Βρευκόμαγος κζ΄ Ϛ΄΄γ΄΄ μη΄ γ΄΄ Ἕλκηβος κη΄ μη΄

   Ῥαυρικῶν δὲ Αὐγούστα Ῥαυρικῶν κη΄ μζ΄ Ϛ΄΄ Ἀργεντοουαρία κζ΄ Ϛ΄΄γ΄΄ μζ΄ γο΄΄

   Ὑπὸ δὲ τούτους καὶ τοὺς Λευκοὺς παρήκουσι Λόγγονες, ὧν πόλις Ἀνδομάτουννον κϚ΄ δ΄΄ μϚ΄ γ΄΄

[10]    Καὶ μετὰ τὸ ὑποκείμενον αὐτοῖς ὄρος, ὃ καλεῖται Ἰουρασσὸς, Ἑλουήτιοι μὲν παρὰ Ῥῆνον ποταμὸν, ὧν πόλεις Γανόδουρον κη΄ Ϛ΄΄ μϚ΄ Ϛ΄΄ Φόρος Τιβερίου κη΄ μϚ΄

   Σηκοανοὶ δ' ὑπ' αὐτοὺς, ὧν πόλεις Διτταύιον κε΄ Ϛ΄΄ με΄ γο΄΄ Οὐισόντιον κϚ΄ μϚ΄ Ἐκουεστρίς κζ΄ με΄ γο΄΄ Αὐαντικὸν κη΄ με΄ Ϛ΄΄

[10]

Κελτογαλατίας Ναρβωνησίας θέσις. [Εὐρώπης πίναξ γ΄.]

[1]    Τῆς δὲ Ναρβωνησίας αἱ μὲν παρὰ τὰς συνημμένας τρεῖς ἐπαρχίας πλευραὶ εἴρηνται· τῶν δὲ λοιπῶν τὴν μὲν πρὸς ἕω τὰ δυσμικὰ τῶν Ἄλπεων ὀρῶν ὁρίζει τὰ ἀπὸ τοῦ Ἀδούλα ὄρους μέχρι τῶν ἐκβολῶν Οὐάρου τοῦ ποταμοῦ, ὧν θέσις κζ΄ Ϛ΄΄ μγ΄

   Τὴν δὲ πρὸς μεσημβρίαν πλευρὰν ὁρίζει τό τε λοιπὸν τῆς Πυρήνης τὸ ἀπὸ τῆς Ἀκουιτανίας μέχρι τῆς ἐπὶ τὴν καθ' ἡμᾶς θάλασσαν ἀκρωρείας, ἐφ' ἧς τὸ Ἀφροδίσιον ἱερὸν, καὶ ἡ Γαλλικὴ θάλασσα ἐφεξῆς μέχρι τῶν τοῦ Οὐάρου ἐκβολῶν, ἐχούσης τῆς παραλίου περιγραφὴν τοιαύτην.

[2]    Μετὰ τὸ Ἀφροδίσιον κ΄ γ΄΄ μβ΄ γ΄΄ Ἰλλιβέριος ποτ. ἐκβολαί κα΄ μβ΄ γο΄΄ Ῥουσκίωνος ποτ. ἐκβολαί κα΄ δ΄΄ μβ΄ Ϛ΄΄δ΄΄ Ἄταγος ποτ. ἐκβολαί κα΄ Ϛ΄΄ μβ΄ Ϛ΄΄δ΄΄ Ὀρόβιος ποτ. ἐκβολαί κα΄ Ϛ΄΄δ΄΄ μβ΄ Ϛ΄΄δ΄΄ Ἀραύριος ποτ. ἐκβολαί κβ΄ μβ΄ Ϛ΄΄γ΄΄ Ἀγάθη πόλις κβ΄ δ΄΄ μβ΄ Ϛ΄΄γ΄΄ Σήτιον ὄρος κβ΄ Ϛ΄΄ μβ΄ Ϛ΄΄ Φόσσαι Μαριαναι κβ΄ γο΄΄ μβ΄ γο΄΄ Ῥοδανοῦ ποταμοῦ τὸ δυτικὸν στόμα

   κβ΄ Ϛ΄΄γ΄΄ μβ΄ γο΄΄ Ῥοδανοῦ τὸ ἀνατολικὸν στόμα

   κγ΄ μβ΄ Ϛ΄΄γ΄΄ ἡ ὑπὸ Λούγδουνον τοῦ ποταμοῦ πρὸς τὰς Ἄλπεις ἐπιστροφή κγ΄ με΄ δ΄΄ τὸ κατὰ τὴν λίμνην αὐτοῦ μέρος τὴν καλουμένην Λημένην κζ΄ δ΄΄ με΄ δ΄΄ ἡ πηγὴ τοῦ ποταμοῦ κη΄ γ΄΄ μδ΄ γ΄΄

[3]    Τῶν δὲ συμβαλλόντων αὐτῷ ποταμῶν εἰς μὲν τὸ ἀπ' ἄρκτων Λουγδούνου μέρος εἰσρέουσιν ὅ τε Ἄραρ καὶ ὁ Δοῦβις προσμιχθέντες ἀλλήλοις· ἐπέχουσι δὲ αἱ μὲν τοῦ Ἄραρος πηγαὶ ἀπὸ τῶν Ἄλπεων ῥέουσαι κη΄ γο΄΄ μδ΄ γο΄΄ αἱ δὲ τοῦ Δούβιος ποταμοῦ ὑπ' αὐτὸν ῥέοντος κη΄ Ϛ΄΄ μδ΄ Ϛ΄΄ Ῥεύσαντες δὲ καὶ αὐτοὶ πρὸς ἄρκτους ἀπὸ τῶν Ἄλπεων ἐπιστρέφουσι πρὸς δυσμὰς, καὶ ἡ μὲν συμβολὴ αὐτῶν πρὸς ἀλλήλους ἐπέχει

   κε΄ γ΄΄ με΄ Ϛ΄΄ ἡ δὲ πρὸς τὸν Ῥοδανὸν ποταμὸν συμβολή κδ΄ με΄ Ϛ΄΄

[4]    Εἰς δὲ τὸ ἀπὸ μεσημβρίας Οὐιέννης πόλεως μέρος ῥέουσιν ὁμοίως ἀπὸ τῶν Ἄλπεων ὅ τ' Ἴσαρ ποταμὸς καὶ ὁ Δρουεντίας ποταμὸς, καὶ τοῦ μὲν Ἴσαρος αἱ πηγαὶ ἐπέχουσι μοίρας κη΄ μδ΄ τοῦ δὲ Δρουεντία ἡ κεφαλή κη΄ μγ΄ Ϛ΄΄δ΄΄

   Πάλιν δὲ ἡ μὲν τοῦ Ἴσαρος πρὸς τὸν Ῥοδανὸν συμβολὴ ἐπέχει μοίρας κβ΄ γο΄΄ μδ΄ Ϛ΄΄ ἡ δὲ τοῦ Δρουεντία μοίρας κβ΄ γο΄΄ μγ΄ Ϛ΄΄γ΄΄

[5]    Μετὰ δὲ τὸν Ῥοδανὸν ἐπὶ θαλάσσῃ κεῖται Αὐατικῶν Μαριτίμα πόλις, κολωνία κγ΄ Ϛ΄΄ μγ΄ β΄΄ εἶτα Καινοῦ ποτ. ἐκβολαί κγ΄ Ϛ΄΄δ΄΄ μγ΄

   Εἶτα Κομανῶν Μασσαλία πόλις κδ΄ Ϛ΄΄ μγ΄ ιβ΄΄ καὶ Ταυροέντιον κδ΄ Ϛ΄΄γ΄΄ μβ΄ Ϛ΄΄γ΄΄ καὶ ὁ Κιθαριστὴς τὸ ἄκρον κε΄ μβ΄ Ϛ΄΄ Ὀλβία πόλις κε΄ Ϛ΄΄ μβ΄ Ϛ΄΄δ΄΄ Ἀργεντίου ποτ. ἐκβολαί κε΄ γο΄΄ μβ΄ Ϛ΄΄δ΄΄ Φόρος Ἰουλίου κολωνία κϚ΄ Ϛ΄΄ μβ΄ Ϛ΄΄γ΄΄ Εἶτα Δεκιατίων Ἀντίπολις κζ΄ μγ΄ καὶ αἱ τοῦ Οὐάρου ποτ. ἐκβολαί κζ΄ Ϛ΄΄ μγ΄

[6]    Κατέχουσι δὲ μὲν τὰ δυσμικώτατα τῆς Ναρβωνησίας Οὐόλκαι οἱ Τεκτοσάγες, ὧν πόλεις μεσόγειοι Ἰλλιβερίς ιθ΄ Ϛ΄΄δ΄΄ μγ΄ δ΄΄ Ῥουσκινών κ΄ μγ΄ Ϛ΄΄ Τολῶσα κολωνία κ΄ Ϛ΄΄ μδ΄ δ΄΄ Κεσσερώ κα΄ δ΄΄ μδ΄ Καρκασώ κα΄ μγ΄ Ϛ΄΄δ΄΄ Βαιτιραί κα΄ Ϛ΄΄ μγ΄ Ϛ΄΄ Ναρβὼν κολωνία κα΄ Ϛ΄΄ μγ΄ δ΄΄

   Μετὰ δὲ τούτους μέχρι τοῦ Ῥοδανοῦ ποταμοῦ Οὐόλκαι οἱ Ἀρηκόμιοι, ὧν πόλεις μεσόγειοι Οὐινδόμαγος κα΄ Ϛ΄΄ μδ΄ Ϛ΄΄ Νέμαυσον κολωνία κβ΄ μδ΄ Ϛ΄΄

[7]    Εἶτ' ἀπ' ἀνατολῶν τοῦ Ῥοδανοῦ ἀρκτικώτατοι μὲν Ἀλλόβριγες ὑπὸ Μεδούλλους, ὧν πόλις Οὐίεννα κγ΄ με΄

   Ὑφ' οὓς δυσμικώτεροι μὲν Σεγαλλαυνοὶ, ὧν πόλις Οὐαλεντία κολωνία κγ΄ μδ΄ Ϛ΄΄

   Ἀνατολικώτεροι δὲ Τρικαστινοὶ, ὧν πόλις Νοιόμαγος κϚ΄ Ϛ΄΄ με΄

[8]    Εἶτα ὑπὸ μὲν τοὺς Σεγαλλαυνοὺς Καυάροι, ὧν πόλεις Ἀκουσιὼν κολωνία κγ΄ μδ΄ δ΄΄ Ἀουεννιὼν κολωνία κγ΄ μδ΄ Ἀραυσιών κδ΄ μδ΄ Ϛ΄΄ Καβελλιὼν κολωνία κδ΄ μδ΄

   Καὶ ὑπὸ τούτους Σάλυες, ὧν πόλεις Ταρουσκών κγ΄ μγ΄ γο΄΄ Γλανόν κγ΄ Ϛ΄΄ μγ΄ Ϛ΄΄ Ἀρέλατον κολωνία κβ΄ Ϛ΄΄δ΄΄ μγ΄ γ΄΄ Ὕδατα Σέξτια κολωνία κδ΄ Ϛ΄΄ μγ΄ γ΄΄ Ἐρνάγινον κδ΄ μγ΄ Ϛ΄΄

   Ὑπὸ δὲ τοὺς Τρικαστινοὺς Οὐοκόντιοι καὶ πόλις Οὐασιών κϚ΄ μδ΄ Ϛ΄΄

   Ὑφ' οὓς Μήμινοι καὶ πόλις αὐτῶν Φόρος Νέρωνος κε΄ γο΄΄ μδ΄ Ϛ΄΄δ΄΄

   Ὑφ' οὓς Ἐλύκωκοι καὶ πόλις αὐτῶν Ἀλβαυγούστα κϚ΄ μγ΄ γ΄΄

   Οὐοκοντίων δὲ καὶ Μημίνων ἀνατολικώτεροι Σέντιοι, ὧν πόλις Δίνια κζ΄ Ϛ΄΄ μδ΄ γ΄΄

[9]    Νῆσοι δὲ ὑπόκεινται τῇ Ναρβωνησίᾳ Ἀγάθη μὲν κατὰ τὴν ὁμώνυμον πόλιν, ἧς θέσις κβ΄ Ϛ΄΄ μβ΄ Ϛ΄΄ μεθ' ἣν Βλασκών κβ΄ Ϛ΄΄ μβ΄ γ΄΄

   Αἱ δὲ Στοιχάδες ὑπὸ τὸν Κιθαριστὴν πέντε τὸν ἀριθμὸν, ὧν τοῦ μέσου θέσις

   κε΄ μβ΄ δ΄΄

   Ὑπὸ δὲ τὸν Οὔαρον ποταμὸν Ληρώνη, ἧς θέσις κζ΄ Ϛ΄΄δ΄΄ μβ΄ δ΄΄

[11]

Γερμανίας Μεγάλης θέσις. [Εὐρώπης πίναξ δ΄]

[1]    Τῆς Γερμανίας τὴν μὲν δυσμικὴν πλευρὰν ἀφορίζει ὁ Ῥῆνος ποταμὸς, τὴν δὲ ἀρκτικὴν ὁ Γερμανικὸς Ὠκεανὸς, ἧς ἡ περιγραφὴ ἔχει οὕτως. Μετὰ τὰς τοῦ Ῥήνου ποταμοῦ ἐκβολὰς Οὐίδρου ποταμοῦ ἐκβολαί κζ΄ Ϛ΄΄ νδ΄ Ϛ΄΄δ΄΄ Μαρναμανὶς λιμήν κη΄ νδ΄ δ΄΄ Ἀμισίου ποταμοῦ ἐκβολαί κθ΄ νε΄ αἱ πηγαὶ τοῦ ποταμοῦ λβ΄ νγ΄ Οὐισούργιος ποτ. ἐκβολαί λα΄ νε΄ αἱ πηγαὶ τοῦ ποταμοῦ λδ΄ νβ΄ Ϛ΄΄ Ἄλβιος ποταμοῦ ἐκβολαί λα΄ νϚ΄ δ΄΄ αἱ πηγαὶ τοῦ ποταμοῦ λθ΄ ν΄

[2]    Κιμβρικῆς Χερσονήσου ἡ μετὰ τὸν Ἄλβιν ἐξοχή λβ΄ νϚ΄ Ϛ΄΄γ΄΄ ἡ ἐφεξῆς ἐξοχή λε΄ νη΄ γ΄΄ ἡ ἔτι ἐφεξῆς καὶ ἀρκτικωτάτη λη΄ γο΄΄ νθ΄ Ϛ΄΄ ἡ μετὰ τὴν ἐπιστροφὴν πρώτη ἐξοχή λθ΄ γ΄΄ νθ΄ γ΄΄ τὸ ἀνατολικώτατον αὐτῆς μ΄ δ΄΄ νη΄ Ϛ΄΄ ἡ ὑπὸ ταύτην ἐφεξῆς λζ΄ νζ΄ ἡ πρὸς ἀνατολὰς ἐπιστροφή λε΄ νϚ΄ Χαλούσου ποτ. ἐκβολαί λζ΄ νϚ΄ Συήβου ποταμοῦ ἐκβολαί λθ΄ Ϛ΄΄ νϚ΄ Οὐιαδούα ποταμοῦ ἐκβολαί μβ΄ Ϛ΄΄ νϚ΄ Οὐιστούλα ποτ. ἐκβολαί με΄ νϚ΄ ἡ κεφαλὴ τοῦ ποταμοῦ μδ΄ νβ΄ Ϛ΄΄ ἡ ἀπὸ δυσμῶν αὐτῆς καὶ ἐπὶ τὸν Ἄλβιν φέρουσα μ΄ Ϛ΄΄ νβ΄ γο΄΄

[3]    Τὴν δὲ μεσημβρινὴν πλευρὰν ὁρίζει τοῦ Δανουβίου ποταμοῦ τὸ δυσμικὸν μέρος, ὃ θέσιν ἔχει τοιαύτην· ἡ κεφαλὴ τοῦ Δανουβίου ποταμοῦ λ΄ μϚ΄ γ΄΄ τὸ κατὰ τὴν ἐκτροπὴν τοῦ εἰς τὴν Γερμανίαν πρώτου ποταμοῦ λβ΄ μζ΄ δ΄΄ τὸ κατὰ τὴν ἐκτροπὴν τοῦ πρὸς μεσημβρίαν φέροντος ποταμοῦ, ὃς καλεῖται Αἶνος λδ΄ μζ΄ γ΄΄ τὸ κατὰ τὴν ἐκτροπὴν τοῦ πρὸς ἄρκτους φερομένου δευτέρου ποταμοῦ ὡς ἐπὶ τὴν Γαβρήταν Ὕλην λϚ΄ μϚ΄ γο΄΄ τὸ κατὰ τὴν ἑξῆς ἐκτροπὴν τοῦ παρὰ τὴν Λοῦναν Ὕλην πρὸς ἄρκτους ῥέοντος ποταμοῦ

   λθ΄ γ΄΄ μζ΄ γ΄΄ ἡ ἐφεξῆς ἐπιστροφὴ, ἀφ' ἧς πρὸς μεσημβρίαν ἐπιστρέφει μ΄ γο΄΄ μζ΄ Ϛ΄΄γ΄΄ τὸ κατὰ τὴν ἐκτροπὴν τοῦ πρὸς μεσημβρίαν ῥέοντος ποταμοῦ, ὃς καλεῖται Ἀραβών μα΄ μζ΄ γο΄΄ ἡ κατὰ Κούρταν καμπή μβ΄ μζ΄ ἡ ἐφεξῆς ἐπιστροφὴ κατὰ Κάρπιν καὶ ἀρκτικωτάτη πασῶν μβ΄ Ϛ΄΄ μη΄

[4]    Τὴν δὲ ἀνατολικὴν πλευρὰν ὁρίζει ἥ τε ἀπὸ τῆς εἰρημένης ἐπιστροφῆς πρὸς τὰ ὑπερκείμενα Σαρματικὰ ὄρη διάστασις, ὧν τὸ μὲν νότιον πέρας ἐπέχει μοίρας μβ΄ Ϛ΄΄ μη΄ Ϛ΄΄ τὸ δὲ βόρειον μγ΄ Ϛ΄΄ ν΄ Ϛ΄΄ καὶ ἡ μετὰ τὰ ὄρη ἐπὶ τὴν εἰρημένην κεφαλὴν τοῦ Οὐιστούλα ποταμοῦ, καὶ ἔτι αὐτὸς ὁ ποταμὸς ἕως θαλάσσης.

[5]    Τῶν δὲ διεζωκότων τὴν Γερμανίαν ὀρέων ὀνομαστότατά ἐστι τά τε εἰρημένα καὶ ἰδίως καλούμενα Σαρματικὰ, καὶ τὰ ὁμώνυμα τοῖς Ἀλπείοις καὶ ὄντα ὑπὲρ τὴν κεφαλὴν τοῦ Δανουβίου ποταμοῦ, ὧν τὰ ἄκρα ἐπέχει μοίρας κθ΄ μζ΄ καὶ λγ΄ μη΄ Ϛ΄΄ καὶ τὰ καλούμενα Ἄβνοβα, ὧν τὰ ἄκρα ἐπέχει μοίρας λα΄ μθ΄ καὶ λα΄ νβ΄ καὶ τὸ Μηλίβοκον, οὗ τὰ πέρατα ἐπέχει μοίρας

   λγ΄ νβ΄ Ϛ΄΄ καὶ λζ΄ νβ΄ Ϛ΄΄ ὑφ' ὃ ἔστιν ἡ Σημανοῦς Ὕλη· καὶ τὸ Ἀσκιβούργιον, οὗ τὰ πέρατα ἐπέχει μοίρας λθ΄ νδ΄ καὶ μδ΄ νβ΄ Ϛ΄΄ καὶ ἔτι τὰ καλούμενα Σούδητα ὄρη, ὧν τὰ ἄκρα ἐπέχει μοίρας λδ΄ ν΄ καὶ μ΄ ν΄ ὑφ' ἃ ἔστιν ἡ Γαβρήτα Ὕλη· ὧν μεταξὺ καὶ τῶν Σαρματικῶν ὀρέων ἔστιν ὁ Ὀρκύνιος Δρυμός.

[6]    Κατέχουσι δὲ τῆς Γερμανίας τὰ μὲν παρὰ τὸν Ῥῆνον ποταμὸν ἀρχομένοις ἀπ' ἄρκτων οἵ τε Βρούκτεροι οἱ μικροὶ καὶ οἱ Σύγαμβροι, ὑφ' οὓς οἱ Σύηβοι οἱ Λαγγοβάρδοι· εἶτα Τένκεροι καὶ Ἰνκρίωνες μεταξὺ τοῦ τε Ῥήνου καὶ τῶν Ἀβνοβαίων ὀρέων· καὶ ἔτι Ἰντούεργοι καὶ Οὐαργίωνες καὶ Καριτνοὶ, ὑφ' οὓς Οὐισποὶ καὶ ἡ τῶν Ἐλουητίων Ἔρημος μέχρι τῶν εἰρημένων Ἀλπείων ὀρέων.

[7]    Τὴν δὲ παρωκεανῖτιν κατέχουσιν ὑπὲρ μὲν τοὺς Βρουκτέρους οἱ Φρίσιοι μέχρι τοῦ Ἀμισίου ποταμοῦ, μετὰ δὲ τούτους Καῦχοι οἱ μικροὶ μέχρι τοῦ Οὐισούργιος ποταμοῦ· εἶτα Καῦχοι οἱ μείζους μέχρι τοῦ Ἄλβιος ποταμοῦ· ἐφεξῆς δὲ ἐπὶ τὸν αὐχένα τῆς Κιμβρικῆς Χερσονήσου Σάξονες, αὐτὴν δὲ τὴν χερσόνησον ὑπὲρ μὲν τοὺς Σάξονας Σιγούλωνες ἀπὸ δυσμῶν, εἶτα Σαβαλίγγιοι, εἶτα Κοβανδοὶ, ὑπὲρ οὓς Χάλοι, καὶ ἔτι ὑπὲρ τούτους δυσμικώτεροι μὲν Φουνδούσιοι, ἀνατολικώτεροι δὲ Χαροῦδες, πάντων δ' ἀρκτικώτεροι Κίμβροι· μετὰ δὲ τοὺς Σάξονας ἀπὸ τοῦ Χαλούσου ποταμοῦ μέχρι τοῦ Συήβου ποταμοῦ Φαροδεινοὶ, εἶτα Σειδινοὶ μέχρι τοῦ Οὐιαδούα ποταμοῦ, καὶ μετ' αὐτοὺς Ῥουτίκλειοι μέχρι τοῦ Οὐιστούλα ποταμοῦ.

[8]    Τῶν δὲ ἐντὸς καὶ μεσογείων ἐθνῶν μέγιστα μέν ἐστι τό τε τῶν Συήβων τῶν Ἀγγειλῶν, οἵ εἰσιν ἀνατολικώτεροι τῶν Λαγγοβάρδων ἀνατείνοντες πρὸς τὰς ἄρκτους μέχρι τῶν μέσων τοῦ Ἄλβιος ποταμοῦ, καὶ τὸ τῶν Συήβων τῶν Σεμνόνων, οἵτινες διήκουσι μετὰ τὸν Ἄλβιν ἀπὸ τοῦ εἰρημένου μέρους πρὸς ἀνατολὰς μέχρι τοῦ Συήβου ποταμοῦ, καὶ τὸ τῶν Βουργουντῶν τὰ ἐφεξῆς καὶ μέχρι τοῦ Οὐιστούλα κατεχόντων.

[9]    Ἐλάσσονα δὲ ἔθνη (καὶ) μεταξὺ κεῖνται Καύχων μὲν τῶν μικρῶν καὶ τῶν Συήβων Βρούκτεροι οἱ μείζους, ὑφ' οὓς Χαῖμαι· Καύχων δὲ τῶν μειζόνων καὶ τῶν Συήβων Ἀνγριουάριοι, εἶτα Λακκοβάρδοι, ὑφ' οὓς Δουλγούμνιοι· Σαξόνων δὲ καὶ τῶν Συήβων Τευτονόαροι καὶ Οὐίρουνοι· Φαροδεινῶν δὲ καὶ Συήβων Τεύτονες καὶ Αὔαρποι· Ῥουτικλείων δὲ καὶ Βουργουντῶν Αἰλουαίωνες.

[10]    Πάλιν ὑπὸ μὲν τοὺς Σέμνονας οἰκοῦσι Σιλίγγαι, ὑπὸ δὲ τοὺς Βουργούντας Λοῦγοι οἱ Ὀμανοὶ, ὑφ' οὓς Λοῦγοι οἱ Διδοῦνοι μέχρι τοῦ Ἀσκιβουργίου ὄρους· ὑπὸ δὲ τοὺς Σιλίγγας Καλούκωνες ἐφ' ἑκάτερα τοῦ Ἄλβιος ποταμοῦ, ὑφ' οὓς Χαιρουσκοὶ καὶ Καμαυοὶ μέχρι τοῦ Μηλιβόκου ὄρους, ὧν πρὸς ἀνατολὰς περὶ τὸν Ἄλβιν ποταμὸν Βαινοχαῖμαι, ὑπὲρ οὓς Βατεινοὶ, καὶ ἔτι ὑπὲρ τούτους ὑπὸ τῷ Ἀσκιβουργίῳ ὄρει Κορκοντοὶ καὶ Λοῦγοι οἱ Βοῦροι μέχρι τῆς κεφαλῆς τοῦ Οὐιστούλα ποταμοῦ· ὑπὸ δὲ τούτους πρῶτοι Σίδωνες, εἶτα Κῶγνοι, εἶτα Οὐισβούργιοι ὑπὲρ τὸν Ὀρκύνιον Δρυμόν.

[11]    Πάλιν ἀπ' ἀνατολῶν μὲν τῶν Ἀβνοβαίων ὀρέων οἰκοῦσιν ὑπὸ τοὺς Συήβους Κασουάροι, εἶτα Νερτερεανοί, εἶτα Δανδοῦτοι, ὑφ' οὓς Τούρωνοι καὶ Μαρουίνγοι· ὑπὸ δὲ τοὺς Καμαυοὺς Χάτται καὶ Τούβαντοι, καὶ ὑπὲρ τὰ Σούδητα ὄρη Τευριοχαῖμαι, ὑπὸ δὲ τὰ ὄρη Οὐαριστοί· εἶτα ἡ Γαβρήτα Ὕλη· καὶ ὑπὸ μὲν τοὺς Μαρουίνγους Κουρίωνες, εἶτα Χαιτούωροι, καὶ μέχρι τοῦ Δανουβίου ποταμοῦ οἱ Παρμαικάμποι· ὑπὸ δὲ τὴν Γαβρήταν Ὕλην Μαρκομανοὶ, ὑφ' οὓς Σουδινοὶ, καὶ μέχρι τοῦ Δανουβίου ποταμοῦ οἱ Ἀδραβαικάμποι· ὑπὸ δὲ τὸν Ὀρκύνιον Δρυμὸν Κούαδοι, ὑφ' οὓς τὰ σιδηρωρυχεῖα καὶ ἡ Λοῦνα Ὕλη, ὑφ' ἣν μέγα ἔθνος οἱ Βαῖμοι μέχρι τοῦ Δανουβίου, καὶ συνεχεῖς αὐτοῖς παρὰ τὸν ποταμὸν οἵ τε Ῥακατρίαι καὶ οἱ πρὸς ταῖς καμπαῖς Ῥακάται.

[12]    Πόλεις δὲ τίθενται κατὰ τὴν Γερμανίαν ἐν μὲν τῷ ἀρκτικῷ κλίματι αἵδε· Φληούμ κη΄ Ϛ΄΄δ΄΄ νδ΄ Ϛ΄΄δ΄΄ Σιατουτάνδα κθ΄ γ΄΄ νδ΄ γ΄΄ Τεκελία λα΄ νε΄ Φαβίρανον λα΄ Ϛ΄΄ νε΄ γ΄΄ Τρήουα λγ΄ νε΄ γο΄΄ Λευφάνα λδ΄ δ΄΄ νδ΄ γο΄΄ Λιριμιρίς λδ΄ Ϛ΄΄ νε΄ Ϛ΄΄ Μαριωνίς λδ΄ Ϛ΄΄ νδ΄ Ϛ΄΄γ΄΄ Μαριωνὶς ἑτέρα λϚ΄ νε΄ Ϛ΄΄γ΄΄ Κοινόηνον λϚ΄ γ΄΄ νε΄ Ϛ΄΄ Κιστουία λζ΄ γ΄΄ νδ΄ Ϛ΄΄ Ἀλεισός λη΄ νε΄ Λακιβούργιον λθ΄ νϚ΄ Βουνίτιον λθ΄ Ϛ΄΄ νε΄ Ϛ΄΄ Οὐΐρουνον μ΄ Ϛ΄΄ νε΄ Οὐιρίτιον μα΄ νδ΄ Ϛ΄΄ Ῥούγιον μβ΄ Ϛ΄΄ νε΄ γο΄΄ Σκοῦργον μγ΄ νε΄ Ἀσκαυκαλίς μδ΄ νδ΄ δ΄΄

[13]    Ἐν δὲ τῷ ὑπὸ τοῦτο κλίματι πόλεις αἵδε· Ἀσκιβούργιον κζ΄ Ϛ΄΄ νβ΄ Ϛ΄΄ Ναυάλια κζ΄ γ΄΄ νδ΄ Μεδιολάνιον κη΄ Ϛ΄΄ δ΄΄ νγ΄ Ϛ΄΄γ΄΄ Τευδέριον κθ΄ γ΄΄ νγ΄ γ΄΄ Βογάδιον λ΄ δ΄΄ νβ΄ Στερεόντιον λα΄ νβ΄ Ϛ΄΄ Ἀμισία λα΄ Ϛ΄΄ να΄ Ϛ΄΄ Μουνίτιον λα΄ γο΄΄ νβ΄ Ϛ΄΄ Τουλίφουρδον λβ΄ νδ΄ Ἀσκαλίνγιον λβ΄ Ϛ΄΄ νγ΄ Ϛ΄΄δ΄ Τουλισούργιον λβ΄ γο΄΄ νγ΄ γ΄΄ Φεύγαρον λβ΄ γο΄΄ νβ΄ δ΄΄ Κάνδουον λγ΄ να΄ Ϛ΄΄γ΄΄ Τρόπαια Δρούσου λγ΄ Ϛ΄΄δ΄΄ νβ΄ Ϛ΄΄δ΄΄ Λουππία λδ΄ Ϛ΄΄ νβ΄ Ϛ΄΄δ΄΄ Μερσούιον λε΄ Ϛ΄΄ νγ΄ Ϛ΄΄γ΄΄ Ἀρεγελία λϚ΄ Ϛ΄΄ νβ΄ γ΄΄ Γαλαιγία λζ΄ Ϛ΄΄ νβ΄ γ΄΄ Λούπφουρδον λη΄ Ϛ΄΄ να΄ γο΄΄ Σουσουδάτα λη΄ Ϛ΄΄ νγ΄ Ϛ΄΄γ΄΄ Κολάγκορον λθ΄ νγ΄ Ϛ΄΄ Λουγίδουνον λθ΄ Ϛ΄΄ βν΄ Ϛ΄΄ Στράγονα λθ΄ γο΄΄ νβ΄ γ΄΄ Λίμιος ἄλσος μα΄ νγ΄ Ϛ΄΄ Βουδόριγον μα΄ νβ΄ γο΄΄ Λευκάριστος μα΄ Ϛ΄΄δ΄΄ νβ΄ γο΄΄ Ἀρσόνιον μγ΄ Ϛ΄΄ νβ΄ γ΄΄ Καλισία μγ΄ Ϛ΄΄δ΄΄ νβ΄ Ϛ΄΄γ΄ Σετίδαυα μδ΄ νγ΄ Ϛ΄΄

[14]    Ἐν δὲ τῷ ὑπὸ τοῦτο κλίματι πόλεις αἵδε· Ἀλεισόν κη΄ να΄ Ϛ΄΄ Βουδορίς κη΄ να΄ Ματτιακόν λ΄ ν΄ Ϛ΄΄γ΄΄ Ἄρκταυνον λ΄ Ϛ΄΄ ν΄ Νουαίσιον λα΄ Ϛ΄΄ να΄ Ϛ΄΄ Μηλόκαβος λα΄ Ϛ΄΄ ν΄ γο΄΄ Γραυιονάριον λα΄ Ϛ΄΄ ν΄ Ϛ΄΄ Λοκόριτον λα΄ Ϛ΄΄ μθ΄ γ΄΄ Σεγόδουνον λα΄ Ϛ΄΄ μθ΄ Δηούονα λβ΄ Ϛ΄΄ μη΄ Ϛ΄΄δ΄΄ Βέργιον λγ΄ μθ΄ Ϛ΄΄ Μηνόσγαδα λδ΄ μθ΄ Ϛ΄΄ Βικούργιον λδ΄ Ϛ΄΄ να΄ δ΄΄ Μαρόβουδον λε΄ μθ΄ Ῥεδιντούινον λη΄ Ϛ΄΄ ν΄ Ϛ΄΄ Νομιστήριον λθ΄ να΄ Μελιόδουνον λθ΄ μθ΄ Κασουργίς λθ΄ δ΄΄ ν΄ Ϛ΄΄ Στρεουίντα λθ΄ δ΄΄ μθ΄ Ϛ΄΄ Ἡγητματία λθ΄ γο΄΄ να΄ Βουδοργίς μ΄ ν΄ Ϛ΄΄ Ἔβουρον μα΄ μθ΄ Ϛ΄΄ Ἀρσικούα μα΄ γο΄΄ μθ΄ Παρίεννα μβ΄ μθ΄ γ΄΄ Σετουία μβ΄ Ϛ΄΄ ν΄ Καρρόδουνον μβ΄ γο΄΄ να΄ Ϛ΄΄ Ἀσάνκα μγ΄΄ ν΄ γ΄΄

[15]    Ἐν δὲ τῷ λοιπῷ καὶ παρὰ τὸν Δανούβιον ποταμὸν πόλεις αἵδε· Ταρόδουνον κη΄ γ΄΄ μζ΄ Ϛ΄΄γ΄΄ Βωμοὶ Φλαύιοι λ΄ γο΄΄ μη΄ Ῥιουσιαούα λα΄ μζ΄ Ϛ΄΄ Ἀλκιμοεννίς λβ΄ Ϛ΄΄ μζ΄ Ϛ΄΄ Καντιοιβίς λβ΄ γο΄΄ μη΄ γ΄΄ Βίβακον λγ΄ μη΄ Βρονδεντία λγ΄ Ϛ΄΄δ΄΄ μη΄ Σετουάκωτον λδ΄ μη΄ γ΄ Οὔσβιον λε΄ μζ΄ Ἀβίλουνον λε΄ γ΄΄ μζ΄ γ΄΄ Φουργισατίς λϚ΄ μη΄ Κοριδοργίς λζ΄ δ΄΄ μη΄ Ϛ΄΄ Μεδιολάνιον λη΄ μζ΄ Ϛ΄΄ Φηλικία λθ΄ μη΄ Ϛ΄΄ Ἐβουρόδουνον λθ΄ μη΄ Ἀνδουαίτιον μ΄ Ϛ΄΄ μζ΄ γο΄΄ Κελαμαντία μα΄ μζ΄ γο΄΄ Σινγονή μα΄ Ϛ΄΄ μη΄ δ΄΄ Ἄναυον μα΄ γ΄΄ μζ΄ Ϛ΄΄

[16]    Νῆσοι δὲ ὑπέρκεινται τῆς Γερμανίας κατὰ μὲν τὰς τοῦ Ἄλβιος ἐκβολὰς αἱ καλούμεναι Σαξόνων τρεῖς, ὧν τὸ μεταξὺ ἐπέχει μοίρας λα΄ νζ΄ γ΄΄

   Ὑπὲρ δὲ τὴν Κιμβρικὴν Χερσόνησον ἄλλαι τρεῖς νῆσοι Ἀλοκίαι καλούμεναι, ὧν τὸ μεταξὺ ἐπέχει μοίρας λζ΄ νθ΄ γ΄΄

   Ἀπ' ἀνατολῶν δὲ τῆς Κιμβρικῆς Χερσονήσου τέσσαρες νῆσοι αἱ καλούμεναι Σκανδίαι, τρεῖς μὲν μικραὶ, ὧν ἡ μέση ἐπέχει μοίρας

   μα΄ Ϛ΄΄ νη΄ μία δὲ μεγίστη καὶ ἀνατολικωτάτη κατὰ τὰς ἐκβολὰς τοῦ Οὐιστούλα ποταμοῦ, ἧς τὸ μὲν δυτικώτατον πέρας ἐπέχει μοίρας

   μγ΄ νη΄ τὸ δ' ἀνατολικώτατον μϚ΄ νη΄ τὸ δ' ἀρκτικώτατον μδ΄ Ϛ΄΄ νη΄ Ϛ΄΄ τὸ δὲ μεσημβρινόν με΄ νζ΄ γο΄΄

   Καλεῖται δὲ ἰδίως καὶ αὐτὴ Σκανδία, καὶ κατέχουσιν αὐτῆς τὰ μὲν δυτικὰ Χαιδεινοὶ, τὰ δ' ἀνατολικὰ Φαυόναι καὶ Φιραῖσοι, τὰ δὲ ἀρκτικὰ Φίννοι, τὰ δὲ μεσημβρινὰ Γοῦται καὶ Δαυκίωνες, τὰ δὲ μέσα Λευῶνοι.

[12]

Ῥαιτίας καὶ Οὐινδελικίας θέσις. [Εὐρώπης πίναξ ε΄.]

[1]    Τῆς Ῥαιτίας καὶ Οὐινδελικίας ἡ μὲν δυσμικὴ πλευρὰ ὁρίζεται τῷ τε Ἀδούλᾳ ὄρει καὶ τῷ μεταξὺ τῶν κεφαλῶν τοῦ τε Ῥήνου καὶ τοῦ Δανουβίου ποταμοῦ, ἡ δὲ ἀρκτικὴ μέρει τοῦ Δανουβίου ποταμοῦ τῷ ἀπὸ τῶν πηγῶν μέχρι τῆς τοῦ Αἴνου ποταμοῦ ἐκτροπῆς λδ΄ μζ΄ γ΄΄ ἡ δ' ἀνατολικὴ πλευρὰ αὐτῷ τῷ Αἴνῳ ποταμῷ, ἧς τὸ νοτιώτατον πέρας ἐπέχει μοίρας λδ΄ με΄ δ΄΄ἡ δ' ἀπὸ μεσημβρίας τοῖς ἐντεῦθεν ὑπὲρ τὴν Ἰταλίαν Ἀλπείοις ὄρεσιν, ὧν τὰ μὲν πρὸς ταῖς Γραίαις ἐπέχει μοίρας λ΄ με΄ γ΄΄ τὰ δὲ πρὸς ταῖς Ποιναῖς κατὰ τὴν ἀρχὴν τοῦ Λικίου ποταμοῦ τοῦ εἰς τὸν Δανούβιον ἐμβάλλοντος, ὃς διορίζει τὴν Ῥαιτίαν ἀπὸ τῆς Οὐινδελικίας λα΄ Ϛ΄΄ με΄ Ϛ΄΄ τὰ δὲ πρὸς τῇ Ὄκρᾳ ὄρει λγ΄ Ϛ΄΄ με΄ Ϛ΄΄

[2]    Κατέχουσι δὲ τῆς Ῥαιτίας τὰ μὲν ἀρκτικώτερα Βριξάνται, τὰ δὲ νοτιώτερα Σουανῆται καὶ Ῥιγοῦσκαι, τὰ δὲ μεταξὺ Καλούκωνες καὶ Οὐέννοντες.

[3]    Πόλεις δὲ εἰσὶν αὐτῶν ὑπὸ μὲν αὐτὸν τὸν Δανούβιον Βραγόδουρον λ΄ μϚ΄ γο΄΄ Δρακούινα λ΄ γ΄΄ μϚ΄ γο΄΄ Οὐιάνα λα΄ μϚ΄ γο΄΄ Φαινιάνα λα΄ Ϛ΄΄δ΄΄ μϚ΄ Ϛ΄΄γ΄

   Πρὸς δὲ τῇ κεφαλῇ τοῦ Ῥήνου ποταμοῦ Ταξγαίτιον κθ΄ γ΄΄ μϚ΄ δ΄΄ Βριγάντιον λ΄ μϚ΄

   Μετὰ δὲ ταύτας Οὔικος λ΄ δ΄΄ με΄ Ϛ΄΄γ΄΄ Ἐβόδουρον λ΄ γο΄΄ με΄ Ϛ΄΄γ΄΄ Ὀκτόδουρον λα΄ γ΄΄ με΄ γο΄΄ Δρουσόμαγος λα΄ Ϛ΄΄ μϚ΄ ιβ΄΄

   [Οὐινδελικία.]

   Τῆς δὲ Οὐινδελικίας τὰ μὲν ἀρκτικώτερα κατέχουσι Ῥουνικάται, ὑπὸ δὲ τούτους Λεῦνοι καὶ Κωνσουάνται, εἶτα Βενλαῦνοι, εἶτα Βρεῦνοι, καὶ παρὰ τὸν Λικίαν ποταμὸν Λικάτιοι.

[4]    Πόλεις δὲ εἰσὶν ἐν τῇ Οὐινδελικίᾳ παρὰ μὲν τὸν Δανούβιον ποταμὸν Ἀρτόβριγα λβ΄ δ΄΄ μζ΄ Ϛ΄΄ Βοϊόδουρον λγ΄ Ϛ΄΄γ΄΄ μζ΄ δ΄΄

   Ὑπὸ δὲ ταύτας Αὐγούστα Οὐινδελικῶν λβ΄ Ϛ΄΄ μϚ΄ Ϛ΄΄γ΄΄ Καρρόδουνον λγ΄ Ϛ΄΄γ΄΄ μϚ΄ Ϛ΄΄δ΄΄ Ἀβουδιακὸν λγ΄ Ϛ΄΄ μϚ΄ δ΄΄ Καμβόδουνον λβ΄ Ϛ΄΄γ΄΄ μϚ΄ Μέδουλλον λγ΄ Ϛ΄΄γ΄΄ με΄ γο΄΄ Ἰνούτριον λβ΄ Ϛ΄΄γ΄΄ με΄ Ϛ΄΄

[13]

Νωρικοῦ θέσις. [Εὐρώπης πίναξ ε΄.]

[1]    Τὸ Νωρικὸν περιορίζεται ἀπὸ μὲν δύσεως Αἴνῳ ποταμῷ, ἀπὸ δὲ ἄρκτων μέρει τοῦ Δανουβίου τῷ ἀπὸ Αἴνου ποταμοῦ μέχρι τοῦ Κετίου ὄρους, οὗ ἡ θέσις ἐπέχει μοίρας

   λζ΄ Ϛ΄΄ μϚ΄ Ϛ΄΄γ΄΄ ἀπὸ δὲ ἀνατολῶν αὐτῷ τῷ Κετίῳ ὄρει, ἀπὸ δὲ μεσημβρίας τῷ τε ὑπὸ τὸ εἰρημένον ὄρος μέρει τῆς Παννονίας τῆς ἄνω, οὗ τὸ δυσμικώτατον πέρας ἐπέχει μοίρας λϚ΄ με΄ γ΄΄ καὶ τῷ ἐντεῦθεν ὑπὲρ τὴν Ἰστρίαν ὄρει, ὃ καλεῖται Καρουάγκας, οὗ τὸ μέσον ἐπέχει μοίρας λε΄ με΄ γ΄΄

[2]    Κατέχουσι δὲ τὰ μὲν δυσμικώτερα τῆς ἐπαρχίας ἀπὸ ἄρκτων ἀρχομένοις Σεούακες καὶ Ἀλαυνοὶ καὶ Ἀμβισόντιοι, τὰ δὲ ἀνατολικώτερα Νωρικοὶ καὶ Ἀμβίδραυοι καὶ Ἀμβίλικοι.

[3]    Πόλεις δὲ εἰσὶν ἐν αὐτῇ ὑπὸ μὲν τὸν Δανούβιον ποταμὸν Ἀρελάπη λε΄ μζ΄ Κλαυδιούιον λϚ΄ μϚ΄ γο΄΄

   Ὑπὸ δὲ ταύτας Γαμαυόδουρον λδ΄ γο΄΄ μϚ΄ γο΄΄ Γησόδουνον λε΄ γο΄΄ μϚ΄ Ϛ΄΄ Βέδακον λδ΄ δ΄΄ μϚ΄ δ΄΄ Ἄγουντον λϚ΄ Ϛ΄΄ μϚ΄ Ϛ΄ Οὐακόριον λϚ΄ με΄ Ϛ΄΄δ΄΄ Ποίδικον λζ΄ μϚ΄ Οὐίρουνον λϚ΄ γο΄΄ με΄ Ϛ΄΄δ΄΄ Τεουρνία λδ΄ γο΄΄ με΄ γο΄΄ Ἴδουνον λε΄ Ϛ΄΄ με΄ Ϛ΄΄ Σιαντικόν λϚ΄ με΄ Ϛ΄΄ Κέλεια λζ΄ με΄ Ϛ΄΄

   Μεταξὺ δὲ Ἰταλίας καὶ Νωρικοῦ Ἰούλιον Καρνικόν λδ΄ Ϛ΄΄ με΄ δ΄΄

[14]

Παννονίας τῆς ἄνω θέσις [Εὐρώπης πίναξ ε΄.]

[1]    Ἡ Παννονία ἡ ἄνω περιορίζεται ἀπὸ μὲν δύσεως τῷ Κετίῳ ὄρει καὶ ἐκ μέρους τῷ Καρουάγκᾳ, ἀπὸ δὲ μεσημβρίας τῆς τε Ἰστρίας καὶ τῆς Ἰλλυρίδος μέρει κατὰ παράλληλον γραμμὴν τὴν ἀπὸ τοῦ εἰρημένου δυσμικωτάτου πέρατος διὰ τοῦ Ἀλβανοῦ ὄρους μέχρι τῶν Βεβίων ὀρέων καὶ τοῦ ὁρίου τῆς κάτω Παννονίας, ὃ ἐπέχει μοίρας μα΄ Ϛ΄΄ με΄ γ΄΄ ἀπὸ δὲ ἄρκτων τῷ εἰρημένῳ ὁρίῳ τοῦ Νωρικοῦ καὶ τῷ τοῦ Δανουβίου μέρει τῷ ἀπὸ τοῦ Κετίου ὄρους μέχρι τῆς κατὰ τὸν Ἀραβῶνα ποταμὸν ἐκτροπῆς, ἧς ἡ θέσις ἐπέχει μοίρας

   μα΄ μζ΄ γο΄΄ ἀπὸ δὲ ἀνατολῶν τῇ κάτω Παννονίᾳ τῇ κατὰ τὰ εἰρημένα πέρατα γραμμῇ.

[2]    Κατέχουσι δὲ τὴν ἐπαρχίαν ἐν μὲν τοῖς πρὸς ἄρκτους μέρεσιν Ἄζαλοι μὲν δυσμικώτεροι, Κύτνοι δ' ἀνατολικώτεροι, ἐν δὲ τοῖς μεσημβρινοῖς Λατόβικοι μὲν ὑπὸ τὸ Νωρικὸν, Οὐαρκιανοὶ δὲ τὰ πρὸς ἀνατολὰς, ἐν δὲ τοῖς μεταξὺ Βόϊοι μὲν πρὸς δυσμὰς καὶ ὑπ' αὐτοὺς Κολαιτιανοὶ, Ἰάσσιοι δὲ πρὸς ἀνατολὰς καὶ ὑπ' αὐτοὺς Ὀσεριάτες.

[3]    Πόλεις δὲ εἰσὶν ὑπὸ μὲν τὸν Δανούβιον ποταμὸν Οὐινδόβονα λζ΄ Ϛ΄΄δ΄΄ μϚ΄ Ϛ΄΄γ΄΄ Λεγίων ι΄ Γερμανική Καρνοῦς λθ΄ μζ΄ Φλέξον μ΄ μζ΄ δ΄΄ Λεγίων ιδ΄ Γερμανική. Χερτόβαλος μ΄ Ϛ΄΄ μζ΄ Ϛ΄΄ Βριγέτιον μα΄ μζ΄ γο΄΄ Λεγίων α΄ βοηθός.

[4]    Ἄπο δὲ τοῦ ποταμοῦ πόλεις αἵδε· Σάλα λη΄ γ΄΄ μϚ΄ δ΄΄ Ποιτόβιον λζ΄ γ΄΄ με΄ Ϛ΄΄ Σαουαρία λη΄ γ΄΄ μϚ΄ γο΄΄ Ῥισπία λη΄ γο΄΄ μϚ΄ Ϛ΄΄ Οὐινουνδρία λη΄ Ϛ΄΄ με΄ γ΄΄ Βονωνία λη΄ γο΄΄ με΄ γο΄΄ Ἀνδαυτόνιον λη΄ Ϛ΄΄ με΄ Ϛ΄΄ Νοουιόδουνον λζ΄ Ϛ΄΄γ΄΄ με΄ γ΄΄ Σκαρβαντία λθ΄ Ϛ΄΄ μζ΄ Μουρσέλλα λθ΄ δ΄΄ μϚ΄ Ϛ΄΄ Λέντουλον λθ΄ Ϛ΄΄ με΄ Ϛ΄΄δ΄΄ Καρρόδουνον λθ΄ γο΄΄ μϚ΄ Σισκία λθ΄ με΄ γ΄΄ Ὀλίμακον λθ΄ γ΄΄ με΄ Ϛ΄΄ Οὐαλίνα μ΄ Ϛ΄΄ μϚ΄ Ϛ΄΄δ΄΄ Βωλέντιον μ΄ Ϛ΄΄ μϚ΄΄ Σιρότα μ΄ Ϛ΄΄ μϚ΄ Σισώπα μ΄ με΄ Ϛ΄΄δ΄΄ Οὐισόντιον μ΄ Ϛ΄΄δ΄΄ με΄ γ΄΄ ιβ΄΄ Πραιτώριον μ΄ Ϛ΄΄δ΄΄ μϚ΄ δ΄΄ Μαγνιάνα μα΄ μϚ΄

[5]    Μεταξὺ δὲ Ἰταλίας ὑπὸ τὸ Νωρικὸν καὶ Παννονίας πάλιν Ἠμῶνα λϚ΄ Ϛ΄΄ με΄ γ΄΄

[15]

Παννονίας τῆς κάτω θέσις [Εὐρώπης πίναξ ε΄.]

[1]    Ἡ κάτω Παννονία περιορίζεται ἀπὸ μὲν δύσεως Παννονίᾳ τῇ ἄνω ἀπὸ τῆς τοῦ Ἀραβῶνος ποταμοῦ ἐκτροπῆς κατὰ τοὺς εἰρημένους ὅρους· ἀπὸ δὲ μεσημβρίας μέρει τῆς Ἰλλυρίδος τῷ ἀπὸ τοῦ εἰρημένου ὁρίου μέχρι τῆς τοῦ Δανουβίου καμπῆς, καθ' ἣν ἐκτρέπεται ὁ Σάουος ποταμὸς, ἧς ἡ θέσις ἐπέχει μοίρας

   με΄ μδ΄ Ϛ΄΄ ἀπὸ δὲ ἄρκτων καὶ ἀνατολῶν τῷ μέρει τοῦ Δανουβίου ποταμοῦ τῷ ἀπὸ τῆς ἐκτροπῆς τοῦ Ἀραβῶνος ποταμοῦ μέχρι τῆς τοῦ Σαούου ποταμοῦ ἐκτροπῆς, ὃ ἔχει θέσιν τοιαύτην. Μετὰ τὸν Ἀραβῶνα ποταμὸν ἡ κατὰ Κούρταν καμπή μβ΄ μζ΄ τὸ ἀρκτικώτατον τοῦ Δανουβίου ποταμοῦ

   μβ΄ Ϛ΄΄ μη΄ τὸ κατὰ τὴν ἐκτροπὴν τοῦ πρὸς δυσμὰς ἐκτεινομένου ποταμοῦ, ὃς διὰ τῶν δύο Παννονιῶν ἐρχόμενος καὶ σχισθεὶς κατὰ Καρρόδουνον πόλιν ὡς ἐπὶ τὸ Κέτιον ὄρος κατὰ μὲν τὸ ἀρκτικώτερον μέρος καλεῖται Σαουαρίας, κατὰ δὲ τὸ μεσημβρινώτερον Δάρος

   μδ΄ γ΄ με΄ γο΄΄ ἡ κατὰ Κόρνακον ἐπιστροφὴ τοῦ Δανουβίου ποταμοῦ μδ΄ γ΄ με΄ δ΄΄ ἡ κατ' Ἀκούμινκον ἐπιστροφή

   με΄ με΄ γ΄΄ ἡ κατὰ Ῥίττιον ἐπιστροφή με΄ Ϛ΄΄ με΄ τὸ κατὰ τὴν ἐκτροπὴν Σαούου τοῦ ποταμοῦ, ὃς καὶ αὐτὸς ἐκτεινόμενος διὰ τῶν δύο Παννονιῶν συνάπτει τῷ Κετίῳ ὄρει πρότερον ἐπὶ τὰς ἄρκτους ἐπιστραφεὶς, εἶτα πρὸς δυσμάς

   με΄ μδ΄ Ϛ΄΄

[2]    Κατέχουσι δὲ ταύτην τὴν ἐπαρχίαν ἐν μὲν τοῖς δυσμικοῖς μέρεσιν Ἀμαντινοὶ ἀρκτικώτεροι, ὑφ' οὓς Ἑρκουνιάτες, εἶτα Ἀνδίζητες, εἶτα Βρεῦκοι· ἐν δὲ τοῖς ἀνατολικοῖς ἀρκτικώτατοι μὲν Ἀραυίσκοι, μεσημβρινώτεροι δὲ Σκορδίσκοι.

[3]    Πόλεις δὲ εἰσὶν ὑπὸ μὲν τὸν Δανούβιον ποταμὸν Κούρτα μβ΄ μζ΄ Σολούα μβ΄ Ϛ΄΄ μζ΄ Ϛ΄΄ Κάρπις μβ΄ Ϛ΄΄ μζ΄ Ϛ΄΄γ΄΄ Ἀκούινκον μγ΄ μζ΄ Ϛ΄΄ Σαλῖνον μγ΄ Ϛ΄΄ μζ΄ Λουσσόνιον μγ΄ Ϛ΄΄δ΄΄ μϚ΄ Ϛ΄΄δ΄ Λουγίωνον μδ΄ μϚ΄ Ϛ΄΄ Τευτοβούργιον μδ΄ δ΄΄ με΄ γο΄΄ Κόρνακον μδ΄ γ΄΄ με΄ δ΄΄ Ἀκούμινκον, λεγίων

   με΄ με΄ γ΄΄ Ῥίττιον με΄ Ϛ΄΄ με΄ Ταύρουνον με΄ μδ΄ Ϛ΄΄

[4]    Ἄπο δὲ τοῦ ποταμοῦ Βερβίς μβ΄ μϚ΄ Σερβίτιον μα΄ γ΄΄ μϚ΄ Ϛ΄΄ Ἰούβαλλον μβ΄ γ΄ μϚ΄ Κέρτισσα μβ΄ γ΄΄ με΄ γ΄΄ Μουρσέλλα μγ΄ μϚ΄ Κιβαλίς μγ΄ με΄ Ϛ΄΄ Μαρσονία μγ΄ με΄΄ Οὐακόντιον μγ΄ Ϛ΄΄ μϚ΄ Ϛ΄΄ Μουρσία κολωνία μγ΄ Ϛ΄΄ με΄ Ϛ΄΄δ΄΄ Σαλδίς μδ΄ μδ΄ γο΄΄ Βασσιάνα μδ΄ Ϛ΄΄ μδ΄ Ϛ΄΄γ΄΄ Τάρσιον μδ΄ Ϛ΄΄ μδ΄ Ϛ΄΄ιβ΄΄ Σίρμιον μδ΄ Ϛ΄΄γ΄΄ με΄

[16]

Ἰλλυρίδος ἢ Λιβουρνίας καὶ Δαλματίας θέσις. [Εὐρώπης πίναξ ε΄.]

[1]    Ἡ Ἰλλυρὶς περιορίζεται ἀπὸ μὲν ἄρκτων ταῖς δυσὶ Παννονίαις κατὰ τοὺς ἐκτεθειμένους ὅρους· ἀπὸ δὲ δύσεως τῇ Ἰστρίᾳ κατὰ γραμμὴν, ἧς τὸ μὲν πρὸς τῇ Παννονίᾳ τῇ ἄνω πέρας ἐπέχει μοίρας

   λϚ΄ Ϛ΄΄ με΄ Ϛ΄ τὸ δὲ ἐπὶ τὸν Ἀδρίαν κόλπον

   λϚ΄ Ϛ΄΄ μδ΄ Ϛ΄΄γ΄΄ ἀπὸ δὲ ἀνατολῶν Μυσίᾳ τῇ ἄνω κατὰ γραμμὴν τὴν ἀπὸ τῆς εἰρημένης ἐκτροπῆς τοῦ Σαούου ποταμοῦ μέχρι τοῦ κατὰ τὸ Σκάρδον ὄρος πέρατος, οὗ θέσις

   μζ΄ μα΄ γο΄΄ ἀπὸ δὲ μεσημβρίας μέρει τε τῆς Μακεδονίας κατὰ γραμμὴν τὴν ἀπὸ τοῦ εἰρημένου πέρατος φθάνουσαν ἐπὶ τὸν Ἀδρίαν κόλπον, ἧς πέρας

   με΄ μα΄ καὶ τῇ ἐντεῦθεν τοῦ Ἀδρίου πλευρᾷ μέχρι τοῦ εἰρημένου πρὸς τῇ Ἰστρίᾳ πέρατος. Ταύτης δὲ τῆς πλευρᾶς ἡ περιγραφὴ ἔχει οὕτως· μετὰ τὴν Ἰστρίαν τῆς Ἰταλίας ἑξῆς

[2]    Λιβουρνίας τῆς Ἰλλυρίδος παράλιος· Ἀλούωνα λϚ΄ Ϛ΄΄γ΄΄ με΄ Φλανῶνα λζ΄ μδ΄ Ϛ΄΄γ΄΄ Ταρσατικά λζ΄ γο΄΄ μδ΄ Ϛ΄΄δ΄΄ Οἰνέως ποταμοῦ ἐκβολαί

   λη΄ μδ΄ Ϛ΄΄δ΄΄ Οὐόλκερα λη΄ Ϛ΄΄ μδ΄ Ϛ΄΄δ΄΄ Σένια λθ΄ μδ΄ γο΄΄ Λόψικα λθ΄ δ΄΄ μδ΄ γο΄΄ Τηδανίου ποταμοῦ ἐκβολαί

   λθ΄ γ΄΄ μδ΄ Ϛ΄΄ Ὄρτοπλα μ΄ μδ΄ Ϛ΄΄ Οὐεγία μ΄ γ΄΄ μδ΄ Ϛ΄΄ Ἀργυροῦντον μ΄ Ϛ΄΄δ΄΄ μδ΄ Ϛ΄΄ Κορίνιον μα΄ Ϛ΄ μδ΄ Αἰνῶνα μα΄ Ϛ΄΄ μδ΄ Ἰάδερ κολωνία μβ΄ μγ΄ Ϛ΄΄δ΄΄ Τίτου ποταμοῦ ἐκβολαί μβ΄ γ΄΄ μγ΄ Ϛ΄΄ Σκαρδῶνα μβ΄ γο΄΄ μγ΄ Ϛ΄΄

[3]    Δαλματίας παράλιος Σικοῦν μγ΄ μγ΄ γ΄΄ Σαλῶναι κολωνία μγ΄ γ΄΄ μγ΄ Ϛ΄΄ Ἐπέτιον μγ΄ γο΄΄ μγ΄ Πιγούντιον μδ΄ μβ΄ Ϛ΄΄δ΄΄ Ὀναῖον μδ΄ μβ΄ Ϛ΄΄ Νάρωνος ποταμοῦ ἐκβολαί μδ΄ Ϛ΄΄ μβ΄ γ΄΄ Ἐπίδαυρος μδ΄ γο΄΄ μβ΄ γ΄΄ Ῥίσινον μδ΄ γο΄΄ μβ΄ δ΄΄ Ἀκρούιον μδ΄ Ϛ΄΄δ΄΄ μβ΄ Ῥιζονικὸς κόλπος με΄ μβ΄ Βούδουα με΄ μα΄ Ϛ΄΄δ΄΄ Οὐλκίνιον με΄ μα΄ Ϛ΄΄ Δρίλωνος ποταμοῦ ἐκβολαί με΄ μα΄ γ΄΄ Λισσός με΄ μα΄ Ϛ΄΄

[4]    Ῥεῖ δὲ ὁ Δρίλων ποταμὸς ἀπό τε τοῦ Σκάρδου ὄρους καὶ ἀπὸ τοῦ ἑτέρου ὄρους τοῦ κειμένου παρὰ μέσην τὴν ἄνω Μυσίαν, οὗ θέσις με΄ γο΄΄ μβ΄ γο΄΄ ἀφ' οὗ καὶ ἕτερος ποταμὸς Δρεῖνος ὄνομα ἐνεχθεὶς ἐμβάλλει εἰς τὸν Σάουον ποταμὸν ἀπὸ δυσμῶν Ταυρούνου πόλεως.

[5]    Κατέχουσι δὲ τὴν ἐπαρχίαν ἐχόμενοι μὲν τῆς Ἰστρίας [ἐν τῇ παραλίᾳ] Ἰάπυδες καὶ Ὑλλαῖοι καὶ Βουλιμεῖς, ὑπὲρ δὲ [τούτους κατὰ] τὴν Λιβουρνίαν δυσμικώτεροι Μαιζαῖοι, εἶτα Δερρίοπες καὶ Δέρριοι, καὶ ὑπὲρ μὲν τοὺς Δερρίοπας Δίνδαροι, ὑπὲρ οὓς Διτίωνες, ὑπὲρ δὲ τοὺς Δερρίους Κεραύνιοι· ἐντὸς δὲ τῆς Δαλματίας Δαούρσιοι, ὑφ' οὓς Μελκομένιοι καὶ Οὐαρδαῖοι· ὑπὸ δὲ τούτους Ναρήνσιοι καὶ Σαρδιῶται, καὶ ἔτι ὑπὸ τούτους Σικουλῶται καὶ Δοκλεᾶται, καὶ Πιροῦσται καὶ Σκίρτονες πρὸς τῇ Μακεδονίᾳ.

[6]    Πόλεις δὲ εἰσὶ μεσόγειοι Λιβουρνίας μὲν Τεδίαστον λθ΄ μδ΄ Ϛ΄΄γ΄΄ Ἀρουκκία λθ΄ Ϛ΄΄ μδ΄ Ϛ΄΄δ΄΄ Ἀρδώτιον μ΄ μδ΄ Ϛ΄΄γ΄΄ Στουλπί λθ΄ Ϛ΄΄ μδ΄ γο΄΄ Κουρκούμ μ΄ Ϛ΄΄ μδ΄ Ϛ΄΄ Αὐσανκαλεί μα΄ Ϛ΄΄ μδ΄ Ϛ΄΄δ΄΄ Οὐαρουαρία μα΄ Ϛ΄΄ μδ΄ Ϛ΄΄ Σαλουία μα΄ γ΄΄ μδ΄ γο΄΄ Ἄδρα μβ΄ Ϛ΄΄ μδ΄ γο΄΄ Ἀραυζῶνα μβ΄ Ϛ΄΄ μδ΄ γ΄΄ Ἀσσεσία μβ΄ δ΄΄ μδ΄ γ΄΄ Βοῦρνον μβ΄ Ϛ΄΄δ΄΄ μδ΄ γ΄΄ Σιδρῶνα μγ΄ Ϛ΄΄ μδ΄ Ϛ΄΄ Βλανῶνα μβ΄ Ϛ΄΄ μδ΄ Ὠουπορούμ μγ΄ μδ΄ Νήδινον μδ΄ Ϛ΄΄ μδ΄ δ΄΄

[7]    Δαλματίας δὲ πόλεις μεσόγειοι Ἀνδέκριον μγ΄ Ϛ΄΄ μγ΄ Ϛ΄΄ Ἄλητα μδ΄ μγ΄ Ϛ΄΄ Ἡρῶνα μδ΄ γ΄΄ μγ΄ Ϛ΄΄δ΄΄ Δελμίνιον μδ΄ γο΄΄ μγ΄ γ΄΄ Αἰκοῦον κολωνία μδ΄ Ϛ΄΄ μγ΄ γ΄΄ Σαλωνιάνα με΄ μγ΄ γ΄΄ Ναρῶνα κολωνία μδ΄ γ΄ μβ΄ Ϛ΄΄δ΄΄ Ἔνδηρον με΄ Ϛ΄΄ μβ΄ Ϛ΄΄γ΄΄ Κίννα με γο΄΄ μβ΄ Ϛ΄΄ Δόκλεα με΄ γ΄΄ μβ΄ δ΄΄ Ῥιζάνα με΄ δ΄΄ μβ΄ Σκόδρα με΄ Ϛ΄΄ μα΄ Ϛ΄΄ Θερμίδαυα μϚ΄ μα΄ Ϛ΄΄δ΄΄ Σιπαροῦντον μϚ΄ Ϛ΄΄ μβ΄ Ϛ΄΄ Ἐπικαρία με΄ Ϛ΄΄ μα΄ δ΄΄ Εἰμινάκιον μϚ΄ μα΄ γ΄΄

[8]    Νῆσοι δὲ παράκεινται τῆ μὲν Λιβουρνίᾳ Ἄψορος, ἐν ᾗ πόλεις δύο Κρέψα λϚ΄ γο΄΄ μδ΄ Ϛ΄΄ Ἄψορος λϚ΄ Ϛ΄΄γ΄΄ μδ΄ Ϛ΄΄ καὶ Κουρίκτα, ἐν ᾗ πόλεις δύο Φουλφίνιον λη΄ Ϛ΄΄ μδ΄ γ΄΄ Κούρικον λη΄ γ΄΄ μδ΄ δ΄΄ καὶ Σκαρδῶνα νῆσος, ἐν ᾗ πόλεις δύο Ἄρβα μ΄ γο΄΄ μγ΄ γο΄΄ Κόλλεντον μα΄ γο΄΄ μγ΄ Ϛ΄΄

[9]    Τῇ δὲ Δαλματίᾳ νῆσοι παράκεινται Ἴσσα καὶ πόλις μβ΄ γ΄΄ μγ΄ Τραγούριον καὶ πόλις μγ΄ μβ΄ Ϛ΄΄δ΄΄ Φαρία καὶ πόλις μγ΄ μβ΄ γ΄΄ Κόρκυρα ἡ μέλαινα μδ΄ μα΄ Ϛ΄΄δ΄΄ Μελίτη νῆσος μδ΄ Ϛ΄΄ μα΄ γ΄΄

[1]

ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ.

Τάδε ἔνεστιν ἐν τῷ τρίτῳ βιβλίῳ.

Ἔκθεσις τοῦ ἀνατολικωτέρου μέρους τῆς Εὐρώπης κατὰ τὰς ὑποκειμένας ἐπαρχίας ἢ σατραπείας.

[1] Ἰταλίαν ὅλην. Πίναξ Ϛ΄.

[2] Κύρνον νῆσον.

[3] Σαρδὼ νῆσον. Πίναξ ζ΄.

[4] Σικελίαν νῆσον.

[5] Σαρματίαν τὴν ἐν Εὐρώπῃ. Πίναξ η΄.

[6] Ταυρικὴν Χερσόνησον.

[7] Ἰάζυγας Μετανάστας. Πίναξ θ΄.

[8] Δακίαν.

[9] Μυσίαν τὴν ἄνω.

[10] Μυσίαν τὴν κάτω.

[11] Θρᾴκην καὶ Χερσόνησον.

[12] Μακεδονίαν. Πίναξ ι΄.

[13] Ἤπειρον.

[14] Ἀχαΐαν.

[15] Κρήτην νῆσον.

   Ἐπαρχίαι ιε΄.

   Πίνακες ε΄.

[1]

Ἰταλίας θέσις. [Εὐρώπης πίναξ Ϛ΄.]

[1]    Ἡ Ἰταλία περιορίζεται ἀπὸ μὲν δόσεως τοῖς τε Ἀλπείοις ὄρεσι κατὰ τὴν ἐκτεθειμένην γραμμὴν ἀπὸ τοῦ Ἀδούλα ὄρους μέχρι τῶν Οὐάρου τοῦ ποταμοῦ ἐκβολῶν, ὧν θέσις κζ΄ Ϛ΄΄ μγ΄ καὶ ἔτι τῇ παραλίῳ τοῦ Τυρρηνικοῦ πελάγους τῇ ἀπὸ Νεαπόλεως μέχρι Λευκοπέτρας ἄκρας· ἀπὸ δὲ ἄρκτων τοῖς τε ὑπὸ τὴν Ῥαιτίαν Ἀλπείοις ὄρεσι καὶ ταῖς Ποιναῖς καὶ τῇ Ὄκρᾳ, καὶ τῷ Καρουσαδίῳ ὄρει τῷ ὑπὸ τὸ Νωρικὸν, ὧν αἱ θέσεις εἴρηνται, καὶ ἔτι τῇ παραλίῳ τοῦ Ἀδρίου κόλπου τῇ ἀπὸ τοῦ Τιλαουέντου ποταμοῦ μέχρι τοῦ Γαργάνου ὄρους ἀπὸ δὲ ἀνατολῶν τῇ ἀπὸ τοῦ Γαργάνου ὄρους παραλίῳ μέχρις Ὑδροῦντος· ἀπὸ δὲ μεσημβρίας τῇ τε τοῦ Ἀδρίου παραλίῳ τῇ ἀπὸ τοῦ Τιλαουέντου ποταμοῦ μέχρι τοῦ πρὸς τὴν Ἰλλυρίδα ὁρίου, καὶ ἔτι τῇ τοῦ Λιγυστικοῦ καὶ τῇ τοῦ Τυρρηνικοῦ παραλίῳ τῇ ἀπὸ τῶν ἐκβολῶν Οὐάρου τοῦ ποταμοῦ μέχρι Νεαπόλεως, καὶ ἔτι τῇ ἀπὸ Λευκοπέτρας ἕως Ὑδροῦντος παραλίῳ.

[2]    Περιγράφεται δὲ ἡ παράλιος πᾶσα τὸν τρόπον τοῦτον· μετὰ τὰς τοῦ Οὐάρου ποταμοῦ ἐκβολὰς ἐν τῷ Λιγυστικῷ πελάγει

   Μασσαλιωτῶν Νίκαια κη΄ μγ΄ ιβ΄΄ Ἡρακλέους λιμήν κη΄ δ΄΄ μβ΄ Ϛ΄΄δ΄΄ Τρόπαια Σεβαστοῦ κη΄ Ϛ΄΄ μβ΄ Ϛ΄΄ Μονοίκου λιμὴν κη΄ γο΄΄ μβ΄ γο΄΄

[3]    Λιγουρίας, κατὰ δὲ Ἕλληνας Λιγυστικῆς, παρὰ τὸ Λιγυστικὸν πέλαγος Ἀλβιντιμίλιον κθ΄ Ϛ΄΄ μβ΄ Ϛ΄΄δ΄΄ Ἀλβίγγαυνον κθ΄ Ϛ΄΄ μβ΄ Ϛ΄΄δ΄΄ Γένουα λ΄ μβ΄ Ϛ΄΄γ΄΄ Ἐντέλλα ποταμοῦ

   ἐκβολαί λ΄ Ϛ΄΄ μβ΄ Ϛ΄΄γ΄΄ Τιγουλλία λ΄ Ϛ΄΄ιβ΄΄ μβ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Μακράλλα ποταμοῦ ἐκβολαί λα΄ Ϛ΄΄γ΄΄ μβ΄ Ϛ΄΄δ΄΄ ἐκτροπὴ Βοακίου ποταμοῦ λα΄ Ϛ΄΄ μγ΄

[4]    Τούσκων, κατὰ δὲ Ἕλληνας Τυρρηνῶν, παρὰ τὸ Τυρρηνικὸν πέλαγος Λοῦνα λβ΄ μβ΄ Ϛ΄΄δ΄΄ Σελήνης ἄκρον λβ΄ μβ΄ γο΄΄ Ἡρακλέους ἱερόν λβ΄ γο΄΄ μβ΄ Ϛ΄΄δ΄΄ Ἄρνου ποταμοῦ ἐκβολαί λγ΄ γ΄΄ μβ΄ γο΄΄ Ποπλώνιον πόλις λγ΄ Ϛ΄΄ μβ΄ Ποπλώνιον ἄκρον λγ΄ Ϛ΄΄ μβ΄ Τραϊανὸς λιμήν λδ΄ μβ΄ Ϛ΄΄ Τελαμὼν ἄκρον λδ΄ δ΄΄ μβ΄ Ὄσα ποταμοῦ ἐκβολαί λδ΄ Ϛ΄΄ μβ΄ Κόσσαι λε΄ μα΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Γραουΐσκαι λε΄ γ΄΄ μα΄ Ϛ΄΄δ΄΄ Κάστρον Νέον λε΄ γο΄΄ μα΄ γο΄΄ Πύργοι λϚ΄ μα΄ γο΄΄ Ἄλσιον λϚ΄ δ΄΄ μα΄ γο΄΄

[5]    Λατίνων ὁμοίως παρὰ τὸ Τυρρηνικὸν πέλαγος Τιβέριος ποταμοῦ ἐκβολαί λϚ΄ Ϛ΄΄ μα΄ Ϛ΄΄ ἡ πρὸς δυσμὰς ἐπιστροφὴ τοῦ ποτ. λϚ΄ Ϛ΄΄ μβ΄ Ὠστία λϚ΄ Ϛ΄΄ μα΄ Ϛ΄΄ Ἄντιον λϚ΄ Ϛ΄΄γ΄΄ μα΄ γ΄΄ Κλῶστρα λζ΄ Ϛ΄΄ μα΄ γ΄΄ Κίρκαιον ἄκρον λζ΄ Ϛ΄΄ μα΄ Ϛ΄΄ Ταρρακῖναι λζ΄ Ϛ΄΄δ΄΄ μα΄ δ΄΄ Φορμίαι λη΄ Ϛ΄΄ μα΄ δ΄΄

[6]    Καμπανῶν ὁμοίως παρὰ τὸ Τυρρηνικὸν πέλαγος Λίριος ποταμοῦ ἐκβολαί λη΄ γ΄΄ μα΄ δ΄΄ Σινόεσσα λη΄ Ϛ΄΄ μα΄ γ΄΄ Οὐόλτουρνον λη΄ Ϛ΄΄δ΄΄ μα΄ ιβ΄΄ Λίτερνον λθ΄ Ϛ΄΄ μα΄ Ϛ΄΄ Κοῦμαι λθ΄ γ΄΄ μα΄ Ϛ΄΄ Μισηνοί λθ΄ Ϛ΄΄ μα΄ Πουτέολοι λθ΄ Ϛ΄΄γ΄΄ μα΄ Νεάπολις μ΄ μ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄

[7]    Πικεντίνων ὁμοίως παρὰ τὸ Τυρρηνικὸν πέλαγος Σάρνου ποταμοῦ ἐκβολαί μ΄ ιβ΄΄ μ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Σούρρεντον μ΄ μ΄ γο΄΄ Σάλερνον μ΄ μ΄ Ϛ΄΄

[8]    Λουκανῶν ὁμοίως παρὰ τὸ Τυρρηνικὸν πέλαγος Σιλάρου ποταμοῦ ἐκβολαί μ΄ ιβ΄΄ μ΄ δ΄΄ Παῖστον μ΄ Ϛ΄΄ μ΄ Οὐελίαι μ΄ γ΄΄ λθ΄ Ϛ΄΄δ΄΄ Βούξεντον μ΄ λθ΄ Ϛ΄΄

[9]    Βρουττίων ὁμοίως παρὰ τὸ Τυρρηνικὸν πέλαγος Λάου ποταμοῦ ἐκβολαί μ΄ λθ΄ δ΄΄ Τέμψα πόλις μ΄ λθ΄ Ταυριανὸς σκόπελος μ΄ Ϛ΄΄ λη΄ Ϛ΄΄δ΄΄ Ἱππωνιάτης κόλπος μ΄ γ΄΄ λη΄ Ϛ΄΄δ΄΄ Σκύλλαιον ἄκρον λθ΄ Ϛ΄΄γ΄΄ λη΄ γ΄΄ Ῥήγιον Ἰούλιον λθ΄ Ϛ΄΄γ΄΄ λη΄ δ΄΄ Λευκοπέτρα ἄκρα λθ΄ Ϛ΄΄γ΄΄ λη΄

[10]    Μεγάλης Ἑλλάδος παρὰ τὸ Ἀδριατικὸν πέλαγος Ζεφύριον ἄκρον μ΄ Ϛ΄΄δ΄΄ λη΄ ιβ΄΄ Λοκροὶ πόλις μ΄ Ϛ΄΄γ΄΄ λη΄ γ΄΄ ιβ΄΄ Λοκάνου ποταμοῦ ἐκβολαί μ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ λη΄ Ϛ΄΄ιβ΄΄

   ἐν δὲ τῷ κατὰ Σκυλάκιον κόλπῳ πόλις Σκυλάκιον μ΄ Ϛ΄΄δ΄΄ λη΄ γο΄΄ ὁ μυχὸς τοῦ Σκυλακίου κόλπου μ΄ Ϛ΄΄δ΄΄ λη΄ Ϛ΄΄δ΄΄ Λακίνιον ἄκρον μα΄ Ϛ΄΄ λη΄ Ϛ΄΄δ΄΄

   ἐν δὲ τῷ Ταραντίνῳ κόλπῳ Κρότων πόλις μα΄ Ϛ΄΄ λθ΄ Ϛ΄΄ Θούριον μ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ λθ΄ Ϛ΄΄ Μεταπόντιον μ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ λθ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Τάρας μα΄ Ϛ΄΄ μ΄

[11]    Σαλεντίνων Ἰαπυγία ἄκρα ἡ καὶ Σαλεντίνη μβ΄ γ΄΄ λη΄ Ϛ΄΄δ΄΄

[12]    Καλαβρίας δὲ παρὰ τὸ Ἰόνιον πέλαγος Ὑδροῦς μγ΄ λθ΄ ιβ΄΄ Λουππίαι μβ΄ γο΄΄ λθ΄ δ΄΄ Βρενδέσιον μβ΄ Ϛ΄΄ λθ΄ γο΄΄

[13]    Ἀπουλῶν Πευκετίων ἐν Ἰονίῳ πελάγει Ἐγνατία μβ΄ Ϛ΄΄ λθ΄ Ϛ΄΄γ΄΄ Βάριον μβ΄ Ϛ΄΄ μ΄ ιβ΄΄ Αὐφιδίου ποταμοῦ ἐκβολαί μβ΄ Ϛ΄΄ μ΄ δ΄΄

[14]    Ἀπουλῶν Δαυνίων ἐν Ἰονίῳ πελάγει Σαλαπίαι μβ΄ γ΄΄ μ΄ γ΄΄ Σιποῦς μβ΄ γ΄΄ μ΄ Ϛ΄΄ Ἀπενέσται μβ΄ γ΄΄ μ΄ Ϛ΄΄δ΄΄ Γάργανον ὄρος μβ΄ γο΄΄ μα΄

   καὶ παρὰ τὸν Ἀδρίαν κόλπον Ὕριον μβ΄ Ϛ΄΄ μα΄ δ΄΄

[15]    Φρεντανῶν ὁμοίως Τιφέρνου ποταμοῦ ἐκβολαί μβ΄ μα΄ Ϛ΄΄ Βοῦκα μα΄ γο΄΄ μα΄ γο΄΄ Ἰστόνιον μα΄ Ϛ΄΄ μα΄ Ϛ΄΄δ΄΄

[16]    Παιλιγνῶν ὁμοίως Σάρου ποταμοῦ ἐκβολαί μα΄ γ΄΄ μβ΄ Ὄρτων μ΄ Ϛ΄΄δ΄΄ μβ΄ δ΄΄

[17]    Μαρρουκίνων ὁμοίως Ἀτέρνου ποταμοῦ ἐκβολαί μ΄ Ϛ΄΄ μβ΄ Ϛ΄΄ Ματρίνου ποταμοῦ ἐκβολαί λθ΄ γ΄΄ μβ΄ Ϛ΄΄δ΄΄

[18]    Πικηνῶν ὁμοίως Κάστρον λη΄ Ϛ΄΄ μγ΄ Κοῦπρα Μαρίτιμα λη΄ μγ΄ Ϛ΄΄ Τρουεντίνου ποταμοῦ ἐκβολαί λζ΄ γο΄΄ μγ΄ γ΄΄ Ποτεντία λζ΄ δ΄΄ μγ΄ Ϛ΄΄ Νουμάνα λϚ΄ Ϛ΄΄γ΄΄ μγ΄ γο΄΄ Ἀγκών λϚ΄ Ϛ΄΄ μγ΄ γο΄΄

[19]    Σεμνόνων ὁμοίως Ἀσίου ποταμοῦ ἐκβολαί λϚ΄ γ΄΄ μγ΄ γο΄΄ Σήνα Γάλλικα λϚ΄ μγ΄ γο΄΄ Φᾶνον Φορτοῦναι λε΄ γο΄΄ μγ΄ Ϛ΄΄δ΄΄ Πισαῦρον λε΄ γ΄΄ μγ΄ Ϛ΄΄δ΄΄ Ἀρίμινον λε΄ μγ΄ Ϛ΄΄γ΄΄

[20]    Βοιῶν Γάλλων ὁμοίως Ῥουβίκωνος ποταμοῦ ἐκβολαί λδ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ μγ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Ῥαουέννα λδ΄ γο΄΄ μδ΄ Πάδου ποταμοῦ ἐκβολαί λδ Ϛ΄΄δ΄΄ μδ΄ ἡ κατὰ τὴν Λάριον λίμνην κεφαλὴ τοῦ ποταμοῦ κθ΄ γ΄΄ μδ΄ Ϛ΄΄δ΄΄ ἡ συμβολὴ, καθ' ἣν συμβάλλει τῷ Δορίᾳ ποταμῷ λ΄ γο΄΄ μγ΄ Ϛ΄΄δ΄΄ ἡ κεφαλὴ τοῦ Δορία ποταμοῦ ἡ κατὰ τὴν Ποινίναν λίμνην κη΄ Ϛ΄΄δ΄΄ μγ΄ Ϛ΄΄δ΄΄ καθ' ὃ ἐκτρέπεται ἐπὶ τὴν Βαίνακον λίμνην λα΄ Ϛ΄΄δ΄ μγ΄ Ϛ΄΄ αὐτῆς τῆς λίμνης θέσις λ΄ Ϛ΄΄ με΄ Μετὰ δὲ τὰς ἐκβολὰς τοῦ Πάδου ποταμοῦ

[21]    Οὐενεπίας ὁμοίως Ἀτριανοῦ ποταμοῦ ἐκβολαί λδ΄ μδ΄ Ϛ΄΄

[22]    Καρνῶν ὁμοίως ἐν τῇ ἐπιστροφῇ τοῦ Ἀδρίου κόλπου ὁ μυχὸς τοῦ κόλπου, ἐν ᾧ εἰσὶ Τιλαουέντου ποταμοῦ ἐκβολαί λγ΄ μδ΄ Ϛ΄΄γ΄΄ Νατίσωνος ποταμοῦ ἐκβολαί λδ΄ μδ΄ Ϛ΄΄γ΄΄

[23]    Ἰστρίας ὁμοίως μετὰ τὴν ἐπιστροφὴν τοῦ μυχοῦ τοῦ κόλπου τοῦ Ἀδρίου Τέργεστρον κολωνία λδ΄ Ϛ΄΄ μδ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Φορμίωνος ποταμοῦ ἐκβολαί λε΄ μδ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Παρέντιον λε΄ γ΄΄ μδ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Πόλα λϚ΄ μδ΄ γο΄΄ Νέσακτον λϚ΄ δ΄΄ μδ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄

[24]    Πόλεις δὲ εἰσὶ μεσόγειοι τῆς μὲν Ἰστρίας Πούκινον λδ΄ Ϛ΄΄δ΄΄ με΄ Πικούεντον λε΄ Ϛ΄΄ με΄ ιβ΄΄ Ἀλοῦον λϚ΄ με΄

[25]    Τῶν δὲ Καρνῶν μεσόγειοι Φόρος Ἰούλιος κολωνία λβ΄ Ϛ΄΄γ΄΄ μδ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Κονκορδία κολωνία λγ΄ δ΄΄ μδ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Ἀκουληΐα κολωνία λδ΄ με΄

[26]    Τῆς δὲ Οὐενετίας μεσόγειοι Οὐικεντία λβ΄ Ϛ΄΄ μδ΄ Ϛ΄΄ Βελοῦνον λβ΄ Ϛ΄΄ μδ΄ γο΄΄ Ἄκελον λβ΄ Ϛ΄΄ μδ΄ Ϛ΄΄ Ὀπιτέργιον λβ΄ γο΄΄ μδ΄ Ϛ΄΄δ΄΄ Ἀτέστε λβ΄ γο΄΄ μδ΄ δ΄΄ Παταύιον λβ΄ Ϛ΄΄γ΄΄ μδ΄ Ϛ΄΄ Ἄλτινον λγ΄ δ΄΄ μδ΄ γ΄΄ ιβ΄΄ Ἀτρία λγ΄ Ϛ΄΄ μδ΄ ιβ΄΄

[27]    Κενομανῶν, οἳ εἰσὶν ὑπὸ τὴν Οὐενετίαν, Βέργομον λβ΄ μδ΄ γ΄΄ Φόρος Ἱουτούντων λα΄ Ϛ΄΄δ΄΄ μδ΄ Βριξία λβ΄ Ϛ΄΄ μδ΄ Ϛ΄΄ Κρεμωνία κολωνία λβ΄ μγ΄ γο΄΄ Οὐήρωνα λγ΄ μδ΄ Μάντουα λβ΄ Ϛ΄΄δ΄΄ μγ΄ γο΄΄ Τριδέντε λγ΄ γο΄΄ μγ΄ Ϛ΄΄δ΄΄ Βούτριον λδ΄ μγ΄ Ϛ΄΄γ΄΄

[28] Βελουνῶν, οἳ εἰσὶν ἀπὸ δύσεως Οὐενετίας, Οὐαυνία λα΄ μδ΄ γο΄΄ Κάρρακα λα΄ γ΄΄ μδ΄ γο΄΄ Βρέτινα λα΄ γο΄΄ μδ΄ Ϛ΄΄δ΄΄ Ἀναύνιον λα΄ Ϛ΄΄ μδ΄ Ϛ΄΄

[29]    Ἰνσούβρων, οἳ εἰσὶν ἀπὸ δύσεως Κενομανῶν, Νουαρία λ΄ Ϛ΄΄ μδ΄ Ϛ΄΄ Μεδιολάνιον λ΄ γο΄΄ μδ΄ δ΄΄ Κῶμον λα΄ μδ΄ γ΄΄ Τίκινον λα΄ μδ΄

[30]    Σαλασσίων, οἳ εἰσὶν ὑπὸ Ἰνσούβρους, Αὐγούστα Πραιτωρία, κολωνία λ΄ μδ΄ Ἐπορεδία λ΄ δ΄΄ μγ΄ Ϛ΄΄γ΄΄

[31]    Ταυρινῶν, οἳ εἰσὶν ὑπὸ τοὺς Σαλασσίους, Αὐγούστα Ταυρινῶν λ΄ Ϛ΄΄ μγ΄ γο΄΄ Αὐγούστα Βαγιεννῶν κθ΄ Ϛ΄΄ μγ΄ γ΄΄ Ἴρια λ΄ μγ΄ γ΄΄ Δερτῶνα λ΄ Ϛ΄΄ μγ΄ γ΄΄

[32]    Λιβικῶν οἳ εἰσὶν ὑπὸ τοὺς Ἰνσούβρους Οὐερκέλλαι λ΄ Ϛ΄΄δ΄΄ μγ΄ Ϛ΄΄γ΄΄ Λαύμελλον λα΄ Ϛ΄΄ μγ΄ γο΄΄

[33]    Κευτρώνων ἐν Γραίαις Ἄλπεσι Φόρος Κλαυδίου κθ΄ μδ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Ἄξιμα κθ΄ Ϛ΄΄δ΄΄ μδ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄

[34]    Ληποντίων ἐν Κοττίαις Ἄλπεσιν Ὄσκελα κθ΄ μδ΄ γο΄΄

[35]    Κατουρίγων ἐν Γραίαις Ἄλπεσιν Ἐβουρόδουνον κθ΄ γο΄΄ μδ΄ Ϛ΄΄

[36]    Σεγουσιανῶν ἐν Γραίαις Ἄλπεσι Σεγούσιον κη΄ Ϛ΄΄ μγ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Βριγάντιον κθ΄ μδ΄ ιβ΄΄

[37]    Νερουσίων ἐν Παραλίοις Ἄλπεσιν Οὐίντιον κη΄ Ϛ΄΄ μγ΄ γο΄΄

[38]    Σουητρίων ἐν Παραλίοις Ἄλπεσι Σαλῖναι κη΄ Ϛ΄΄ μγ΄ γ΄΄

[39]    Οὐεδιαντίων ἐν Παραλίοις Ἄλπεσι Κεμενέλεον κη΄ Ϛ΄΄ μγ΄ ιβ΄΄ Σανίτιον κη΄ Ϛ΄΄ μβ΄ Ϛ΄΄γ΄΄

[40]    Τὰ δὲ Ἀπέννινα ὄρη ὑπέρκειται μικρὸν τῆς Λιγουρίας, ἀρχόμενα ἀπὸ τῶν Ἄλπεων, καὶ μετὰ ταύτην ἐπεκταθέντα ἄχρι Ἀγκῶνος, ἐκεῖθέν τε ἐπιστραφέντα καὶ μᾶλλον τῷ Ἀδρίᾳ συνεγγίζοντα φέρεται μέχρι τοῦ Γαργάνου ὄρους· εἶτα ἐντεῦθεν ἐπιστραφέντα πρὸς μεσημβρίαν τελευτᾷ ἐπὶ τὴν Λευκοπέτραν.

[41]    Ἡ μὲν οὖν Λιγουρία ὑποκειμένη τοῖς Ἀπεννίνοις ὄρεσιν ἔχει μεσογείους πόλεις Σάβατα κθ΄ γ΄΄ μγ΄ Πολλεντίαν κθ΄ γο΄΄ μγ΄ Ἄσταν κολωνίαν λ΄ γ΄΄ μγ΄ ιβ΄΄ Ἄλβαν Πομπηΐαν λ΄ γο΄΄ μγ΄ Ϛ΄΄ Λιβάρναν λα΄ μγ΄ Ϛ΄΄

[42]    Ἡ δὲ Γαλλία ἡ Τογάτα ὑπέρκειταί τε αὐτῶν τῶν ὀρέων μέχρι Ῥαουέννης ἐκτεινομένη, καὶ ἔχει πόλεις τάσδε· Πλακεντίαν λα΄ γ΄΄ μγ΄ Ϛ΄΄ Φιδεντίαν λα΄ γο΄΄ μγ΄ Ϛ΄΄ Βρίξελλον λβ΄ μγ΄ γ΄΄ Πάρμαν λβ΄ μγ΄ Ϛ΄΄ Ῥήγιον Λεπίδιον κολωνίαν λβ΄ Ϛ΄΄ μγ΄ Ϛ΄΄ Νουκερίαν λβ΄ Ϛ΄΄ μγ΄ γ΄΄ Τάνητον λγ΄ γ΄΄ μγ΄ γο΄΄ Μούτιναν λγ΄ μγ΄ γο Βονωνίαν λγ΄ Ϛ΄΄ μγ΄ Ϛ΄΄ Κλάτερνα λγ΄ Ϛ΄΄γ΄΄ μγ΄ Ϛ΄΄ Φόρον Κορνηλίου λδ΄ δ΄΄ μγ΄ Ϛ΄΄ Καίσηναν λδ΄ γο΄΄ μγ΄ γο΄΄ Φαουεντίαν λδ΄ γ΄΄ μγ΄ Ϛ΄΄δ΄΄

[43]    Τούσκων μεσόγειοι Βιράκελλον λα΄ Ϛ΄΄δ΄΄ μγ΄ Ϛ΄΄ Φόσσαι Παπιριάναι λβ΄ μβ΄ Ϛ΄΄γ΄΄ Βονδελία λβ΄ Ϛ΄΄ μβ΄ Ϛ΄΄γ΄΄ Λοῦκα λγ΄ μγ΄ Ϛ΄΄ Λοῦκος Φηρωνίας κολωνία λβ΄ γ΄΄ ιβ΄΄ μβ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Πιστωρία λγ΄ γ΄΄ μγ΄ Φλωρεντία λγ΄ Ϛ΄΄γ΄΄ μγ΄ Πῖσαι κολωνία λγ΄ Ϛ΄΄ μβ΄ Ϛ΄΄δ΄΄ Οὐολατέρραι λγ΄ Ϛ΄΄δ΄΄ μβ΄ γο΄΄ Ῥουσέλλαι λγ΄ Ϛ΄΄ μβ΄ γ΄΄ Φαίσουλαι λδ΄ μγ΄ Περουσία λε΄ γ΄΄ μβ΄ Ϛ΄΄ Ἀρρήτιον λδ΄ γο΄΄ μβ΄ Ϛ΄΄δ΄΄ Κόρτωνα λε΄ μβ΄ γο΄΄ Ἀκουληία λδ΄ γο΄΄ μγ΄ Βιτουργία λε΄ μβ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Μανλιάνα λδ΄ Ϛ΄΄ μβ΄ γο΄΄ Οὐετουλώνιον λδ΄ μβ΄ Ϛ΄΄ Σαίνα λδ΄ γ΄΄ μβ΄ Ϛ΄΄ Σουάνα λδ΄ Ϛ΄΄γ΄΄ μβ΄ γ΄΄ ιβ΄΄ Σατουρνιάνα κολωνία λδ΄ μβ΄ γ΄΄ Ἤβα λδ΄ Ϛ΄΄ μβ΄ δ΄΄ Οὐόλκοι λδ΄ γο΄΄ μβ΄ Ϛ΄΄ Κλούσιον λδ΄ γο΄΄ μβ΄ γ΄΄ Οὐολσίνιον λε΄ μβ΄ γ΄΄ Σούδερνον λε΄ Ϛ΄΄ μβ΄ ιβ΄΄ Φερεντία λε΄ Ϛ΄΄ μβ΄ γ΄΄ Σούτριον λϚ΄ μβ΄ Ϛ΄΄ Ταρκουίναι λε΄ δ΄΄ μβ΄ Βλήρα λε΄ γο΄΄ μα΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Φόρος Κλωδίου λε΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ μα΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Νέπετα λϚ΄ μα΄ Ϛ΄΄γ΄΄ Φαλέριον λϚ΄ Ϛ΄΄ μα΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Καῖρε λϚ΄ γ΄΄ μα΄ Ϛ΄΄γ΄΄

[44]    Σεμνόνων μεσόγειοι Σούασα λε΄ Ϛ΄΄ μγ΄ γο΄΄ Ὄστρα λϚ΄ μγ΄ Ϛ΄΄

[45]    Πικηνῶν μεσόγειοι Τραΐανα λϚ΄ Ϛ΄΄ μγ΄ γ΄΄ ιβ΄΄ Οὐρβασαλουΐα λϚ΄ Ϛ΄΄γ΄ ιβ΄΄ μγ΄ γ΄΄ Σεπτέμπεδα λϚ΄ Ϛ΄΄γ΄΄ μγ΄ Ϛ΄΄ Κούπρα Μοντάνα λζ΄ Ϛ΄΄ μγ΄ Ϛ΄΄ Φίρμιον λζ΄ Ϛ΄΄ μβ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Ἄσκουλον λη΄ γ΄΄ μβ΄ Ϛ΄΄γ΄΄ Ἀδρία λη΄ Ϛ΄΄δ΄΄ μβ΄ Ϛ΄΄γ΄΄

[46]    Ὄμβρων πόλεις, οἳ εἰσὶν ὑπὲρ τοὺς Τούσκους, Πίτινον λδ΄ γο΄΄ μγ΄ δ΄΄ Τίφερνον λδ΄ γο΄΄ μγ΄ γ΄΄ ιβ΄΄ Φόρος Σεμπρω   νίου λδ΄ Ϛ΄΄γ΄΄ μγ΄ Ϛ΄΄ Ἰγούιον λε΄ μγ΄ ιβ΄΄ Αἶσις λε΄ γ΄΄ μγ΄ γ΄΄ Τούφικον λε΄ Ϛ΄΄ μγ΄ ιβ΄΄ Σέντινον λϚ΄ Ϛ΄΄ μβ΄ Ϛ΄΄γ΄΄ Αἰσίσιον λε΄ γ΄΄ μβ΄ Ϛ΄΄δ΄΄ Καμέρινον λϚ΄ μγ΄ Νουκερία κολωνία λε΄ Ϛ΄΄γ΄΄ μβ΄ γο΄΄

[47]    Ὄμβρων, οἵ εἰσιν ἀνατολικώτεροι Τούσκων Ἄρνα λε΄ Ϛ΄΄ μβ΄ γο΄΄ Ἵσπελλον λε΄ γο΄΄ μβ΄ Ϛ΄΄ Τοῦδερ λε΄ Ϛ΄΄γ΄΄ μβ΄ γ΄΄ Φόρος Φλαμινίου λϚ΄ μβ΄ γο΄΄ Σπωλήτιον λϚ΄ γ΄΄ μβ΄ Ϛ΄΄δ΄΄ Μηουανία λϚ΄ δ΄΄ μβ΄ Ϛ΄΄ Ἀμερία λϚ΄ Ϛ΄΄ μβ΄ δ΄΄ Ναρνία λϚ΄ Ϛ΄΄ μβ΄ Ϛ΄΄ Ὀκρίκολον λϚ΄ Ϛ΄΄δ΄΄ μβ΄ Ϛ΄΄

[48]    Σαβίνων πόλις, οἵ εἰσιν ἀνατολικώτεροι Ὄμβρων, Νουρσία λϚ΄ Ϛ΄΄δ΄΄ μβ΄ Ϛ΄΄γ΄΄

[49]    Αἰκουικλῶν, οἵ εἰσιν ἀνατολικώτεροι Σαβίνων, Κλίτερνον λζ΄ Ϛ΄΄ μβ΄ γο΄΄ Καρσίολοι λζ΄ γ΄΄ μβ΄ γ΄΄

[50]    Μαρσῶν, οἵ εἰσιν ἀνατολικώτεροι Αἰκουικλῶν, Αἴξ λζ΄ γο΄΄ μβ΄ Ϛ΄΄ Ἄλβα Φουκινίς λη΄ μβ΄ γ΄΄

[51]    Πραιτουτίων, οἵ εἰσιν ἀνατολικώτεροι Μαρσῶν, Βέρεγρα λη΄ Ϛ΄΄ μβ΄ Ϛ΄΄ Ἰντεραμνία λη΄ γ΄΄ μβ΄ γ΄

[52]    Οὐεστίνων, οἵ εἰσιν ἀνατολικώτεροι Πραιτουτίων, Πίννα λθ΄ μβ΄ γο΄΄ Ἀουία λθ΄ μβ΄ γ΄΄ ιβ΄΄ Ἀμίτερνον λθ΄ μβ΄ δ΄΄ Ἄνγουλος λθ΄ Ϛ΄΄ μβ΄ Ϛ΄΄

[53]    Μαρρουκίνων μεσόγειος Τεατέα λθ΄ Ϛ΄΄δ΄΄ μβ΄ Ϛ΄΄

[54]    Λατίνων μεσόγειοι Ἄστυ Ῥώμη λϚ΄ γο΄΄ μα΄ γο΄΄ Τιβούρ λϚ΄ Ϛ΄΄γ΄΄ μβ΄ Πραίνεστον λζ΄ Ϛ΄΄ μα΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Τούσκουλον λϚ΄ Ϛ΄΄γ΄΄ μα΄ Ϛ΄΄δ΄΄ Ἀρικία λζ΄ μα΄ γο΄΄ Ἀρδέα λϚ΄ Ϛ΄΄δ΄΄ μα΄ Ϛ΄΄ Νώμεντον λζ΄ Ϛ΄΄ μβ΄ ιβ΄΄ Τρήβα λζ΄ Ϛ΄΄ μα΄ Ϛ΄΄δ΄΄ Ἀναγνία λζ΄ γ΄΄ μα΄ γο΄΄ Οὐέλιτρον λζ΄ Ϛ΄΄ μα΄ Ϛ΄΄ Λανούβιον λζ΄ δ΄΄ μα΄ γ΄΄ ιβ΄΄ Ἀτίνα λη΄ δ΄΄ μβ΄ Φιδῆναι λη΄ μα΄ Ϛ΄΄γ΄ ιβ΄΄ Φρουσινών λζ΄ Ϛ΄΄γ΄΄ μα΄ Ϛ΄΄δ΄΄ Φερέντινον λη΄ μα΄ γο΄΄ Πριούερνον λζ΄ Ϛ΄΄δ΄΄ μα΄ Ϛ΄΄ιβ΄΄ Σητία λη΄ μα΄ Ϛ΄΄ Ἀκούινον λη΄ Ϛ΄΄ μα΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Σώρα λη΄ γ΄΄ μα΄ γο΄΄ Μιντοῦρναι κολωνία λη΄ γ΄΄ μα΄ γ΄΄ ιβ΄΄ Φοῦνδοι λη΄ Ϛ΄΄ μα΄ Ϛ΄΄

[55]    Παιλιγνῶν μεσόγειοι Κορφίνιον μα΄ μβ΄ γ΄΄ Σουλμών μα΄ Ϛ΄΄ μβ΄

[56]    Φρεντανῶν μεσόγειοι Ἄγξανον μα΄ Ϛ΄΄ μα΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Λάρινον μα΄ Ϛ΄΄ μα΄ Ϛ΄΄

[57]    Καρακηνῶν, οἳ εἰσὶν ὑπὸ τοὺς Φρεντανούς, Αὐφιδήνα μ΄ γο΄΄ μα΄ Ϛ΄΄δ΄΄

[58]    Σαμνιτῶν πόλεις, οἳ εἰσὶν ὑπὸ τοὺς Παιλιγνοὺς καὶ τοὺς Καρακηνούς, Βουίανον λθ΄ ιβ΄΄ μβ΄ Αἰσερνία λθ΄ μα΄ γο΄΄ Σαίπινον λθ΄ Ϛ΄΄ μα΄ Ϛ΄΄γ΄΄ Ἄλλιφα μ΄ μα΄ Ϛ΄΄δ΄΄ Τούτικον μ΄ Ϛ΄΄ μα΄ γο΄΄ Τελεσία μ΄ Ϛ΄΄ μα΄ γ΄΄ Βενεούεντον μα΄ μα΄ γ΄΄ Καύδιον μα΄ γ΄΄ μα΄ ιβ΄΄

[59]    Καμπανῶν μεσόγειοι Οὐέναφρον λη΄ γο΄΄ μα΄ γο΄΄ Τέανον λθ΄ μα΄ Ϛ΄΄ Σούεσσα λη΄ γο΄΄ μα΄ γ΄΄ ιβ΄΄ Κάλης λθ΄ γ΄΄ μα΄ Ϛ΄΄ Κασίλινον λθ΄ δ΄΄ μα΄ γ΄΄ Τρήβουλα λθ΄ Ϛ΄΄ιβ΄ μα΄ Ϛ΄΄ Φόρος Ποπιλίου λθ΄ Ϛ΄΄δ΄΄ μα΄ δ΄΄ Καπύη μ΄ μα΄ Ϛ΄΄ Ἀβέλλα μ΄ γ΄΄ μα΄ Ϛ΄΄ Ἀτέλλα μ΄ Ϛ΄΄ μα΄ ιβ΄΄

[60]    Πικεντίνων μεσόγειοι Νῶλα μ΄ δ΄΄ μ΄ Ϛ΄΄δ΄΄ Νουκερία κολωνία μ΄ Ϛ΄΄ μ΄ γο΄΄

[61]    Λουκανῶν μεσόγειοι Οὖλκοι μ΄ γο΄΄ μ΄ Ϛ΄΄ Κῶμψα μ΄ Ϛ΄΄ μ΄ γ΄΄ Ποτεντία μ΄ γο΄΄ μ΄ δ΄΄ Βλάνδα μ΄ γ΄΄ μ΄ Ϛ΄΄ Γρούμεντον μ΄ Ϛ΄΄ιβ΄΄ λθ΄ Ϛ΄΄δ΄΄

[62]    Ἰρπίνων πόλεις, οἵ εἰσιν ἀνατολικώτεροι Πικεντίνων καὶ Λουκανῶν, Ἀκουιλωνία μα΄ μα΄ ιβ΄΄ Ἀβέλλινον μ΄ Ϛ΄΄γ΄΄ μ΄ Ϛ΄΄δ΄΄ Αἰκούλανον μα΄ γ΄΄ μ΄ Ϛ΄΄δ΄΄ Φρατούολον μα΄ μ΄ γ΄΄

[63]    Ἀπουλῶν Δαυνίων μεσόγειοι Τέανον μα΄ γο΄΄ μα΄ γ΄΄ ιβ΄΄ Νουκερία Ἀπουλῶν μα΄ Ϛ΄΄ μα΄ Οὐιβάρνα μβ΄ μα΄ Ἄρποι μα΄ γο΄΄ μα΄ δ΄΄ Ἐρδωνία μα΄ γο΄΄ μ΄ γο΄΄ Κανύσιον μβ΄ ιβ΄΄ μ΄ Ϛ΄΄

[64]    Ἀπουλῶν Πευκετίων μεσόγειοι Οὐενουσία μα΄ γο΄΄ μ΄ γ΄΄ ιβ΄΄ Καιλία μβ΄ Ϛ΄΄ μ΄

[65]    Βρουττίων μεσόγειοι Νουμίστρων μ΄ γ΄΄ λθ΄ Ϛ΄΄ Κωνσεντία μ΄ γο΄΄ λθ΄ Ϛ΄΄ Οὐίβων Οὐαλεντία μ΄ δ΄΄ λη΄ Ϛ΄΄γ΄΄ ιβ΄΄

[66]    Μεγάλης Ἑλλάδος μεσόγειοι Πετηλία μ΄ Ϛ΄΄δ΄΄ λθ΄ Ἄβρυστον μ΄ Ϛ΄΄δ΄΄ λθ΄ γ΄΄ ιβ΄΄

[67]    Σαλεντίνων μεσόγειοι Ῥουδία μα΄ Ϛ΄΄γ΄΄ λθ΄ Ϛ΄΄δ΄΄ Νήρητον μβ΄ λθ΄ Ϛ΄΄ιβ΄΄ Ἀλήτιον μβ΄ λθ΄ γ΄΄ Βαῦστα μβ΄ δ΄΄ λθ΄ δ΄΄ Οὔξεντον μβ΄ λθ΄ Ϛ΄΄ Οὐέρητον μβ΄ γ΄΄ λθ΄

[68]    Καλαβρίας μεσόγειοι Στοῦρνοι μβ΄ Ϛ΄΄ λθ΄ γ΄΄ Οὔρητον μβ΄ Ϛ΄΄ λθ΄ Ϛ΄΄

[69]    Νῆσοι δὲ παράκεινται τῇ Ἰταλίᾳ ἐν μὲν τῷ Λιγυστικῷ πελάγει Αἰθάλη νῆσος λ΄ γο΄΄ μβ΄ Καπραρία νῆσος λβ΄ μβ΄ Ἰλούα νῆσος λγ΄ μβ΄

   Ἐν δὲ τῷ Τυρρηνικῷ πελάγει νῆσοι εἰσὶν αἵδε Πλανασία νῆσος λδ΄ μα΄ Ποντία νῆσος λζ΄ γ΄΄ μ΄ Ϛ΄΄δ΄΄ Πανδατωρία νῆσος λζ΄ Ϛ΄΄γ΄΄ μ΄ Ϛ΄΄δ΄΄ Παρθενόπη νῆσος λη΄ γ΄΄ μ΄ Ϛ΄΄δ΄΄ Προχύτη νῆσος λη΄ Ϛ΄΄δ΄ μ΄ γο΄΄ Πιθηκοῦσσα νῆσος λθ΄ γ΄΄ μ Ϛ΄΄ Καπρέα νῆσος λθ΄ γ΄΄ μ΄ Ϛ΄΄ Σειρηνοῦσσαι νῆσοι λθ΄ Ϛ΄΄ λθ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄

   Ἐν δὲ τῷ Ἰονίῳ πελάγει αἱ καλούμεναι Διομήδειαι νῆσοι ε΄, ὧν θέσις μγ΄ γο΄΄ μ΄ γ΄΄

[2]

Κύρνου νήσου θέσις. [Εὐρώπης πίναξ Ϛ΄.]

   Ἡ Κύρνος νῆσος ἡ καὶ Κόρσικα καλουμένη περιέχεται ἀπὸ μὲν δύσεως καὶ ἄρκτων ὑπὸ τοῦ Λιγυστικοῦ πελάγους, ἀπὸ δὲ ἀνατολῶν ὑπὸ τοῦ Τυρρηνικοῦ πελάγους, ἀπὸ δὲ μεσημβρίας ὑπὸ τοῦ μεταξὺ αὐτῆς τε καὶ τῆς Σαρδοῦς νήσου.

[2]    Καὶ ἡ μὲν παράλιος αὐτῆς περιγραφὴν ἔχει τοιαύτην· ἀπὸ τοῦ μέσου τῆς βορείας πλευρᾶς Οὐολερίου ποταμοῦ ἐκβολαί λ΄ γο΄΄ μα΄ Καισίας αἰγιαλὸς λ΄ Ϛ΄΄ μα΄ Ϛ΄΄ Τίλοξ ἄκρον λ΄ μα΄ Ϛ΄΄

[3]    Δυτικῆς πλευρᾶς περιγραφή Ἀττίου ἄκρον λ΄ μα΄ Ϛ΄΄ Κάσαλος κόλπος λ΄ δ΄΄ μ΄ γ΄΄ ιβ΄΄ Οὐιρίβαλλον ἄκρον λ΄ Ϛ΄΄ μ΄ Ϛ΄΄ Κιρκιδίου ποταμοῦ ἐκβολαί λ΄ Ϛ΄΄ μ΄ γ΄΄ ιβ΄΄ Ῥοίτιον ὄρος λ΄ μ΄ γ΄΄ Ῥίον ἄκρον λ΄ μ΄ δ΄΄ Οὐρκίνιον πόλις λ΄ Ϛ΄΄ μ΄ Ϛ΄΄ Ἀμμώδης αἰγιαλός λ΄ δ΄΄ μ΄ Λόκρα ποταμοῦ ἐκβολαί λ΄ Ϛ΄΄ λθ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Παῦκα πόλις λ΄ δ΄ λθ΄ Ϛ΄΄δ΄΄ Τικαρίου ποταμοῦ ἐκβολαί λ΄ δ΄΄ λθ΄ γο΄΄ Τιτιανὸς λιμήν λ΄ Ϛ΄΄ λθ΄ Ϛ΄΄ιβ΄΄

[4]    Μεσημβρινῆς πλευρᾶς περιγραφή Φικαρία πόλις λ΄ Ϛ΄΄ λθ΄ Ϛ΄΄ Πιτανοῦ ποταμοῦ ἐκβολαί λ΄ Ϛ΄΄δ΄΄ λθ΄ γ΄΄ Μαριανὸν ἄκρον καὶ πόλις λα΄ λθ΄ Ϛ΄΄

[5]    Ἀνατολικῆς πλευρᾶς περιγραφή Πάλλα πόλις λα΄ γ΄΄ λθ΄ γ΄΄ Συρακουσανὸς λιμήν λα΄ γ΄΄ λθ΄ γ΄΄ ιβ΄΄ Ῥούβρα πόλις λα΄ γ΄΄ λθ΄ Ϛ΄΄ Γρανιανὸν ἄκρον λα΄ Ϛ΄΄ λθ΄ γο΄΄ Ἀλίστα πόλις λα΄ γ΄΄ λθ΄ Ϛ΄΄δ΄΄ Φιλωνίου λιμήν λα΄ Ϛ΄΄ λθ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Ἱεροῦ ποταμοῦ ἐκβολαί λα΄ Ϛ΄΄ μ΄ Ἀλερία κολωνία λα΄ Ϛ΄΄ μ΄ ιβ΄΄ Ῥοτάνου ποταμοῦ ἐκβολαί λα΄ Ϛ΄΄ μ΄ Ϛ΄΄ Ἀρτέμιδος λιμήν λα΄ γ΄΄ μ΄ γ΄΄ Τουτήλας βωμός λα΄ Ϛ΄΄ μ΄ Ϛ΄΄ Γουόλα ποταμοῦ ἐκβολαί λα΄ Ϛ΄΄ μ΄ Ϛ΄΄ιβ΄΄ Μαριανὴ πόλις λα΄ γ΄΄ μ΄ γο΄΄ Οὔαγον ἄκρον λα΄ Ϛ΄΄ μ΄ Ϛ΄΄δ΄΄ Μαντίνων πόλις λα΄ γ΄΄ μα΄ Κλούνιον πόλις λα΄ γ΄΄ μα΄ Ϛ΄΄

[6]    Βορείας πλευρᾶς περιγραφή· Ἱερὸν ἄκρον λα΄ Ϛ΄΄ μα΄ Ϛ΄΄ιβ΄΄ Κεντούρινον πόλις λα΄ δ΄΄ μα΄ Ϛ΄΄ Κανελάτη πόλις λα΄ μα΄ γ΄΄

[7]    Κατέχει δὲ τὴν νῆσον ἔθνη κωμηδὸν οἰκοῦντα τάδε· Κερουινοὶ μὲν τὴν δυσμικὴν πλευρὰν ὑπὸ τὸ Χρυσοῦν ὄρος, ὃ θέσιν ἔχει λ΄ Ϛ΄΄δ΄΄ μ΄ Ϛ΄΄δ΄΄ ὑφ' οὓς Ταραβήνιοι, εἶτα Τιτιανοὶ, εἶτα Βαλατινοί· τὴν δὲ ἀρκτικωτάτην ἄκραν Οὐανακινοὶ, ὑφ' οὓς Κιληβήνσιοι, εἶτα Λικνινοὶ καὶ Μακρινοὶ, ὑφ' οὓς Ὀπινοὶ, εἶτα Σύρβοι καὶ Κωϋμασηνοὶ, ὑφ' οὓς μεσημβρινώτατοι Σουβασανοί.

[8]    Πόλεις δέ εἰσι μεσόγειοι Ῥόπικον λ΄ δ΄΄ μα΄ Κέρσουνον λ΄ Ϛ΄΄ μα΄ Παλανία λ΄ γ΄΄ μ΄ Ϛ΄΄δ΄΄ Λούρινον λα΄ μ΄ Ϛ΄΄δ΄΄ Ἀλοῦκα λ΄ γ΄΄ μ΄ Ϛ΄΄ Ἄσιγκον λ΄ Ϛ΄΄ μ΄ Ϛ΄΄ Σερμίγιον λ΄ γ΄΄ μ΄ γ΄΄ Τάλκινον λ΄ Ϛ΄΄δ΄΄ μ΄ Ϛ΄΄ Οὐενίκιον λ΄ Ϛ΄΄γ΄΄ μ΄ γ΄΄ Κένεστον λα΄ μ΄ δ΄΄ Ὄπινον λα΄ γ΄΄ μ΄ γ΄΄ ιβ΄΄ Μόρα λ΄ Ϛ΄΄ μ΄ Μάτισα λ΄ Ϛ΄΄δ΄΄ λθ΄ Ϛ΄΄ιβ΄΄ Ἀλβιάνα λα΄ λθ΄ Ϛ΄΄

[3]

Σαρδοῦς νήσου θέσις. [Εὐρώπης πίναξ ζ΄]

[1]    Ἡ Σαρδὼ νῆσος περιέχεται ἀπὸ μὲν ἀνατολῶν ὑπὸ τοῦ Τυρρηνικοῦ πελάγους, ἀπὸ δὲ μεσημβρίας ὑπὸ τοῦ Ἀφρικανοῦ, ἀπὸ δὲ δύσεως ὑπὸ τοῦ Σαρδῴου πελάγους, ἀπὸ δὲ ἄρκτων ὑπὸ τοῦ μεταξὺ αὐτῆς καὶ τῆς Κύρνου.

[2]    Καὶ ἡ μὲν παράλιος αὐτῆς περιγραφὴν ἔχει τοιαύτην·

   Δυτικῆς πλευρᾶς περιγραφή· Γορδιτανὸν ἄκρον κθ΄ Ϛ΄΄γ΄΄ λη΄ Ϛ΄΄δ΄΄ Τίλιον πόλις λ΄ λη΄ γο΄΄ Νύμφαιον, λιμήν λ΄ Ϛ΄΄ λη΄ Ϛ΄΄ Ἕρμαιον ἄκρον λ΄ λη΄ δ΄΄ Τέμου ποταμοῦ ἐκβολαί λ΄ δ΄΄ λη΄ Κορακώδης λιμήν λ΄ γ΄΄ λζ΄ Ϛ΄΄ιβ΄΄ Τάρραι πόλις λ΄ γ΄΄ λζ΄ γ΄΄ Θύρσου ποταμοῦ ἐκβολαί λ΄ Ϛ΄΄ λζ΄ Ϛ΄ Οὐσελλὶς πόλις, κολωνία λ΄ Ϛ΄΄ λϚ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Ἱεροῦ ποταμοῦ ἐκβολαί λ΄ Ϛ΄΄ λϚ΄ γο΄΄ Ὀθαία πόλις λ΄ Ϛ΄΄ λϚ΄ Ϛ΄΄ Σαρδοπάτορος ἱερόν λ΄ Ϛ΄΄ λϚ΄ γ΄΄ Νεάπολις λ΄ γο΄΄ λϚ΄ Ϛ΄΄ Παχεῖα ἄκρα λ΄ γο΄΄ λϚ΄

[3]    Μεσημβρινῆς πλευρᾶς περιγραφή· Πούπουλον πόλις λ΄ Ϛ΄΄γ΄΄ λε΄ γο΄΄ Σόλκοι πόλις λα΄ Ϛ΄΄ λε΄ Ϛ΄΄γ΄΄ Σόλκοι λιμήν λα΄ δ΄΄ λε΄ Ϛ΄΄γ΄΄ Χερσόνησος λα΄ Ϛ΄΄ λε΄ Ϛ΄΄δ΄΄ Βιθία λιμήν λα΄ γο΄΄ λε΄ Ϛ΄΄γ΄΄ Βιθία πόλις λα΄ Ϛ΄΄δ΄΄ λε΄ Ϛ΄΄γ΄΄ Ἡρακλέους λιμήν λβ΄ λε΄ Ϛ΄΄γ΄΄ Νῶρα πόλις λβ΄ λε΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Αἰγιαλὸς προσηχής λβ΄ ιβ΄ λε΄ Ϛ΄΄γ΄΄ β΄΄ Κουνιουχάριον ἄκρον λβ΄ δ΄ λε΄ Ϛ΄΄γ΄΄ ιβ΄΄

[4]    Ἀνατολικῆς πλευρᾶς περιγραφή· Κάραλις πόλις καὶ ἄκρα λβ΄ Ϛ΄΄ λϚ΄ Καραλιτανὸς κόλπος λβ΄ Ϛ΄΄ λϚ΄ γ΄΄ Σουσαλεὸς κώμη λα΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ λϚ΄ γο΄΄ Σαιπροῦ ποταμοῦ ἐκβολαί λβ΄ λζ΄ Σολπίκιος λιμήν λα΄ Ϛ΄΄γ΄΄ λζ΄ Ϛ΄΄ Καίδριος ποταμοῦ ἐκβολαί λβ΄ λη΄ Φηρωνία πόλις λα΄ Ϛ΄΄δ΄΄ λη΄ Ϛ΄΄ Ὀλβία πόλις λα΄ γο΄΄ λη΄ Ϛ΄΄ Ὀλβιανὸς λιμήν λα΄ γο΄΄ λη΄ Ϛ΄΄δ΄΄ Κολυμβάριον ἄκρον λα΄ Ϛ΄΄δ΄΄ λθ΄ Ἄρκτου ἄκρα λα΄ Ϛ΄΄δ΄΄ λθ΄ Ϛ΄΄

[5]    Βορείας πλευρᾶς περιγραφή· Ἐρρεβάντιον ἄκρον λα΄ Ϛ΄΄ λθ΄ γ΄΄ Πλούβιον πόλις λα΄ Ϛ΄΄ λθ΄ ιβ΄΄ Ἰουλίολα πόλις λα΄ Ϛ΄΄ λθ΄ Τίβουλα πόλις λ΄ γο΄΄ λη΄ Ϛ΄΄γ΄΄ Πύργος Λιβίσωνος, πόλις λ΄ δ΄΄ λη΄ Ϛ΄΄γ΄΄

[6]    Κατέχουσι δὲ τὰ μὲν ἀρκτικώτατα τῆς νήσου Τιβουλάτιοι καὶ Κορσοὶ, ὑφ' οὓς Κορακήνσιοι, εἶτα Καρήνσιοι καὶ Κουνουσιτανοὶ, ὑφ' οὓς Σολκιτανοὶ καὶ Λουκουιδωνήνσιοι, εἶτα Αἰσαρωνήνσιοι, ὑφ' οὓς Κορνήνσιοι οἱ Αἰχιλήνσιοι, εἶτα Ῥουβρήνσιοι, ὑφ' οὓς Κελσιτανοὶ καὶ Κορπικήνσιοι, εἶτα Σκαπιτανοὶ καὶ Σικουλήνσιοι, ὑφ' οὓς Νεαπολῖται καὶ Οὐαλεντινοὶ, καὶ μεσημβρινώτατοι Σολκιτανοὶ καὶ Νωριτανοί.

[7]    Πόλεις δὲ εἰσὶ μεσόγειοι Ἐρύκινον λα΄ λη΄ Ϛ΄΄ Ἥραιον λα΄ Ϛ΄΄ λη΄ γο΄΄ Γουρουλὶς παλαιά λ΄ Ϛ΄΄ λη΄ Ϛ΄΄ Βόσα λ΄ Ϛ΄΄ λη΄ δ΄΄ Μακόψισα λα΄ δ΄΄ λη΄ δ΄΄ ὑφ' ἃς τὰ Μαινόμενα ὄρη λα΄ λη΄ Γουρουλὶς νέα λ΄ Ϛ΄΄ λζ΄ Ϛ΄΄γ΄΄ Σαραλαπίς λα΄ δ΄΄ λζ΄ Ϛ΄΄δ΄΄ Κόρνος λ΄ Ϛ΄΄ λζ΄ Ϛ΄΄δ΄΄ Ὕδατα Ὑψιτανά λ΄ γο΄΄ λζ΄ δ΄΄ Ὕδατα Λησιτανά λα΄ Ϛ΄΄ λϚ΄ Ϛ΄΄δ΄΄ Λῆσα λα΄ Ϛ΄΄ λϚ΄ Ϛ΄΄ιβ΄΄ Ὕδατα Νεαπολιτανά λα΄ Ϛ΄΄δ΄΄ λϚ΄ Ϛ΄΄ Οὐαλεντία πόλις λα΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ λϚ΄ Ϛ΄΄

[8]    Νῆσοι δὲ εἰσὶ περὶ τὴν Σαρδώ Φίντωνος νῆσος λ΄ γο΄΄ λθ΄ δ΄΄ Ἰλούα νῆσος λ΄ Ϛ΄΄ λθ΄ γ΄΄ Νυμφαία νῆσος κθ΄ Ϛ΄΄δ΄΄ λη΄ Ϛ΄΄ Ἡρακλέους νῆσος κθ΄ γ΄ λθ΄ Διαβατὴ νῆσος κθ΄ Ϛ΄΄ λη΄ Ϛ΄΄δ΄΄ Ἱεράκων νῆσος λ΄ λε΄ Ϛ΄΄δ΄΄ Μολιβώδης νῆσος λ΄ Ϛ΄΄ λε΄ Ϛ΄΄ Φικαρία νῆσος λγ΄ λθ΄ Ἑρμαία νῆσος λγ΄ λζ΄ γ΄΄

[4]

Σικελίας νήσου θέσις.

[Εὐρώπης πίναξ ζ΄.]

[1]    Ἡ Σικελία περιέχεται ἀπὸ μὲν δύσεως καὶ ἄρκτων ὑπὸ τοῦ Τυρρηνικοῦ πελάγους, ἀπὸ δὲ μεσημβρίας ὑπὸ τοῦ Ἀφρικανοῦ, ἀπὸ δὲ ἀνατολῶν ὑπὸ τοῦ Ἀδρίου πελάγους. Καὶ ἡ μὲν παράλιος αὐτῆς ἔχει περιγραφὴν τοιαύτην· βορείας πλευρᾶς τὸ μέσον τὸ ὀξύτατον καὶ βορειότατον, ὃ καλεῖται Πέλωρος ἄκρα λθ΄ γο΄΄ λη΄ Ϛ΄΄ιβ΄΄

[2]    Δυτικῆς πλευρᾶς περιγραφὴ ἐν Τυρρηνικῷ πελάγει· Φάλακρον ἄκρον λθ΄ Ϛ΄΄ λη΄ Ϛ΄΄ Μύλαι λθ΄ λη΄ Ϛ΄΄ Ἑλικῶνος ποταμοῦ ἐκβολαί λη΄ Ϛ΄΄γ΄΄ λη΄ γ΄΄ ιβ΄΄ Τυνδάριον λη΄ Ϛ΄΄ λη΄ γ΄΄ Ὑμήθου ποταμοῦ ἐκβολαί λη΄ γ΄΄ λη΄ γ΄΄ Ἀγάθυρνον λη΄ λη΄ δ΄΄ Ἀλόντιον λζ΄ Ϛ΄΄γ΄΄ λη΄ Ϛ΄΄ Χύδα ποταμοῦ ἐκβολαί λζ΄ Ϛ΄΄δ΄΄ λη΄ ιβ΄΄ Καλάκτα λζ΄ γο΄΄ λζ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Ἄλαισα λζ΄ γο΄΄ λζ΄ Ϛ΄΄δ΄΄ Μονάλου ποταμοῦ ἐκβολαί λζ΄ Ϛ΄΄ λζ΄ Ϛ΄΄δ΄΄ Κεφαλοιδίς λζ΄ γ΄΄ λζ΄ γο΄΄ Ἱμέρα ποταμοῦ ἐκβολαί λζ΄ δ΄΄ λζ΄ γ΄΄ Θερμαὶ Ἱμεραῖαι πόλις λζ΄ ιβ΄΄ λζ΄ δ΄΄ Σολοῦς πόλις λζ΄ λζ΄ γ΄΄ Ἐλευθέρου ποταμοῦ ἐκβολαί λζ΄ λζ΄ ιβ΄΄ Πάνορμος λζ΄ λζ΄ Κηταρία λζ΄ λϚ΄ Ϛ΄΄δ΄΄ Βαθέος ποταμοῦ ἐκβολαί λζ΄ λϚ΄ γο΄΄ Δρέπανον λζ΄ λϚ΄ Ϛ΄΄ Ἐμπόριον Σεγεστανῶν λϚ΄ Ϛ΄΄γ΄ ιβ΄ λϚ΄ Ϛ΄΄ Αἰγίθαρσος ἄκρα λϚ΄ Ϛ΄΄γ΄΄ λϚ΄ δ΄΄

[3]    Νοτίας πλευρᾶς περιγραφὴ ἐν Ἀφρικανῷ πελάγει· Λιλύβαιον πόλις καὶ ἄκρα λζ΄ λϚ΄ Ἀκιθίου ποταμοῦ ἐκβολαί λζ΄ Ϛ΄΄ λϚ΄ ιβ΄΄ Σελινοῦντος ποταμοῦ ἐκβολαί λζ΄ γ΄΄ λϚ΄ δ΄΄ Μαζάρα ποταμοῦ ἐκβολαί λζ΄ Ϛ΄΄ λϚ΄ δ΄΄ Πιντία λζ΄ γο΄΄ λϚ΄ γ΄΄ Σοσσίου ποταμοῦ ἐκβολαί λζ΄ Ϛ΄΄γ΄΄ λϚ΄ γ΄΄ Ἰσβούρου ποταμοῦ ἐκβολαί λη΄ ιβ΄΄ λϚ΄ γ΄΄ ιβ΄΄ Ἡράκλεια λη΄ γ΄΄ λϚ΄ γ΄΄ ιβ΄΄ Ὕψα ποταμοῦ ἐκβολαί λη Ϛ΄΄ λϚ΄ γ΄΄ ιβ΄΄ Ἀκραγαντίνων ἐμπόριον λη΄ Ϛ΄΄γ΄΄ λϚ΄΄ γ΄΄ ιβ΄΄ Ἱμέρα ποτ. ἐκβολαί λθ΄ λγ΄΄ γ΄ Ἱππώρου ποταμοῦ ἐκβολαί λθ΄ δ΄΄ λϚ΄΄ γ΄΄ Βροῦκα ἄκρα λθ΄ γ΄΄ λϚ΄ γ΄΄ Καύκανα λιμήν λθ΄ Ϛ΄΄ λϚ΄ δ΄΄ Μοτυκάνου ποταμοῦ ἐκβολαί λθ΄ γο΄΄ λϚ΄ γ΄΄ Ὀδύσσεια ἄκρα λθ΄ Ϛ΄΄γ΄΄ λϚ΄ δ΄΄

[4]    Ἀνατολικῆς πλευρᾶς περιγραφὴ ἐν Ἀδριατικῷ πελάγει· Πάχυνος ἄκρα μ΄ λϚ΄ γ΄΄ Φοινικοῦς λιμήν λθ΄ Ϛ΄΄δ΄΄ λϚ΄ Ϛ΄΄ Ἐρινεοῦ ποταμοῦ ἐκβολαί λθ΄ Ϛ΄΄δ΄΄ λϚ΄ γο΄΄ Μακρὸν ἄκρον λθ΄ Ϛ΄΄γ΄΄ λϚ΄΄ Ϛ΄΄δ΄΄ Χερσόνησος λθ΄ γο΄΄ λϚ΄ Ϛ΄΄γ΄ ιβ΄΄ Συράκουσαι κολωνία λθ΄ Ϛ΄΄ λζ΄ Ἀλάβου ποταμοῦ ἐκβολαί λθ΄ γ΄΄ ιβ΄΄ λζ΄ γ΄΄ Ταῦρος ἄκρον λθ΄ Ϛ΄΄ λζ΄ Ϛ΄΄ Παντακίου ποταμοῦ ἐκβολαί λθ΄ γ΄΄ ιβ΄΄ λζ΄ Ϛ΄΄ιβ΄΄ Κατάνη κολωνία λθ΄ Ϛ΄΄ιβ΄΄ λζ΄΄ γο΄΄ Συμαίθου ποταμοῦ ἐκβολαί λθ΄ Ϛ΄΄ λζ΄ Ϛ΄΄δ΄΄ Ταυρομένιον κολωνία λθ΄ Ϛ΄΄ λζ΄ Ϛ΄΄γ΄΄ Ἄργεννον ἄκρον λθ΄ Ϛ΄΄ λη΄ Ϛ΄΄ Μεσσήνη ἐν τῷ πορθμῷ λθ΄ Ϛ΄΄ λη΄ λ΄΄

[5]    Ὄρη δέ ἐστιν ὀνομαστὰ ἐν τῇ νήσῳ ἥ τε Αἴτνη λθ΄ λη΄΄ καὶ ὁ Κράγας λζ΄ γο΄΄ λϚ΄ γο΄΄

[6]    Καὶ κατέχουσιν αὐτῆς τὰ μὲν ἀρκτικὰ Μεσσήνιοι, τὰ δὲ μέσα Ἑρβιταῖοι καὶ Καταναῖοι, τὰ δὲ μεσημβρινὰ Σεγεστανοὶ καὶ Συρακούσιοι.

[7]    Πόλεις δέ εἰσι μεσόγειοι τῆς Σικελίας αἵδε· Καπύτιον λη΄ γ΄΄ λη΄ δ΄΄ Ἀβάκαινα λθ΄ λη΄ δ΄΄ Ἰμίχαρα λη΄ Ϛ΄΄ λη΄ Τίσσα λη΄ Ϛ΄΄γ΄΄ λη΄΄ Ἄλητα λζ΄ Ϛ΄΄γ΄΄ λζ΄ Ϛ΄΄γ΄΄ Κεντούριπαι λη΄ Ϛ΄΄ λζ΄ Ϛ΄΄γ΄΄ Δύμηθος λη΄ Ϛ΄΄γ΄΄ λζ΄ Ϛ΄΄γ΄΄ Αἴτναι λθ΄ γ΄΄ ιβ΄΄ λζ΄ Ϛ΄΄δ΄΄ Ἀγούριον λη΄ δ΄΄ λζ΄ γο΄΄ Ἕρβιτα λζ΄ γο΄΄ λζ΄ Ϛ΄΄ Σεργέντιον λη΄ Ϛ΄΄ λζ΄ Ϛ΄΄ Ὕδια λη΄ Ϛ΄΄[δ΄΄] λζ΄ Ϛ΄΄ Λεόντιον λθ΄ λζ΄ Ϛ΄΄ Ἐρβησσός λζ΄ Ϛ΄΄γ΄΄ λζ΄ γ΄΄ Νέητον λη΄ γ΄΄ λζ΄ γ΄ ιβ΄΄ Μεναί λη΄ Ϛ΄΄γ΄΄ λζ΄ γ΄΄ ιβ΄΄ Πατίωρος λζ΄ γ΄΄ λζ΄ Ϛ΄΄ Ἄσσωρος λζ΄ γο΄΄ λζ΄ γ΄΄ Ἔννα λη΄ ιβ΄΄ λζ΄ ιβ΄΄ Μέγαρα λθ΄ δ΄΄ λζ΄ δ΄΄ Πέτρα λη΄ γο΄΄ λζ΄ ιβ΄΄ Ὕβλα λη΄ γ΄΄ λζ΄ Ἔγγυον λθ΄ λζ΄ Κόρτυγα λη΄ γ΄΄ λϚ΄΄ Ϛ΄΄γ΄΄ Μάκυρον λη΄ γο΄΄ λϚ΄ Ϛ΄΄γ΄΄ Ἄκραι λθ΄ δ΄΄ λϚ΄ γο΄΄ Μάκελλα λζ΄ δ΄ λϚ΄ γο΄΄ Σχήρα λζ΄ Ϛ΄΄ λϚ΄΄ Ϛ΄΄γ΄΄ Τριόκαλα λη΄ λϚ΄ Ϛ΄΄δ΄΄ Ἀκράγας λη΄ Ϛ΄΄ λϚ΄΄ γο΄΄ Μότυκα λθ΄ γ΄΄ ιβ΄΄ λϚ΄ γο΄΄ Σεγέστα λζ΄ ιβ΄΄ λϚ΄ Ϛ΄΄ Λῆτον λζ΄ Ϛ΄΄ λϚ΄ γ΄΄ Ἔντελλα λζ΄ Ϛ΄΄δ λϚ΄ Ϛ΄΄ Ἀνκρίνα λη΄ Ϛ΄΄ λϚ΄ Ϛ΄΄ιβ΄΄ Φιντία λη΄ γο΄΄ λϚ΄ Ϛ΄΄ Γέλα λθ΄ λϚ΄ Ϛ΄΄ Καμαρίνα λθ΄ γ΄΄ λϚ΄ γ΄΄ ιβ΄΄ Ἔλωρος λθ΄ γο΄΄ λϚ΄ Ϛ΄΄ Ἴνα λθ Ϛ΄΄ λϚ΄ γ΄΄ ιβ΄΄ Ἑλκέθιον λζ΄ δ΄΄ λϚ΄ δ΄΄

[8]    Τῶν δὲ περὶ τὴν Σικελίαν νήσων αἱ παρ' αὐτὴν εἰσὶν αἵδε· Διδύμη νῆσος λθ΄ λθ΄ Ἱκεσία νῆσος λθ΄ γ΄΄ λθ΄ Ἐρικώδης νῆσος λη γ΄΄ λη΄ Ϛ΄΄δ΄΄ Φοινικώδης νῆσος λη΄ Ϛ΄΄ λη΄ Ϛ΄΄γ΄΄ Ἡφαίστου νῆσος λη΄ Ϛ΄΄γ΄΄ λη΄ Ϛ΄΄ιβ΄΄ Λιπάρα νῆσος καὶ πόλις λθ΄ λη΄ Ϛ΄΄δ΄΄ Εὐώνυμος νῆσος λθ΄ Ϛ΄΄ λη΄ Ϛ΄΄δ΄΄ Στρογγύλη νῆσος λθ΄ Ϛ΄΄ λη΄ Ϛ΄΄δ΄΄ Οὐστίκα νῆσος καὶ πόλις λζ΄ Ϛ΄΄ λη΄ Ϛ΄΄δ΄΄ Ὀστεώδης νῆσος λϚ΄ δ΄ λζ΄ Φορβαντία νῆσος λϚ΄ λϚ΄ γ΄΄ Αἴγουσα νῆσος λϚ΄ δ΄΄ λϚ΄ ιβ΄΄ Ἱερὰ νῆσος λϚ΄ λϚ΄ Πακωνία νῆσος λϚ΄ Ϛ΄΄ λε΄ Ϛ΄΄γ΄΄ Αἰόλου νῆσος λζ΄ λθ΄

[5]

Σαρματίας τῆς ἐν Εὐρώπῃ θέσις.

[Εὐρώπης πίναξ η΄.]

[1]    Ἡ ἐν Εὐρώπῃ Σαρματία περιορίζεται ἀπὸ μὲν ἄρκτων τῷ τε Σαρματικῷ ὠκεανῷ κατὰ τὸν Οὐενεδικὸν κόλπον καὶ μέρει τῆς ἀγνώστου γῆς κατὰ περιγραφὴν τοιαύτην· μετὰ τὰς τοῦ Οὐϊστούλα ποταμοῦ ἐκβολὰς Χρόνου ποταμοῦ ἐκβολαί ν΄ νϚ΄ Ῥούδωνος ποταμοῦ ἐκβολαί νγ΄ νζ΄ Τουρούντου ποταμοῦ ἐκβολαί νϚ΄ νη΄ Ϛ΄΄ Χεσίνου ποταμοῦ ἐκ βολαί νη΄ Ϛ΄΄ νθ΄ Ϛ΄΄ ἡ κατὰ τὸν διὰ Θούλης παράλληλον τῆς παραλίου θέσις, τουτέστι τὸ τέλος τῆς θαλάττης τῆς ἐγνωσμένης ξβ΄ ξγ΄ τὸ δὲ κατὰ τὸν μεσημβρινὸν πέρας τῆς Σαρματίας τὸν διὰ τῶν πηγῶν τοῦ Τανάϊδος ποταμοῦ ἐπέχει μοίρας ξδ΄ ξγ΄ ἀπὸ δὲ δυσμῶν τῷ τε Οὐϊστούλᾳ ποταμῷ καὶ τῷ μεταξὺ τῆς κεφαλῆς αὐτοῦ καὶ τῶν Σαρματικῶν ὀρέων [μέρει] Γερμανίας καὶ αὐτοῖς τοῖς ὄρεσιν, ὧν ἡ θέσις εἴρηται· ἀπὸ δὲ μεσημβρίας τοῖς τε Ἰάζυξι τοῖς Μετανάσταις ἀπὸ τοῦ νοτίου τῶν Σαρματικῶν ὀρέων πέρατος μέχρι τῆς ἀρχῆς τοῦ Καρπάτου ὄρους, ὃ ἔχει θέσιν μϚ΄ μη΄ Ϛ΄΄ καὶ τῇ συνεχεῖ Δακίᾳ παρὰ τὸν αὐτὸν παράλληλον μέχρι τῶν Βορυσθένους τοῦ ποταμοῦ ἐκβολῶν, καὶ τῇ ἐντεῦθεν τοῦ Πόντου παραλίῳ μέχρι τοῦ Καρκινίτου ποταμοῦ, ἧς παραλίου ἡ θέσις ἔχει οὕτως·

[2]    Βορυσθένους ποταμοῦ ἐκβολαί νζ΄ Ϛ΄΄ μη΄ Ϛ΄΄ Ὑπάνιος ποταμοῦ ἐκβολαί νη΄ μη΄ Ϛ΄΄ Ἄλσος Ἑκάτης, ἄκρον νη΄ Ϛ΄΄ μζ΄ Ϛ΄΄δ΄΄ ὁ ἰσθμὸς τοῦ Ἀχιλλέως δρόμου νθ΄ μζ΄ γο΄΄ τὸ δυτικὸν ἄκρον τοῦ Ἀχιλλέως δρόμου, ὃ καλεῖται Ἱερὸν ἄκρον νζ΄ Ϛ΄΄γ΄΄ μζ΄ Ϛ΄΄ τὸ ἀνατολικὸν, ὃ καλεῖται Μυσαρὶς ἄκρα νθ΄ Ϛ΄΄δ΄΄ μζ΄ Ϛ΄΄ Κεφαλόνησος νθ΄ Ϛ΄΄δ΄΄ μζ΄ Ϛ΄΄γ΄΄ Καλὸς λιμήν νθ΄ Ϛ΄΄ μζ΄ Ϛ΄΄δ΄΄ Ταμυράκη νθ΄ γ΄΄ μη΄ Ϛ΄΄ Καρκινίτου ποταμοῦ ἐκβολαί νθ΄ γο΄΄ μη΄ Ϛ΄΄ μεθ' ἃς τοῦ διορίζοντος ἰσθμοῦ τὴν Ταυρικὴν Χερσόνησον τὸ μὲν πρὸς τῷ Καρκινίτῃ κόλπῳ πέρας ἐπέχει μοίρας ξ΄ γ΄΄ μη΄ γ΄΄ τὸ δὲ πρὸς τῇ Βύκῃ λίμνῃ ξ΄ Ϛ΄΄ μη΄ Ϛ΄΄

[3]    Ἀπὸ δὲ ἀνατολῶν περιέχεται τῷ τε ἀπὸ τοῦ Καρκινίτου ποταμοῦ ἰσθμῷ καὶ τῇ Βύκῃ λίμνῃ καὶ τῇ μέχρι τοῦ Τανάϊδος ποταμοῦ τῆς Μαιώτιδος λίμνης πλευρᾷ καὶ αὐτῷ τῷ Τανάϊδι ποταμῷ καὶ ἔτι τῷ ἀπὸ τῶν πηγῶν τοῦ Τανάϊδος ποταμοῦ ἐπὶ τὴν ἄγνωστον γῆν μεσημβρινῷ μέχρι τοῦ εἰρημένου πέρατος, [4]    Περιγράφεται δὲ καὶ αὕτη ἡ πλευρὰ τόνδε τὸν τρόπον· μετὰ τὸν ἰσθμὸν τὸν πρὸς τῷ Καρκινίτῃ ποταμῷ Μαιώτιδος λίμνης Νέον Τεῖχος ξ΄ Ϛ΄΄ μη΄ γο΄΄ Πασιάκου ποταμοῦ ἐκβολαί ξ΄ γ΄΄ μη΄ Ϛ΄΄γ΄΄ Λείανον πόλις ξ΄ μθ΄ δ΄΄ Βύκου ποταμοῦ ἐκβολαί ξ΄ γ΄΄ μθ΄ Ϛ΄΄ Ἄκρα πόλις ξ΄ Ϛ΄΄ μθ΄ γο΄΄ Γέρρου ποταμοῦ ἐκβολαί ξα΄ μθ΄ Ϛ΄΄γ΄΄ Κρημνοὶ πόλις ξβ΄ Ϛ΄΄ μθ΄ Ϛ΄΄δ΄΄ Ἄγαρον ἄκρον ξγ΄ μθ΄ γο΄΄ Ἀγάρου ποταμοῦ ἐκβολαί ξβ΄ Ϛ΄΄ ν΄ Ϛ΄΄ Ἄλσος, Ἁλίευμα Θεοῦ ξβ΄ γο΄΄ να΄ δ΄΄ Λύκου ποταμοῦ ἐκβολαί ξγ΄ να΄ Ϛ΄΄ Ὑγρεῖς πόλις ξγ΄ Ϛ΄΄ νβ΄ Ϛ΄΄ Πορίτου ποταμοῦ ἐκβολαί ξδ΄ Ϛ΄΄ νγ΄ Καροία κώμη ξε΄ νγ΄ Ϛ΄΄ τὸ δυτικὸν στόμα τοῦ Τανάϊδος ποταμοῦ ξϚ΄ γ΄΄ νδ΄ γ΄ τὸ ἀνατολικὸν στόμα ξζ΄ νδ΄ Ϛ΄΄ ἡ ἐπιστροφὴ τοῦ ποταμοῦ οβ΄ Ϛ΄΄ νϚ΄ ἡ πηγὴ τοῦ ποταμοῦ ξδ΄ νη΄ μεθ' ἣν τὸ εἰρημένον πέρας ἐπὶ τὴν ἄγνωστον γῆν, ὃ ἐπέχει μοίρας ξδ΄ ξγ΄

[5]    Καὶ ἑτέροις δὲ ὄρεσι διέζωσται ἡ Σαρματία, ὧν ὀνομάζεται ἥ τε Πεύκη ὄρος να΄ να΄ καὶ τὰ Ἀμάδοκα ὄρη νε΄ να΄ καὶ τὸ Βώδινον ὄρος νη΄ νε΄ καὶ τὸ Ἀλανὸν ὄρος ξβ΄ Ϛ΄΄ νε΄ καὶ ὁ Καρπάτης ὄρος ὡς εἴρηται, μϚ΄ μη΄ Ϛ΄΄ καὶ τὰ Οὐενεδικὰ ὄρη μζ΄ Ϛ΄΄ νε΄ καὶ τὰ Ῥιπαῖα, ὧν τὸ μέσον ξγ΄ νζ΄ Ϛ΄΄

[6]    Τοῦ δὲ Βορυσθένους ποταμοῦ τὸ μὲν μετὰ τὴν Ἀμάδοκα λίμνην ἐπέχει μοίρας νγ΄ Ϛ΄΄ ν΄ γ΄΄ ἡ δὲ πηγὴ ἡ ἀρκτικωτάτη τοῦ Βορυσθένους ποταμοῦ νβ΄ νγ΄ Καὶ τῶν ὑπὸ τὸν Βορυσθένην δὲ ποταμῶν ὁ μὲν Τύρας ποταμὸς αὐτὸς ὁρίζει τὰ μέρη τῆς Δακίας καὶ τῆς Σαρματίας ἀπὸ ἐπιστροφῆς, ἧς ἡ θέσις ἐπέχει μοίρας νγ΄ μη΄ Ϛ΄΄ μέχρι τοῦ πέρατος, οὗ θέσις μθ΄ Ϛ΄΄ μη΄ Ϛ΄΄ ὁ δὲ Ἀξιάκης ποταμὸς καὶ αὐτὸς διαρρεῖ τὴν Σαρματίαν μικρὸν ὑπὲρ τὴν Δακίαν μέχρι τοῦ Καρπάτου ὄρους.

[7]    Κατέχει δὲ τὴν Σαρματίαν ἔθνη μέγιστα οἵ τε Οὐενέδαι παρ' ὅλον τὸν Οὐενεδικὸν κόλπον· καὶ ὑπὲρ τὴν Δακίαν Πευκινοί τε καὶ Βαστέρναι· καὶ παρ' ὅλην τὴν πλευρὰν τῆς Μαιώτιδος Ἰάζυγες καὶ Ῥωξολανοί, καὶ ἐνδοτέρω τούτων οἵ τε Ἁμαξόβιοι καὶ οἱ Ἀλανοὶ Σκύθαι.

[8]    Ἐλάττονα δὲ ἔθνη νέμεται τὴν Σαρματίαν παρὰ μὲν τὸν Οὐϊστούλαν ποταμὸν ὑπὸ τοὺς Οὐενέδας Γύθωνες, εἶτα Φίννοι, εἶτα Σούλωνες· ὑφ' οὓς Φρουγουδίωνες, εἶτα Αὐαρινοὶ παρὰ τὴν κεφαλὴν τοῦ Οὐϊστούλα ποταμοῦ· ὑφ' οὓς Ὄμβρωνες, εἶτα Ἀναρτοφράκτοι, εἶτα Βουργίωνες, εἶτα Ἀρσιῆται, εἶτα Σαβῶκοι, εἶτα Πιενγῖται καὶ Βίεσσοι παρὰ τὸν Καρπάτην τὸ ὄρος.

[9]    Τῶν δὲ εἰρημένων εἰσὶν ἀνατολικώτεροι ὑπὸ μὲν τοὺς Οὐενέδας (πάλιν) Γαλίνδαι καὶ Σουδινοὶ καὶ Σταυανοὶ μέχρι τῶν Ἀλανῶν· ὑφ' οὓς Ἰγυλλίωνες, εἶτα Κοιστοβῶκοι καὶ Τρανσμοντανοὶ μέχρι τῶν Πευκινῶν ὀρέων.

[10]    Πάλιν δὲ τὴν μὲν ἐφεξῆς τῷ Οὐενεδικῷ κόλπῳ παρωκεανῖτιν κατέχουσιν Οὐέλται, ὑπὲρ οὓς Ὄσιοι, εἶτα Κάρβωνες ἀρκτικώτατοι, ὧν ἀνατολικώτεροι Καρεῶται καὶ Σάλοι· ὑπὸ τούτους καὶ Γέλωνες καὶ Ἱππόποδες καὶ Μελάγχλαινοι· ὑφ' οὓς Ἀγάθυρσοι, εἶτα Ἄορσοι καὶ Παγυρῖται· ὑφ' οὓς Σαύαροι καὶ Βοροῦσκοι μέχρι τῶν Ῥιπαίων ὀρέων· εἶτα Ἄκιβοι καὶ Νάσκοι, ὑφ' οὓς Οὐιβίωνες καὶ Ἴδραι· καὶ ὑπὸ τοὺς Οὐιβίωνας μέχρι τῶν Ἀλανῶν Στοῦρνοι, μεταξὺ δὲ τῶν Ἀλανῶν καὶ τῶν Ἁμαξοβίων Καρίωνες καὶ Σαργάτιοι, καὶ παρὰ τὴν ἐπιστροφὴν τοῦ Τανάϊδος ποταμοῦ Ὄφλωνες καὶ Ταναῗται, ὑφ' οὓς Ὄσιλοι μέχρι τῶν Ῥωξολανῶν· μεταξὺ δὲ τῶν Ἁμαξοβίων καὶ τῶν Ῥωξολανῶν Ῥευκανάλοι καὶ Ἐξωβυγῖται, καὶ πάλιν μεταξὺ μὲν Πευκινῶν καὶ Βαστερνῶν Καρπιανοί, ὑπὲρ οὓς Γηουϊνοὶ, εἶτα Βωδινοί· μεταξὺ δὲ Βαστερνῶν καὶ Ῥωξολανῶν Χοῦνοι, καὶ ὑπὸ τὰ ἴδια ὄρη Ἀμάδοκοι καὶ Ναύαροι.

[11]    Παρὰ μὲν τὴν Βύκην λίμνην Τορεκκάδαι, παρὰ δὲ τὸν Ἀχιλλέως δρόμον οἱ Ταυροσκύθαι· ὑπὸ δὲ τοὺς Βαστέρνας πρὸς τῇ Δακίᾳ Τάγροι, καὶ ὑπ' αὐτοὺς Τυραγέται.

[12]    Ὑπὸ δὲ τὴν ἐπιστροφὴν τοῦ Τανάϊδος ποταμοῦ ἵδρυνται οἵ τε Ἀλεξάνδρου βωμοί ξγ΄ νζ΄ καὶ οἱ Καίσαρος βωμοί ξη΄ νϚ΄ Ϛ΄΄ καὶ μεταξὺ τῶν στομάτων ἔστι Ταναῒς πόλις ξζ΄ νδ΄ γο΄΄

[13]    Πόλεις δὲ εἰσὶ μεσόγειοι ἐν ταῖς ποταμίαις περὶ μὲν τὸν Καρκινίτην ποταμὸν Κάρκινα πόλις νθ΄ Ϛ΄΄ μη΄ Ϛ΄΄δ΄΄ Τόροκκα νη΄ Ϛ΄΄ μθ΄ Πασυρίς νη΄ Ϛ΄΄ μθ΄ Ϛ΄΄ Ἔρκαβον νη΄ Ϛ΄΄ μθ΄ δ΄΄ Τρακάνα νη΄ Ϛ΄΄ μθ΄ Ϛ΄΄δ΄΄ Ναύαρον νη΄ Ϛ΄΄ ν΄

[14]    Περὶ δὲ τὸν Βορυσθένην ποταμὸν Ἀζαγάριον νϚ΄ ν΄ γο΄΄ Ἀμάδοκα νϚ΄ ν΄ Ϛ΄΄ Σάρον νϚ΄ ν΄ δ΄΄ Σέριμον νζ΄ ν΄ Μητρόπολις νϚ΄ Ϛ΄΄ μθ΄ Ϛ΄΄ Ὀλβία ἡ καὶ Βορυσθένης νζ΄ μθ΄ ὑπὲρ δὲ τὸν Ἀξιάκην ποταμὸν Ὀρδησσός νζ΄ μη΄ Ϛ΄΄

[15]    Καὶ πρὸς τῇ ἐκτροπῇ τοῦ Βορυσθένους ποταμοῦ Λήϊνον πόλις νδ΄ ν΄ δ΄΄ Σάρβακον νε΄ ν΄ Νίοσσον νϚ΄ μθ΄ γο΄΄ ὑπὲρ δὲ τὸν Τύραν ποταμὸν πρὸς τῇ Δακίᾳ Καρρόδουνον μθ΄ Ϛ΄΄ μη΄ γο΄΄ Μαιτώνιον να΄ μη΄ Ϛ΄΄ Κληπίδαυα νβ΄ Ϛ΄΄ μη΄ γο΄΄ Οὐιβανταυάριον νγ΄ Ϛ΄΄ μη΄ γο΄΄ Ἤρακτον νγ΄ γ΄΄Ϛ΄΄ μη΄ γο΄΄

[16]    Νῆσος δὲ παράκειται ταῖς ἐκβολαῖς τοῦ Τανάϊδος ποταμοῦ Ἀλωπεκία ἡ καὶ Ταναῒς νῆσος ξϚ΄ Ϛ΄΄ νγ΄ Ϛ΄΄

[6]

Ταυρικῆς Χερσονήσου θέσις. [Εὐρώπης πίναξ η΄.]

[1]    Ἡ Ταυρικὴ Χερσόνησος περιορίζεται κυκληδὸν τῷ τε διήκοντι ἰσθμῷ ἀπὸ τοῦ Καρκινίτου κόλπου μέχρι τῆς Βύκης λίμνης, καὶ ταῖς τοῦ τε Πόντου καὶ τοῦ Κιμμερίου Βοσπόρου καὶ τῆς λίμνης τῆς Μαιώτιδος κατὰ μέρη παραλίοις, κατὰ περιγραφὰς ἐχούσας οὕτως·

[2]    Μετὰ τὸν πρὸς τῷ Καρκινίτῃ ποταμῷ ἰσθμὸν ἐν τῷ Πόντῳ Εὐπατορία πόλις ξ΄ Ϛ΄΄δ΄΄ μζ΄ γο΄΄ Δανδάκη ξ΄ Ϛ΄΄δ΄΄ μζ΄ γ΄΄ Συμβόλων λιμήν ξα΄ μζ΄ δ΄΄ Παρθένιον ἄκρον ξ΄ γο΄΄ μζ΄ Χερσόνησος ξα΄ μζ΄ Κτενοῦς λιμήν ξα΄ δ΄΄ μζ΄ Ϛ΄΄ Κριοῦ μέτωπον ἄκρον ξβ΄ μϚ΄ γο΄΄ Χάραξ ξβ΄ μϚ΄ Ϛ΄΄γ΄΄ Λάγυρα ξβ΄ Ϛ΄΄ μζ΄ Κόραξ ἄκρον ξγ΄ μζ΄ Ἰστριανοῦ ποταμοῦ ἐκβολαί ξγ΄ Ϛ΄΄ μζ΄ Ϛ΄΄ Θεοδοσία ξγ΄ γ΄΄ μζ΄ γ΄΄ Νύμφαιον ξγ΄ Ϛ΄΄δ΄΄ μζ΄ Ϛ΄΄

[3]    Κιμμερίου Βοσπόρου Τυρικτάκη ξγ΄ Ϛ΄΄ μζ΄ γο΄΄ Παντικαπαία ξδ΄ μζ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Μυρμήκιον ἄκρον ξδ΄ μη΄ Ϛ΄΄

[4]    Μαιώτιδος λίμνης Παρθένιον ξγ΄ Ϛ΄΄ δ΄΄ μη΄ Ϛ΄΄ Ζήνωνος Χερσόνησος ξγ΄ μη΄ Ϛ΄΄δ΄΄ Ἡράκλειον ξβ΄ μη΄ Ϛ΄΄

[5]    Πόλεις δὲ εἰσὶ μεσόγειοι ἐν τῇ Ταυρικῇ Χερσονήσῳ αἵδε· Τάφρος ξ΄ γο΄΄ μη΄ δ΄΄ Ταρῶνα ξβ΄ γ΄΄ μη΄ δ΄΄ Ποστιγία ξγ΄ μη΄ δ΄΄ Παρόστα ξα΄ Ϛ΄΄ μη΄ Ϛ΄΄ Κιμμέριον ξβ΄ μη΄ Πορτάκρα ξα΄ Ϛ΄΄γ΄΄ μζ΄ γο΄΄ Βοιών ξβ΄ Ϛ΄΄γ΄΄ μζ΄ Ϛ΄΄δ΄΄ Ἰλούρατον ξγ΄ γ΄΄ μζ΄ Ϛ΄΄δ΄΄ Σατάρχη ξα΄ δ΄΄ μζ΄ γ΄΄ Βαδάτιον ξα΄ Ϛ΄΄ μζ΄ Ϛ΄΄ Κύταιον ξβ΄ δ΄΄ μζ΄ Ϛ΄΄ Ταζός ξβ΄ γο΄΄ μζ΄ Ϛ΄΄ Ἄργωδα ξα΄ Ϛ΄΄δ΄΄ μζ΄ δ΄΄ Τάβανα ξβ΄ γ΄΄ μζ΄ δ΄΄

[7]

Ἰαζύγων Μεταναστῶν θέσις.

[Εὐρώπης πίναξ θ΄]

[1]    Ἰάζυγες οἱ Μετανάσται ὁρίζονται ἀπὸ μὲν ἄρκτων Σαρματίας τῆς ἐν Εὐρώπῃ τῷ εἰρημένῳ μέρει ἀπὸ τοῦ νοτίου τῶν Σαρματικῶν ὀρέων ἕως τοῦ Καρπάτου ὄρους· ἀπὸ δὲ δύσεως καὶ μεσημβρίας τῷ τε εἰρημένῳ μέρει τῆς Γερμανίας τῷ ἀπὸ τῶν Σαρματικῶν ὀρέων ἐπὶ τὴν κατὰ Κάρπιν τοῦ Δανουβίου ποταμοῦ ἐπιστροφὴν, καὶ τῷ ἐντεῦθεν μέρει τοῦ Δανουβίου ποταμοῦ τῷ μέχρι τῇς ἐκτροπῆς Τιβίσκου τοῦ ποταμοῦ, ὅστις φέρεται πρὸς ἄρκτους, οὗ ἡ θέσις τῆς ἐκτροπῆς ἐπέχει μοίρας μϚ΄ μδ΄ δ΄΄ ἀπὸ δὲ ἀνατολῶν Δακίᾳ κατ' αὐτὸν τὸν Τιβίσκον ποταμὸν, ὃς ἐπιστρέψας πρὸς ἀνατολὰς ὑπὸ τὸν Καρπάτην τὸ ὄρος λήγει, ἀφ' οὗ καὶ φέρεται· οὗ ἡ θέσις ἐπέχει μοίρας μϚ΄ μη΄ Ϛ΄΄

[2]    Πόλεις δὲ εἰσὶν ἐν τοῖς Ἰάζυξι τοῖς Μετανάσταις αἵδε· Οὔσκενον μγ΄ δ΄΄ μη΄ γ΄΄ Βόρμανον μγ΄ γο΄΄ μη΄΄ δ΄΄ Ἀβίητα μγ΄ γο΄΄ μη΄ Τρισσόν μδ΄ Ϛ΄΄ μζ΄ Ϛ΄΄δ΄΄ Πάρκα μγ΄ Ϛ΄΄ μζ΄ γο΄΄ Κάνδανον μδ΄ μζ΄ γ΄΄ Πέσσιον μδ΄ γο΄΄ μζ΄ Παρτίσκον με΄ μϚ΄ γο΄΄

[8]

Δακίας θέσις. [Εὐρώπης πίναξ θ.]

[1]    Ἡ Δακία περιορίζεται ἀπὸ μὲν ἄρκτων μέρει τῆς Σαρματίας τῆς ἐν Εὐρώπῃ τῷ ἀπὸ τοῦ Καρπάτου ὄρους μέχρι πέρατος τῆς εἰρημένης ἐπιστροφῆς τοῦ Τύρα ποταμοῦ, ἣ ἐπέχει μοίρας, ὡς εἴρηται, νγ΄ μη΄ Ϛ΄΄ ἀπὸ δὲ δύσεως τοῖς Ἰάζυξι τοῖς Μετανάσταις κατὰ τὸν Τιβίσκον ποταμόν· ἀπὸ δὲ μεσημβρίας μέρει τοῦ Δανουβίου ποταμοῦ τῷ ἀπὸ τῆς ἐκτροπῆς τοῦ Τιβίσκου ποταμοῦ μέχρις Ἀξιουπόλεως, ἀφ' ἧς ἤδη καλεῖται ὁ μέχρι τοῦ Πόντου καὶ τῶν ἐκβολῶν Δανούβιος Ἴστρος· οὗ μέρους ἡ θέσις ἔχει οὕτως·

[2]    Μετὰ τὴν ἐκτροπὴν Τιβίσκου τοῦ ποταμοῦ ἡ πρώτη πρὸς λίβα ἐπιστροφή μζ΄ γ΄΄ μδ΄ Ϛ΄΄δ΄΄ ἡ κατὰ [τὴν] Ῥαβῶνος τοῦ ποταμοῦ ἐκτροπὴν, ὃς φέρεται ἐπὶ τὴν Δακίαν μθ΄ μγ΄ Ϛ΄΄ ἡ [κατὰ τὴν] τοῦ Κιάβρου ἐκτροπήν μθ΄ Ϛ΄΄ μγ΄ Ϛ΄΄δ΄΄ ἡ κατὰ τὴν ἐκτροπὴν Ἀλούτα τοῦ ποταμοῦ, ὃς πρὸς ἄρκτους ὁρμηθεὶς διαιρεῖ τὴν Δακίαν ν΄ δ΄΄ μδ΄ ἡ κατὰ Οἶσκον ἐπιστροφή να΄ μδ΄ ἡ κατὰ Ἀξιούπολιν ἐπιστροφή νδ΄ γ΄΄ με΄ Ϛ΄΄δ΄΄ ἀφ' ἧς καὶ Ἴστρος, ὡς ἔφαμεν, ὁ ποταμὸς καλεῖται ὁ Δανούβιος μέχρι τῶν ἐκβολῶν· ἀπὸ δὲ ἀνατολῶν τῷ τε ἐντεῦθεν Ἴστρῳ ποταμῷ μέχρι τῆς κατὰ Δινογέτειαν πόλιν ἐπιστροφῆς, ἧς ἡ θέσις νγ΄ μϚ΄ γο΄΄ καὶ ἔτι τῷ Ἱεράσῳ ποταμῷ, ὃς κατὰ Δινογέτειαν ἐκτραπεὶς ἀπὸ τοῦ Ἴστρου πρὸς ἄρκτους καὶ ἀνατολὰς φέρεται, μέχρι τῆς εἰρημένης τοῦ Τύρα ποταμοῦ ἐπιστροφῆς.

[3]    Κατέχουσι δὲ τὴν Δακίαν ἀρκτικώτατοι μὲν ἀρχομένοις ἀπὸ δυσμῶν Ἄναρτοι καὶ Τευρίσκοι καὶ Κοιστοβῶκοι· ὑπὸ δὲ τούτους Πρεδαυήνσιοι καὶ Ῥατακήνσιοι καὶ Καυκοήνσιοι· ὑφ' οὓς ὁμοίως Βίηφοι καὶ Βουριδαυήνσιοι καὶ Κοτήνσιοι, καὶ ἔτι ὑπὸ τούτους· Ἀλβοκήνσιοι καὶ Ποτουλατήνσιοι καὶ Σήνσιοι· ὑφ' οὓς μεσημβρινώτατοι Σαλδήνσιοι καὶ Κειάγισοι καὶ Πιέφιγοι.

[4]    Πόλεις δὲ εἰσὶν ἐν τῇ Δακίᾳ ἐπιφανέστεραι αἵδε· Ῥουκκόνιον μϚ΄ Ϛ΄΄ μη΄ Ϛ΄΄ Δοκίδαυα μζ΄ γ΄΄ μη΄ Πορόλισσον μθ΄ μη΄ Ἀρκοβάδαρα ν΄΄ γο΄΄ μη΄ Τρίφουλον νβ΄ δ΄΄ μη΄ δ΄΄ Πατρίδαυα νγ΄ μη΄ Ϛ΄΄ Καρσίδαυα νγ΄ γ΄΄ μη΄ δ΄΄ Πετρόδαυα νγ΄ Ϛ΄΄δ΄΄ μζ΄ γο΄΄ Οὐλπιανόν μζ΄ Ϛ΄΄ μζ΄ Ϛ΄΄ Νάπουκα μθ΄ μζ΄ γο΄΄ Πατρούισσα μθ΄ μζ΄ γ΄΄ Σαλῖναι μθ΄ δ΄΄ μζ΄ Ϛ΄΄ Πραιτωρία Αὐγούστα ν΄ Ϛ΄΄ μζ΄ Σανγίδαυα να΄ Ϛ΄΄ μζ΄ Ϛ΄΄ Ἀνγουστία νβ΄ δ΄΄ μζ΄ δ΄΄ Οὐτίδαυα νγ΄ Ϛ΄΄ μζ΄ γο΄΄ Μαρκόδαυα μθ΄ Ϛ΄΄ μζ΄ Ζιρίδαυα με΄ Ϛ΄΄ μϚ΄ γ΄΄ Σιγγίδαυα μη΄ μϚ΄ γ΄΄ Ἄπουλον μθ΄ δ΄΄ μϚ΄ γο΄΄ Γερμίζερα μθ΄ Ϛ΄΄ μϚ΄ δ΄΄ Κομίδαυα να΄ Ϛ΄΄ μϚ΄ γο΄΄ Ῥαμίδαυα να΄ Ϛ΄΄γ΄΄ μϚ΄ Ϛ΄΄ Πιρούμ να΄ δ΄΄ μϚ΄ Ζουσίδαυα νβ΄ γο΄ μϚ΄ δ΄΄ Πολόνδα νγ΄ μζ΄ Ζουρόβαρα με΄ γο΄΄ με΄ γο΄΄ Αἰζισίς μϚ΄ δ΄΄ με΄ γ΄΄ Ἀργίδαυα μϚ΄ Ϛ΄΄ με΄ δ΄΄ Τιρίσκον μη΄ Ϛ΄΄ με΄ δ΄΄ Ζαρμιζεγέθουσα βασίλειον μζ΄ Ϛ΄΄γ΄΄ με΄ δ΄΄ Ὕδατα μθ΄ Ϛ΄΄ με΄ γ΄ Νετίνδαυα νβ΄ Ϛ΄΄δ΄΄ με΄ Ϛ΄΄ Τίασον νβ΄ με΄ Ϛ΄΄ Ζεῦγμα μϚ΄ γο΄΄ μδ΄ γο΄΄ Τιβίσκον μϚ΄ γο΄΄ μδ΄ Ϛ΄΄γ΄΄ Δίερνα μζ΄ δ΄΄ μδ΄ Ϛ΄΄ Ἀκμονία μη΄ με΄ Δρουβητίς μζ΄ Ϛ΄΄δ΄΄ μδ΄ Ϛ΄΄ Φρατερία μθ΄ Ϛ΄΄ μδ΄ Ϛ΄΄ Ἀρκίννα μθ΄ μδ΄ Ϛ΄΄δ΄΄ Πίνον ν΄ Ϛ΄΄ μδ΄ γο΄΄ Ἀμούτριον ν΄ μδ΄ Ϛ΄΄δ΄΄ Σόρνον να΄ Ϛ΄΄ με΄

[9]

Μυσίας τῆς ἄνω θέσις.

[Εὐρώπης πίναξ θ΄.]

[1]    Ἡ ἄνω Μυσία περιορίζεται ἀπὸ μὲν δύσεως Δαλματίᾳ κατὰ τὴν εἰρημένην γραμμὴν ἀπὸ τῆς ἐκτροπῆς τοῦ Σαούου ποταμοῦ μέχρι τοῦ Σκάρδου ὄρους· ἀπὸ δὲ μεσημβρίας μέρει Μακεδονίας τῇ ἐντεῦθεν ἐπὶ τοῦ Ὀρβήλου ὄρους γραμμῇ ἕως πέρατος, οὗ ἡ θέσις μθ΄ μβ΄ γ΄΄ ἀπὸ δὲ ἀνατολῶν μέρει Θρᾴκης τῷ ἀπὸ τοῦ εἰρημένου πέρατος ἕως Κιάβρου ποταμοῦ κατὰ πέρας, οὗ ἡ θέσις ν΄ μγ΄ καὶ ἔτι αὐτῷ τῷ Κιάβρῳ ποταμῷ κατὰ τὴν κάτω Μυσίαν μέχρι τῆς πρὸς τὸν Δανούβιον τοῦ Κιάβρου συναφῆς, ἧς ἡ θέσις μθ΄ Ϛ΄΄ μγ΄ Ϛ΄΄δ΄΄ ἀπὸ δὲ ἄρκτων τῷ ἐντεῦθεν μέχρι τοῦ Σαούου ποταμοῦ μέρει τοῦ Δανουβίου ποταμοῦ.

[2]    Κατέχουσι δὲ τῆς ἐπαρχίας τὰ μὲν πρὸς τῇ Δαλματίᾳ Τρικορνήνσιοι, τὰ δὲ πρὸς τῷ Κιάβρῳ ποταμῷ Μυσοὶ, τὰ δὲ μεταξὺ Πικήνσιοι, τὰ δὲ πρὸς τῇ Μακεδονίᾳ Δάρδανοι.

[3]    Πόλεις δὲ εἰσὶ πρὸς μὲν τῷ Δανουβίῳ ποταμῷ Σινγίδουνον με΄ Ϛ΄΄ μδ΄ Ϛ΄΄ Λεγίων δ΄ Φλαυία Τρικόρνιον μϚ΄ μδ΄ Ϛ΄΄ παρ' ἣν ἐκτρέπεται Μόσχιος ποταμός. Οὐϊμινάκιον, λεγίων μϚ΄ Ϛ΄΄ μδ΄ γ΄ Ταλιατίς μζ΄ μδ΄ Ἔγητα μζ΄ δ΄΄ μγ΄ γο΄΄ Δορτικόν μη΄ μγ΄ Ϛ΄΄ Ῥαιτιαρία Μυσῶν, κολωνία μθ΄ μγ΄ γ΄ [4] Ἕτεραι δὲ πόλεις εἰσὶν ἄποθεν τοῦ Δανουβίου ποταμοῦ Ὅρρεα μϚ΄ Ϛ΄΄δ΄΄ μγ΄ Ϛ΄΄ Τίμακον μζ΄ Ϛ΄΄ μγ΄ Οὐενδενίς μη΄ μβ΄ Ϛ΄΄γ΄΄ Οὐελλανίς μθ΄ μβ΄ Ϛ΄΄δ΄΄ καὶ τῆς Δαρδανίας δ΄ πόλεις Ναϊσσός μζ΄ γ΄΄ μβ΄ Ϛ΄΄ Ἀρριβάντιον μζ΄ Ϛ΄΄ μβ΄ Οὐλπιανόν μη΄ Ϛ΄΄ μβ΄ γο΄΄ Σκοῦποι μη΄ Ϛ΄΄ μβ΄ Ϛ΄΄

[10]

Μυσίας τῆς κάτω θέσις.

[Εὐρώπης πίναξ θ΄.]

[1]    Ἡ κάτω Μυσία περιορίζεται ἀπὸ μὲν δύσεως τῷ εἰρημένῳ μέρει τοῦ Κιάβρου ποταμοῦ· ἀπὸ δὲ μεσημβρίας Θρᾴκης μέρει τῷ ἀπὸ τοῦ Κιάβρου ὑπὲρ τὸν Αἷμον τὸ ὄρος μέχρι τοῦ ἐπὶ τὸν Πόντον πέρατος, ὃ ἐπέχει μοίρας νε΄ μδ΄ γο΄΄ ἀπὸ δὲ ἄρκτων τῷ εἰρημένῳ ἀπὸ τοῦ Κιάβρου ποταμοῦ μέρει Δανουβίου μέχρις Ἀξιουπόλεως, καὶ τῷ ἐντεῦθεν Δανουβίῳ, καλουμένῳ δὲ Ἴστρῳ, μέχρι τῶν εἰς τὸν Πόντον ἐκβολῶν, οὗ ἡ μὲν κατὰ Δινογέτειαν πόλιν ἐπιστροφὴ εἴρηται ἐπέχουσα μοίρας νγ΄ μϚ΄ γο΄΄

[2]    Ἡ δὲ ἐφεξῆς τῶν στομάτων τάξις ἔχει οὕτως· ὁ μὲν πρῶτος μερισμὸς τῶν στομάτων ὁ κατὰ Νουϊόδουνον πόλιν ἐπέχει μοίρας

   νδ΄ Ϛ΄΄γ΄΄ μϚ΄ Ϛ΄΄ ἐντεῦθεν δὲ τὸ μὲν νοτιώτατον μέρος περιλαβὸν νῆσον καλουμένην Πεύκην, ἧς θέσις νε΄ γ΄΄ μϚ΄ Ϛ΄΄ ἐκβάλλει εἰς τὸν Πόντον στόματι τῷ λεγομένῳ Ἱερῷ ἢ Πεύκῃ ἐπέχοντι θέσιν νϚ΄ μϚ΄ δ΄΄ τὸ δὲ ἀρκτικώτατον σχίζεται καὶ αὐτὸ κατὰ θέσιν νε΄ μϚ΄ Ϛ΄΄δ΄΄ καὶ τὸ μὲν ἀρκτικώτερον τὸ ἐκ τούτου τοῦ μερισμοῦ μερίζεται καὶ αὐτὸ κατὰ θέσιν νε΄ Ϛ΄΄ μζ΄ εἶτα τὸ μὲν μεσημβρινώτερον τὸ ἐκ τούτου τοῦ μερισμοῦ ἐνεχθὲν παύεται μικρὸν πρὸ τῆς εἰς τὸν Πόντον ἐκβολῆς· τὸ δ' ἀρκτικώτερον ποιῆσαν λίμνην καλουμένην Θιαγόλαν (ἀρκτικωτέραν), ἧς ἡ θέσις νε΄ γο΄΄ μζ΄ δ΄΄ ἐκβάλλει εἰς τὸν Πόντον στόματι, ὃ καὶ αὐτὸ καλοῦσι Θιαγόλαν ἢ Ψιλὸν, οὗ ἡ θέσις νϚ΄ δ΄΄ μζ΄ τὸ δὲ μεσημβρινώτερον τὸ ἐκ τοῦ δευτέρου μερισμοῦ μερίζεται καὶ αὐτὸ κατὰ θέσιν νε΄ γ΄΄ μϚ΄ Ϛ΄΄δ΄΄ καὶ τὸ μὲν ἀρκτικώτερον τὸ ἐκ τούτου τοῦ μερισμοῦ ἐκβάλλει εἰς τὸν Πόντον στόματι καλουμένῳ Βορείῳ, οὖ ἡ θέσις ἐπέχει μοίρας νϚ΄ γ΄΄ μϚ΄ Ϛ΄΄γ΄΄ τὸ δὲ μεσημβρινώτερον σχίζεται καὶ αὐτὸ κατὰ θέσιν νε΄ γο΄΄ μϚ΄ Ϛ΄΄ καὶ τὸ μὲν μεσημβρινώτερον τὸ ἐκ τούτου τοῦ μερισμοῦ ἐκβάλλει εἰς τὸν Πόντον στόματι καλουμένῳ Ναρακίῳ, οὗ ἡ θέσις νϚ΄ Ϛ΄΄ μϚ΄ γ΄΄ τὸ δὲ ἀρκτικώτερον σχίζεται καὶ ταὐτὸ κατὰ θέσιν νϚ΄ μϚ΄ γο΄΄ καὶ τὸ μὲν ἀρκτικώτερον μέρος τὸ ἐκ τούτου τοῦ μερισμοῦ ἐκβάλλει στόματι Ψευδοστόμῳ, οὗ ἡ θέσις νϚ΄ δ΄΄ μϚ΄ γο΄΄ τὸ δὲ μεσημβρινώτερον ἐκβάλλει στόματι λεγομένῳ Καλῷ, οὗ ἡ θέσις νϚ΄ δ΄΄ μϚ΄ Ϛ΄΄

[3]    Ἡ δ' ἀπ' ἀνατολῶν τῆς Μυσίας πλευρὰ ὁρίζεται τῇ ἐφεξῆς τοῖς στόμασι τοῦ Πόντου παραλίῳ μέχρι τοῦ εἰρημένου πρὸς τῇ Θρᾴκῃ πέρατος, ὃ ἐπέχει μοίρας νε΄ μδ΄ γο΄΄ ἧς πλευρᾶς ἡ θέσις ἔχει οὕτως· μετὰ τὸ Ἱερὸν στόμα τοῦ Ἴστρου ποταμοῦ Πτερὸν ἄκρον νϚ΄ γ΄΄ μϚ΄ Ἴστρος πόλις νε΄ γο΄΄ μϚ΄ Τόμοι νε΄ με΄ Ϛ΄΄γ΄΄ Κάλλατις νδ΄ γο΄΄ με΄ Ϛ΄΄ Διονυσόπολις νδ΄ γ΄΄ με΄ δ΄΄ Τιριστὶς ἄκρα νε΄ με΄ Ϛ΄ Ὀδησσός νδ΄ Ϛ΄΄γ΄΄ με΄ Πανύσου ποταμοῦ ἐκβολαί νδ΄ Ϛ΄΄δ΄΄ μδ΄ Ϛ΄΄γ΄΄ Μεσημβρία νε΄ μδ΄ γο΄΄

[4]    Κατέχουσι δὲ τῆς κάτω Μυσίας τὰ μὲν δυσμικὰ Τριβαλλοί, τῶν δὲ ἀνατολικῶν τὰ μὲν ὑπὸ τὸ στόμα τὴν Πεύκην Τρωγλοδύται, τὰ δὲ στόματα Πευκινοί, τὰ δὲ πρὸς τῷ Πόντῳ Κρόβυζοι, καὶ ὑπὲρ αὐτοὺς Οἰτήνσιοι καὶ Ὀβουλήνσιοι, τὰ δὲ μεταξὺ Διμήνσιοι καὶ Πιαρήνσιοι.

[5]    Πόλεις δὲ εἰσὶ παρὰ μὲν τὸν Δανούβιον ποταμὸν αἵδε· Ῥηγιανόν ν΄ μγ΄ γο΄΄ Οἶσκος Τριβαλλῶν να΄ μδ΄ Διακόν να΄ γ΄΄ μδ΄ γ΄΄ Νοοῦαι νβ΄ μδ΄ γο΄΄ Τριμάμμιον νβ΄ γ΄΄ μδ΄΄ Ϛ΄΄γ΄΄ Πριστὴ πόλις νβ΄ γο΄΄ με΄ Ϛ΄΄ Δουρόστορον, λεγίων νγ΄ δ΄΄ με΄ δ΄΄ Λεγίων πρώτη Ἰταλική Τραμαρίσκα νγ΄ Ϛ΄΄ με΄ Ϛ΄΄ Σουκίδαυα νδ΄ με΄ γο΄΄ Ἀξιούπολις νδ΄ γ΄΄ με΄ Ϛ΄΄δ΄΄ Καρσούμ νδ΄ Ϛ΄΄ με΄ Ϛ΄΄γ΄΄ Τροισμίς νδ΄ μϚ΄ γ΄΄ Λεγίων ε΄ Μακεδονική Δινογέτεια νγ΄ Ϛ΄ μϚ΄ γο΄΄ Νουϊόδουνον νδ΄ γο΄΄ μϚ΄ Ϛ΄΄ Σιτιόεντα νε΄ μϚ΄ Ϛ΄΄

[6]    Μεταξὺ δὲ τοῦ ποταμοῦ πόλεις αἵδε· Δαούσδαυα νγ΄ μδ΄ γο΄΄ Τιβίσκα νε΄ μϚ΄ γ΄΄

[7]    Τὴν δὲ ἀπὸ τοῦ ἀρκτικωτάτου στόματος τοῦ Ἴστρου παράλιον μέχρι τῶν τοῦ Βορυσθένους ποταμοῦ ἐκβολῶν καὶ τὴν ἐντὸς χώραν μέχρι τοῦ Ἱεράσου ποταμοῦ κατέχουσιν Ἅρπιοι μὲν ὑπὸ τοὺς Τυραγέτας Σαρμάτας, Βριτολάγαι δὲ ὑπὲρ τοὺς Πευκινούς. Καὶ ἡ μὲν παράλιος ἔχει περιγραφὴν τοιαύτην· μετὰ τὰς τοῦ Βορυσθένους ἐκβολὰς, αἳ ἐπέχουσιν, ὡς εἴρηται, μοίρας

   νζ΄ Ϛ΄΄ μη΄ Ϛ΄΄ Ἀξιάκου ποτ. ἐκβολαί νζ΄ μη΄ Φύσκη πόλις νϚ΄ γο΄΄ μζ΄ γο΄΄ Τύρα ποταμοῦ ἐκβολαί νϚ΄ γ΄΄ μζ΄ γο΄΄ Ἑρμώνακτος κώμη νϚ΄ δ΄΄ μζ΄ Ϛ΄΄ Ἄρπις πόλις νϚ΄ μζ΄ δ΄΄

[8]    Πόλεις δὲ εἰσὶ καὶ ἐν τῇ πλευρᾷ ταύτῃ μεσόγειοι παρὰ μὲν τὸν Ἱέρασον ποταμόν Ζαργίδαυα νδ΄ γο΄΄ μζ΄ Ϛ΄΄δ΄΄ Ταμασίδαυα νδ΄ γ΄΄ μζ΄ Ϛ΄΄ Πιροβορίδαυα νδ΄ μζ΄ μεταξὺ δὲ τοῦ Ἱεράσου καὶ τοῦ Τύρα ποταμοῦ Νικώνιον νϚ΄ γ΄΄ μη΄ Ϛ΄΄ Ὀφιοῦσσα νϚ΄ μη΄ Τύρας πόλις νϚ΄ μζ΄ γο΄΄

[9]    Νῆσοι δὲ παράκεινται τῇ κάτω Μυσίᾳ ἐν τῷ εἰρημένῳ μέρει τοῦ Πόντου ἥ τε καλουμένη Βορυσθένης νῆσος νζ΄ δ΄΄ μζ΄ γο΄΄ καὶ ἡ Ἀχιλλέως ἢ Λευκὴ νῆσος νζ΄ Ϛ΄΄ μζ΄ γο΄΄

[11]

Θρᾴκης θέσις.

[Εὐρώπης πίναξ θ΄.]

[1]    Ἡ Θρᾴκη περιορίζεται ἀπὸ μὲν ἄρκτων τῇ κάτω Μυσίᾳ παρὰ τὴν εἰρημένην γραμμήν· ἀπὸ δὲ δυσμῶν τῇ ἄνω Μυσίᾳ καὶ Μακεδονίας μέρει τῷ ἀπὸ τοῦ εἰρημένου Ὀρβήλου ὄρους μέχρι πέρατος, οὗ ἡ θέσις ἐπέχει μοίρας μθ΄ μα΄ Ϛ΄΄δ΄΄ ἀπὸ δὲ μεσημβρίας τῷ Μακεδονίας μέρει τῷ ἀπὸ τοῦ ἐκτεθειμένου πέρατος μέχρι τῶν τοῦ Νέστου ποταμοῦ ἐκβολῶν διὰ τοῦ Παγγαίου ὄρους καὶ τῇ ἐφεξῆς παραλίῳ τοῦ Αἰγαίου πελάγους καὶ μέρει τοῦ Μέλανος κόλπου καὶ τῇ ἐντεῦθεν ἀποτεμνομένῃ τὴν Χερσόνησον γραμμῇ, ἧς πλευρᾶς ἡ θέσις ἔχει οὕτως·

[2]    Νέστου ποταμοῦ ἐκβολαί

   να΄ Ϛ΄΄δ΄΄ μα΄ Ϛ΄΄δ΄΄ Ἄβδηρα νβ΄ Ϛ΄΄ μα΄ Ϛ΄΄δ΄΄ Μαρώνεια νβ΄ γο΄΄ μα΄ γο΄΄ Ἕβρου ποτ. ἐκβολαί νγ΄ μα΄. Ϛ΄΄ Αἶνος πόλις νγ΄ Ϛ΄΄ μα΄ Ϛ΄΄

   καὶ ἐν τῷ Μέλανι κόλπῳ Μέλανος ποτ. ἐκβολαί νγ΄ Ϛ΄΄ μα΄ Ϛ΄΄ τὸ ὅριον τῆς Χερσονήσου τὸ ἐν τῷ Μέλανι κόλπῳ νγ΄ Ϛ΄΄γ΄΄ μα΄ Ϛ΄΄ ὁμοίως τὸ ἐν τῇ Προποντίδι ὅριον τῆς Χερσονήσου νδ΄ γ΄΄ μα΄ Ϛ΄΄

[3]    Ἀπὸ δὲ ἀνατολῶν τῇ ἐντεῦθεν Προποντίδι καὶ τῷ στόματι τοῦ Πόντου, ὃ καλεῖται Θρᾴκιος Βόσπορος, καὶ τῇ ἐφεξῆς τοῦ Πόντου παραλίῳ μέχρι τοῦ πρὸς τὴν κάτω Μυσίαν ὁρίου, ὃ ἐπέχει μοίρας νε΄ μδ΄ γο΄΄ ἀφ' οὗ ὁρίου ἡ περιγραφὴ ἔχει οὕτως· μετὰ τὴν Μεσημβρίαν τῆς Μυσίας Ἀγχίαλος νδ΄ Ϛ΄΄δ΄΄ μδ΄ Ϛ΄΄ Ἀπολλωνία νδ΄ Ϛ΄΄γ΄΄ μδ΄ γ΄΄ Τόνζου νε΄ μδ΄ Ϛ΄΄ Περοντικόν νε΄ Ϛ΄΄ μδ΄ Θυνιὰς ἄκρα νε΄ γο΄΄ μδ΄ Σαλμυδησσὸς αἰγιαλός νε΄ γ΄΄ μγ΄ γο΄΄ Φιλία ἄκρα νε΄ Ϛ΄΄ μγ΄ Ϛ΄΄ Φινόπολις νε΄ Ϛ΄΄ μγ΄ γ΄΄

   καὶ ἐν τῷ στόματι τοῦ Πόντου Βυζάντιον νϚ΄ μγ΄ ιβ΄΄

[4]    Εἶτα ἐν τῇ Προποντίδι Βαθυνίου ποτ. ἐκβολαί νε΄ Ϛ΄΄ μγ΄ Ἀθύρα ποτ. ἐκβολαί νε΄ Ϛ΄΄ μβ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Σηλυμβρία νε΄ μβ΄ Ϛ΄΄ Πέρινθος νδ΄ Ϛ΄΄γ΄΄ μβ΄ γ΄΄ Ἄρζου ποτ. ἐκβολαί νδ΄ Ϛ΄΄γ΄΄ μβ΄ Ϛ΄΄ Βισάνθη νδ΄ Ϛ΄΄γ΄΄ μβ΄ Μακρὸν Τεῖχος νδ΄ Ϛ΄΄γ΄΄ μα΄ Ϛ΄΄γ΄΄ Πακτύη νδ΄ Ϛ΄΄ μα΄ Ϛ΄΄δ΄΄ καὶ ἑξῆς τὸ εἰρημένον ὅριον τῆς Χερσονήσου.

[5]    Ὀρέων δὲ τῶν ἐπισήμων τῆς Θρᾴκης ὁ μὲν Αἷμος τὸ ὄρος κεῖται παρὰ τὴν συναφὴν τῆς κάτω Μυσίας ἐκτεταμένον, ἡ δὲ Ῥοδόπη τὸ ὄρος ὑπὲρ τὸν Νέστον ποταμὸν καὶ τὸν Ἕβρον ποταμὸν, ὧν τὸ μεταξύ πως πρὸς τῇ θαλάσσῃ λίμνη ἐστὶν, ἥτις καλεῖται Βιστονὶς λίμνη, ἐπέχουσα μοίρας νβ΄ Ϛ΄΄ μα΄ Ϛ΄΄γ΄΄

[6]    Στρατηγίαι δὲ εἰσὶν ἐν τῇ ἐπαρχίᾳ πρὸς μὲν ταῖς Μυσίαις καὶ περὶ τὸν Αἷμον τὸ ὄρος ἀρχομένοις ἀπὸ δυσμῶν Δανθηλητικὴ, Σαρδικὴ, Οὐσδικησικὴ, Σελλητική· πρὸς δὲ τῇ Μακεδονίᾳ καὶ τῷ Αἰγαίῳ πελάγει ὁμοίως στρατηγίαι Μαιδικὴ, Δροσικὴ, Κοιλητικὴ, Σαπαϊκὴ, Κορπιλικὴ, Καινική· καὶ ὑπὲρ μὲν τὴν Μαιδικὴν Βεσσικὴ, ὑφ' ἣν Βεννικὴ, εἶτα Σαμαϊκή· παρὰ δὲ τὴν ἀπὸ Περίνθου πόλεως μέχρις Ἀπολλωνίας παράλιον ἡ Ἀστικὴ στρατηγία.

[7]    Πόλεις δέ εἰσι μεσόγειοι τῆς Θρᾴκης Πραισίδιον να΄ γ΄΄ μγ΄ Ϛ΄΄ Νικόπολις ἡ περὶ Αἷμον νβ΄ μγ΄ Ϛ΄΄ Ὄσταφος νβ΄ Ϛ΄΄ μγ΄ Ϛ΄΄ Οὔαλλα νβ΄ γο΄΄ μγ΄ Ϛ΄΄δ΄΄ Ὀπίσηνα νγ΄ γ΄΄ μδ΄ Δεουελτὸς κολωνία νδ΄ γ΄΄ μδ΄ δ΄΄ Ὀρκελίς νδ΄ γ΄΄ μγ΄ γο΄΄ Καρπούδαιμον νδ΄ μγ΄ ιβ΄΄ Βιζύη νδ΄ Ϛ΄΄γ΄΄ μγ΄ Ϛ΄΄δ΄΄ Σαρδική ν΄ Ϛ΄΄ μγ΄ Τέρτα να΄ γο΄΄ μγ΄ ιβ΄΄ Φιλιππόπολις νβ΄ Ϛ΄΄ μβ΄ Ϛ΄΄δ΄΄ Ἄρζος νγ΄ δ΄΄ μγ΄ Ϛ΄΄ Τόνζος νδ΄ Ϛ΄΄ μγ΄ γ΄΄ Καβύλη νδ΄ Ϛ΄΄γ΄΄ μγ΄ δ΄΄ Βεργούλη νδ΄ Ϛ΄΄ μγ΄ Παυταλία ν΄ μβ΄ Ϛ΄΄ Νικόπολις ἡ περὶ Νέστον να΄ Ϛ΄΄δ΄΄ μβ΄ γ΄ Τοπιρίς να΄ γ΄΄ μβ΄ Πέργαμον νβ΄ μβ΄ Ϛ΄΄ Τραϊανόπολις νγ΄ μβ΄ δ΄΄ Πλωτινόπολις νγ΄ γο΄΄ μβ΄ γο΄΄ Δρουσιπάρα νδ΄ Ϛ΄΄ μβ΄ γο΄΄ Δύμη νβ΄ Ϛ΄΄γ΄΄ μα΄ Ϛ΄΄δ΄΄ Κύψελα νγ΄ ιβ΄ μα΄ γο΄΄ Ἀφροδισιάς νγ΄ Ϛ΄΄ιβ΄΄ μα΄ γο΄΄ Ἄπροι κολωνία νδ΄ μβ΄ Ἡράκλεια νδ΄ γ΄΄ μα΄ Ϛ΄΄ γ΄΄ Λυσιμαχία νδ΄ Ϛ΄΄ μα΄ Ϛ΄΄

[8]    Νῆσοι δὲ παράκεινται τῇ Θρᾴκῃ ὑπὲρ μὲν τὸν Βόσπορον ἡ δυτικωτέρα τῶν Κυανέων νῆσος νϚ΄ γ΄΄ μγ΄ γ΄΄

   ἐν δὲ τῇ Προποντίδι νῆσος Προκόννησος νε΄ Ϛ΄΄ μβ΄

   ἐν δὲ τῷ Αἰγαίῳ πελάγει νῆσοι Θάσος νῆσος καὶ πόλις να΄ Ϛ΄΄δ΄΄ μα΄ Ϛ΄΄ Σαμοθρᾴκη νῆσος καὶ πόλις νβ΄ Ϛ΄΄ μα΄ δ΄΄ Ἴμβρος νγ΄ γ΄΄ μα΄ δ΄΄

[Χερσονήσου θέσις.]

[9]    Ἡ δὲ Χερσόνησος περιορίζεται ἀπὸ μὲν ἄρκτων τῇ εἰρημένῃ ὑπὸ τὴν Θρᾴκην γραμμῇ ἀπὸ τοῦ Μέλανος κόλπου ἐπὶ τὴν Προποντίδα καὶ τῷ ἐντεῦθεν μέρει τῆς Προποντίδος τῷ μέχρι Καλλιπόλεως, ἧς θέσις νε΄ μα΄ Ϛ΄΄ ἀπὸ δὲ δύσεως τῷ λοιπῷ μέρει τοῦ Μέλανος κόλπου, ἐν ᾧ Καρδία πόλις νδ΄ μα΄ ιβ΄΄ καὶ ἡ Μαστουσία ἄκρα νδ΄ Ϛ΄΄ μ΄ γο΄΄ ἀπὸ δὲ μεσημβρίας τῷ ἐντεῦθεν Αἰγαίῳ πελάγει, ἐν ᾧ πόλις Ἐλαιοῦς νδ΄ Ϛ΄΄ μ΄ Ϛ΄΄δ΄΄ καὶ τὸ ἐχόμενον ἄκρον νδ΄ γο΄ μ΄ Ϛ΄΄δ΄΄ ἀπὸ δὲ ἀνατολῶν τῷ Ἑλλησπόντῳ, ἐν ᾧ πόλεις· Κοῖλα νδ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ μα΄ Σεστός νδ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ μα΄ δ΄΄ ἑξῆς δὲ καὶ ἡ εἰρημένη πόλις Καλλίπολις νε΄ μα΄ Ϛ΄΄

[12]

Μακεδονίας θέσις.

[Εὐρώπης πίναξ ι΄.]

[1]    Ἡ Μακεδονία περιορίζεται ἀπὸ μὲν ἄρκτων ταῖς ἐκτεθειμέναις πλευραῖς Δαλματίας καὶ Μυσίας τῆς ἄνω καὶ Θρᾴκης· ἀπὸ δὲ δυσμῶν τῷ Ἰονίῳ πελάγει τῷ ἀπὸ Δυρραχίου (ἤτοι Ἐπιδάμνου) μέχρι Κελύδνου ποταμοῦ κατὰ τὴν περιγραφὴν τοιαύτην·

[2]    Γαυλαντίων Δυρράχιον με΄ μ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Πανυάσου ποτ. ἐκβολαί με΄ μ΄ γο΄΄ Ἄψου ποταμοῦ ἐκβολαί με΄ ιβ΄΄ μ΄ Ϛ΄΄ Ἀπολλωνία με΄ ιβ΄΄ μ΄ Ϛ΄΄ Ἀώου ποταμοῦ ἐκβολαί με΄ μ΄ Αὐλὼν πόλις, ἐπίνειον μδ΄ Ϛ΄΄γ΄΄ λθ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄

[3]    Ἐλιμιωτῶν Βουλλίς με΄ λθ΄ Ϛ΄΄δ΄΄

[4]    Ὀρεστίδος Ἀμαντία μδ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ λθ΄ Ϛ΄΄ Κελύδνου ποτ. ἐκβολαί με΄ λθ΄ γ΄΄ ἀπὸ δὲ μεσημβρίας τῇ ἐντεῦθεν γραμμῇ παρὰ μὲν τὴν Ἤπειρον ἕως πέρατος, οὗ ἡ θέσις μθ΄ λη΄ Ϛ΄΄ ἐφ' ἧς γραμμῆς διατείνει τὸ Πίνδον ὄρος, οὗ τὸ μέσον ἐπέχει μοίρας μζ΄ γο΄΄ λη΄ Ϛ΄΄δ΄΄ παρὰ δὲ τὴν Ἀχαΐαν ἑξῆς μέχρι τοῦ Μαλιακοῦ κόλπου κατὰ πέρας, οὗ ἡ θέσις να΄ λη΄ γ΄΄ ιβ΄΄ ἐφ' ἧς γραμμῆς ἔστιν ἡ Οἴτη τὸ ὄρος, οὗ τὸ μέσον ἐπέχει μοίρας ν΄ Ϛ΄΄ λη΄ γ΄΄ ιβ΄΄

[6]    Ἀπὸ δὲ ἀνατολῶν τῷ τε εἰρημένῳ τῆς Θρᾴκης μέρει καὶ τοῖς κόλποις τοῦ Αἰγαίου πελάγους τοῖς ἀπὸ Νέστου ποταμοῦ μέχρι τοῦ ἐκτεθειμένου πέρατος τοῦ Μαλιακοῦ κόλπου, ὧν ἡ περιγραφὴ ἔχει οὕτως· μετὰ τὸν Νέστον ποταμὸν, ὅς ἐστιν ὅριον τῆς Θρᾴκης, ἐπέχων μοίρας να΄ Ϛ΄΄δ΄΄ μα΄ Ϛ΄΄δ΄΄

[7]    ἐν τῷ Στρυμονικῷ κόλπῳ Ἠδωνίδος παραλίου Νεάπολις να΄ δ΄΄ μα΄ Ϛ΄΄δ΄΄ Οἰσύμη ν΄ Ϛ΄΄γ΄΄ μα΄ Ϛ΄΄δ΄ Στρυμόνος ποτ. ἐκβολαί ν΄ δ΄΄ μα΄ γ΄΄ ιβ΄΄

[8]    Ἀμφαξίτιδος Ἀρέθουσα ν΄ Ϛ΄΄ μα΄ γ΄΄ Στάγειρα ν΄ γ΄΄ μα΄ Ϛ΄΄

[9]    Χαλκιδικῆς Πάνορμος λιμὴν καὶ πόλις ν΄ γο΄΄ μα΄ Ἄθως ὄρος να΄ μα΄ Ϛ΄΄ Ἄθως ἄκρον καὶ πόλις να΄ δ΄΄ μα΄ δ΄΄ τὸ μέσον τοῦ ὄρους να΄ Ϛ΄΄ μα΄ Νύμφαιον ἄκρον να΄ Ϛ΄΄ μ΄ Ϛ΄΄δ΄΄ καὶ ἐν τῷ Σιγγιτικῷ κόλπῳ Στρατονίκη ν΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ μ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Ἄκανθος ν΄ γο΄΄ μ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Σίγγος ν΄ Ϛ΄΄ μ΄ γο΄΄

[10]    Παρακτίας Ἄμπελος ἄκρα να΄ δ΄΄ μ΄ Ϛ΄΄ Δέρρις ἄκρα να΄ δ΄΄ μ΄ γ΄΄ Τορώνη ν΄ Ϛ΄΄δ΄΄ μ΄ γ΄΄ ιβ΄΄ τοῦ Τορωναϊκοῦ κόλπου ὁ μυχός ν΄ γο΄΄ μ΄ γ΄΄ ιβ΄΄ Παλλήνης τῆς χερσονήσου ὁ αὐχήν να΄ μ΄ ιβ΄΄ Καναστραῖον ἄκρον να΄ δ΄΄ λθ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Κασσάνδρεια να΄ ιβ΄΄ μ΄ καὶ ἐν τῷ Θερμαϊκῷ κόλπῳ Χάβριος ποταμοῦ ἐκβολαί ν΄ γο΄΄ μ΄ ιβ΄΄ Γιγωνὶς ἄκρα ν΄ Ϛ΄΄ μ΄ ιβ΄΄

[11]    Ἀμφαξίτιδος Θεσσαλονίκη μθ΄ Ϛ΄΄γ΄΄ μ΄ γ΄΄ Ἐχεδώρου ποτ. ἐκβολαί μθ΄ Ϛ΄΄δ΄΄ μ΄ δ΄΄ Ἀξίου ποταμοῦ ἐκβολαί μθ΄ γο΄΄ μ΄ Ϛ΄΄

[12]    Πιερίας Λυδίου ποταμοῦ ἐκβολαί μθ΄ Ϛ΄΄ μ΄ Πύδνα μθ΄ γο΄΄ λθ΄ Ϛ΄΄δ΄΄ Ἁλιάκμονος ποτ. ἐκβολαί μθ΄ Ϛ΄΄γ΄΄ λθ΄ γο΄΄ Δῖον κολωνία ν΄ λθ΄ Ϛ΄΄ιβ΄΄ Βαφύρον ποταμοῦ ἐκβολαί ν΄ Ϛ΄΄ λθ΄ Ϛ΄΄ Πηνειοῦ ποταμοῦ ἐκβολαί ν΄ Ϛ΄΄ λθ΄ γ΄΄ ιβ΄΄

[13]    Πελασγιωτῶν Μαγνησία ἄκρα να΄ γο΄΄ λθ΄ Ϛ΄΄ Σηπιὰς ἄκρα να΄ Ϛ΄΄δ΄΄ λθ΄ δ΄΄ Αἰάντειον να΄ γο΄΄ λθ΄ δ΄΄ Ἰωλκός να΄ Ϛ΄΄ λθ΄ δ΄΄

[14]    Φθιώτιδος ἐν τῷ Πελασγικῷ κόλπῳ Παγασαί ν΄ Ϛ΄΄γ΄΄ λη΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Δημητριάς ν΄ Ϛ΄΄ λη΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Ποσείδιον ἄκρον να΄ Ϛ΄΄ λη΄ Ϛ΄΄γ΄΄ Λάρισσα να΄ γ΄΄ λη΄ Ϛ΄΄δ΄΄ Ἐχῖνος να΄ Ϛ΄΄ λη΄ Ϛ΄΄δ΄΄ Σπέρχεια να΄ λη΄ γο΄΄ Θῆβαι Φθιώτιδος να΄ λη΄ Ϛ΄΄ιβ΄΄ Σπερχειοῦ ποταμοῦ ἐκβολαί να΄ λη΄ Ϛ΄΄

[15]    Ἄρχεται δὲ ὁ μὲν Στρυμὼν ποταμὸς ἀπὸ τῶν ἐν μεθορίῳ Θρᾴκης καὶ Μακεδονίας ὀρέων κατὰ θέσιν ἐπέχων μοίρας μη΄ γο΄΄ μβ΄ ὁ δὲ Ἀξιὸς ποταμὸς ἀπό τε τοῦ Σκάρδου ὄρους κατὰ θέσιν μζ΄ μα΄ γο΄΄ καὶ ἀπὸ τῶν ὑπὸ τὴν Δαλματίαν ὀρέων ὧν θέσις μϚ΄ μα΄ δ΄΄ συμβάλλουσί τε ἀλλήλαις αἱ ἀρχαὶ κατὰ θέσιν μθ΄ δ΄΄ μ΄ δ΄΄ ὁ δὲ Ἁλιάκμων ποταμὸς ἀπὸ τῶν Κανδαυΐων ὀρέων κατὰ θέσιν μϚ΄ γο΄΄ μ΄ Ϛ΄΄ ὁ δὲ Πηνειὸς ποταμὸς ἀπὸ τοῦ Πίνδου ὄρους κατὰ θέσιν μζ΄ Ϛ΄΄ λθ΄ καὶ ὁ Σπερχειὸς ποταμὸς ὁμοίως κατὰ θέσιν μη΄ Ϛ΄΄ λη΄ γο΄΄

[16]    Ὀρέων δὲ τῶν ὀνομαστῶν τοῦ μὲν Βερτίσκου τὸ μέσον ἐπέχει μοίρας μθ΄ Ϛ΄΄ μα΄ δ΄΄ τοῦ δὲ Βερμίου ὄρους μη΄ Ϛ΄΄ λθ΄ Ϛ΄΄γ΄΄ τοῦ δὲ Κερκετησίου μϚ΄ γο΄΄ λθ΄ γο΄΄ τοῦ δὲ Κιταρίου ὄρους μη΄ γο΄΄ λθ΄ Ϛ΄΄ τοῦ δὲ Ὀλύμπου ὄρους ν΄ λθ΄ γ΄΄ τῆς δὲ Ὄσσης ὄρους ν΄ γο΄΄ λθ΄ γ΄΄ τοῦ δὲ Πηλίου ὄρους να΄ Ϛ΄΄ λθ΄ γ΄΄ τῆς δὲ Ὀθρύος ὄρους ν΄ λη΄ γο΄΄

[17]    Πόλεις δέ εἰσιν ἐν τῇ Μακεδονίᾳ μεσόγειοι αἵδε·

   Ταυλαντίων Ἄρνισσα με΄ γ΄΄ μ΄ γο΄΄

[18]    Ἐλιμιωτῶν Ἐλιμία με΄ γο΄΄ λθ΄ γο΄΄

[19]    Ὀρεστίδος Ἀμαντία μϚ΄ λθ΄ γ΄΄

[20]    Ἀλβανῶν Ἀλβανόπολις μϚ΄ μα΄ ιβ΄΄

[21]    Ἀλμωπῶν Ὅρμα μϚ΄ Ϛ΄΄δ΄΄ μα΄ Ϛ΄΄ Εὐρωπός μϚ΄ Ϛ΄΄ μα΄ γ΄΄ Ἄψαλος μϚ΄ γ΄΄ μα΄ ιβ΄΄

[22]    Ὀρβηλίας Γαρησκός μζ΄ Ϛ΄΄γ΄΄ μα΄ γο΄΄

[23]    Ἐορδαίων Σκαμπίς με΄ Ϛ΄΄δ΄΄ μ΄ γ΄΄ Διβολία με΄ Ϛ΄΄δ΄΄ μ΄ Ϛ΄΄ Δαυλία με΄ Ϛ΄΄ μ΄

[24]    Ἀστραίων Ἄστραιον μϚ΄ γ΄΄ μ΄ Ϛ΄΄γ΄΄

[25]    Παιονίας Δόβηρος μϚ΄΄ γο΄΄ μ΄ Ϛ΄΄δ΄΄ Ἄλωρος μζ΄ δ΄΄ μα΄ Ϛ΄΄

[26]    Ἰωρῶν Ἴωρον μζ΄ Ϛ΄΄δ΄΄ μα΄ δ΄΄

[27]    Σιντικῇς Τρίστωλος μη΄ μα΄ Ϛ΄΄ Παρθικόπολις μη΄ γο΄΄ μα΄ γο΄΄ Ἡράκλεια Σιντική μθ΄ Ϛ΄΄ μα΄ γο΄΄

[28]    Ὀδομαντικῆς καὶ Ἠδωνίδος Σκοτοῦσσα μθ΄ Ϛ΄΄ μα΄ Ϛ΄΄γ΄΄ Βέργα μθ΄ Ϛ΄΄γ΄΄ μα΄ γο΄΄ Γάσωρος ν΄ δ΄΄ μα΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Ἀμφίπολις ν΄ μα΄ Ϛ΄΄ Φίλιπποι ν΄ Ϛ΄΄δ΄΄ μα΄ Ϛ΄΄γ΄΄ ιβ΄΄

[29]    Δεσαρητίων Εὔϊα μϚ΄ ιβ΄΄ μ΄ δ΄΄ Λυχνιδός μϚ΄ Ϛ΄΄γ΄΄ μ΄ γ΄΄

[30]    Λυγκηστίδος Ἡράκλεια μζ΄ γο΄΄ μ΄ γο΄΄

[31]    Πελαγόνων Αὐδάριστος μη΄ μ΄ Ϛ΄΄γ΄΄ ιβ΄ Στόβοι μη΄ Ϛ΄΄ μα΄ γ΄΄

[32]    Βισαλτίας Ἄρρωλος μθ΄ Ϛ΄΄ μα΄ γ΄΄ Εὐπορία μθ΄ γ΄΄ μα΄ Ϛ΄΄ Καλλίτεραι μθ΄ Ϛ΄΄ μα΄ Ϛ΄΄ Ὄσσα μθ΄ Ϛ΄΄δ΄΄ μα΄

[33]    Μυγδονίας Ἀντιγόνεια μη΄ γο΄΄ μα΄ Ϛ΄΄ Καλίνδοια μη΄ γο΄΄ μ΄ Ϛ΄΄γ΄΄ Βαῖρος μη΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ μ΄ γο΄΄ Φύσκαι μθ΄ μα΄ Τέρπυλλος μθ΄ Ϛ΄΄ μ΄ Ϛ΄΄γ΄΄ Καρραβία μθ΄ ιβ΄΄ μ΄ Ϛ΄΄ Ξυλόπολις μθ΄ γ΄΄ μα΄ Ἄσσηρος μθ΄ Ϛ΄΄ μ΄ γο΄΄ Ἀπολλωνία Μυγδονίας μθ΄ Ϛ΄΄ μ΄ Ϛ΄΄ Λήτη μθ΄ γ΄΄ μ΄ γ΄΄

[34]    Χαλκιδικῆς Αὐγαία ν΄ δ΄΄ μ΄ γο΄΄

[35]    Παρακτίας Κλίται ν΄ γ΄΄ μ΄ γ΄΄ Μόρυλλος ν΄ Ϛ΄΄ μ΄ δ΄΄ Ἀντιγόνεια ἢ Ψαφαρά ν΄ Ϛ΄΄δ΄΄ μ΄ Ϛ΄΄

[36]    Ἠμαθίας Εὐρωπός μζ΄ γ΄΄ μ΄ γ΄΄ Τύρισσα μζ΄ Ϛ λθ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Σκύδρα μζ΄ γο΄΄ μ΄ γ΄΄ Μίεζα μη΄ λθ΄ Ϛ΄΄δ΄΄ Κύρρος μη΄ Ϛ΄΄ μ΄ γο΄΄ Ἰδομένη μη΄ Ϛ΄΄ μ΄ Ϛ΄΄γ΄΄ Γορδυνία μη΄ γο΄΄ μ΄ δ΄΄ Ἔδεσσα μη΄ Ϛ΄΄δ΄΄ μ΄ γ΄΄ Βέροια μη΄ Ϛ΄΄δ΄΄ λθ΄ Ϛ΄΄γ΄΄ Αἰγαία μη΄ γο΄΄ λθ΄ γο΄΄ Πέλλα μθ΄ γ΄΄ μ΄ ιβ΄΄

[37]    Πιερίας Φυλάκαι μθ΄ γ΄΄ λθ΄ Ϛ΄΄ Οὐάλλαι μθ΄ γο΄΄ λθ΄ Ϛ΄΄

[38]    Παραυαίων Ἐρίβοια μϚ΄ γο΄΄ λθ΄΄ Ϛ΄΄δ΄΄

[39]    Πελασγιωτῶν Δολίχη μζ΄ Ϛ΄΄ λθ γο΄΄ Ἀζώριον μζ΄ Ϛ΄΄δ΄΄ λθ΄ Ϛ΄΄ Πύθιον μζ΄ Ϛ΄΄γ΄΄ λθ΄ Ϛ΄΄ Γόννος μη΄ ιβ΄΄ λθ΄ Ϛ΄΄ιβ΄΄ Ἄτραξ μη΄ Ϛ΄΄ λθ΄ γ΄΄ ιβ΄΄ Ἰλέτιον μθ΄ ιβ΄΄ λθ΄ γ΄΄ ιβ΄΄ Σκοτοῦσσα μθ΄ Ϛ΄΄ λθ΄ Ϛ΄΄ Λάρισσα ν΄ λθ΄ Ϛ΄΄ Φεραί ν΄ Ϛ΄΄ λθ΄ Ϛ΄΄

[40]    Τυμφαίας Γυρτώνη μϚ΄ Ϛ΄΄γ΄΄ λθ΄ Ϛ΄΄

[41]    Ἑστιαιωτῶν Φαιστός μζ΄ δ΄΄ λθ΄ γ΄΄ Γόμφοι μζ΄ γο΄΄ λθ΄ Ϛ΄΄ Αἰγίνιον μη΄ λθ΄ γ΄΄ Τρίκκα μη΄ ιβ΄ λθ΄ Κτιμεναί μη΄ Ϛ΄΄δ΄΄ λθ΄ Ϛ΄΄ Χυρετίαι μθ΄ λθ΄ Μητρόπολις μθ΄ γ΄΄ λθ΄

[42]    Θεσσαλῶν Ὕπατα μζ΄ Ϛ΄΄γ΄΄ λη΄ Ϛ΄΄γ΄΄ Σωσθενίς μη΄ δ΄ λη΄ Ϛ΄΄γ΄΄ Ὅμιλαι μη΄ γο΄΄ λη΄ γο΄΄ Κύπαιρα μθ΄ λη΄ γο΄΄ Φαλανθία μθ΄ Ϛ΄΄ λη΄ Ϛ΄΄δ΄΄

[43]    Φθιώτιδος Ναρθάκιον ν΄ Ϛ΄΄ λη΄ Ϛ΄΄δ΄΄ Κορώνεια ν΄ Ϛ΄΄ λη΄ Ϛ΄΄γ΄΄ Μελίταια ν΄ γο΄΄ λθ΄ Ἐρέτρια ν΄ δ΄΄ λη΄ Ϛ΄΄γ΄΄ Λάμια ν΄ Ϛ΄΄ λη΄ Ϛ΄΄ιβ΄ Ἡράκλεια Φθιώτιδος ν΄ Ϛ΄΄γ΄΄ λη΄ Ϛ΄΄

[44]    Νῆσοι δὲ παράκεινται τῇ Μακεδονίᾳ ἐν μὲν τῷ Ἰονίῳ πελάγει Σάσων νῆσος μδ΄ Ϛ΄΄ λθ΄ Ϛ΄΄ ἐν δὲ τῷ Αἰγαίῳ πελάγει Λῆμνος νῆσος, ἐν ᾗ πόλεις δύο Μύρινα νβ΄ γ΄΄ μ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ καὶ Ἡφαιστιὰς μεσόγειος νβ΄ Ϛ΄΄ μα΄ Σκίαθος νῆσος καὶ πόλις νβ΄ Ϛ΄΄ λθ΄ δ΄΄ Πεπάρηθος νῆσος καὶ πόλις Σκόπελος νβ΄ Ϛ΄΄ λθ΄ γ΄΄ Σκῦρος νῆσος καὶ πόλις νδ΄ λθ΄

[13]

Ἠπείρου θέσις.

[Εὐρώπης πίναξ ι΄]

[1]    Τῆς Ἠπείρου ἡ μὲν ἀρκτικωτάτη πλευρὰ διορίζεται τῷ τῆς Μακεδονίας μέρει κατὰ τὴν εἰρημένην γραμμήν· ἡ δὲ ἀπ' ἀνατολῶν τῇ ἐντεῦθεν γραμμῇ παρὰ τὴν Ἀχαΐαν μέχρι τῆς τοῦ Ἀχελῴου ποταμοῦ ἐκβολῆς, ἧς ἡ θέσις ἐπέχει μοίρας μη΄ γ΄ ιβ΄΄ λζ΄ Ϛ΄΄ ἡ δὲ ἀπὸ δύσεως πλευρὰ τῇ κατὰ τὰ Ἀκροκεραύνια τοῦ Ἰονίου πελάγους παραλίῳ, ἧς ἡ περιγραφὴ ἔχει οὕτως·

[2]    Χαονίας Ὤρικον με΄ λθ΄ δ΄΄ ἡ ἀκρώρεια τῶν Ἀκροκεραυνίων ὀρέων μδ΄ γ΄΄ ιβ΄΄ λθ΄ Ϛ΄΄ Πάνορμος λιμήν με΄ λη΄ γο΄΄ Ὅγχησμος λιμήν με΄ γ΄΄ λη΄ Ϛ΄΄ιβ΄΄ Κασσιόπη λιμήν με΄ Ϛ΄΄ λη΄ γ΄΄ ιβ΄΄ ἡ δὲ ἀπὸ μεσημβρίας πλευρὰ τῷ ἐντεῦθεν μέχρι τοῦ Ἀχελῴου ποταμοῦ Ἀδριατικῷ πελάγει κατὰ περιγραφὴν τῆς παραλίου τοιαύτην·

[3]    Θεσπρωτῶν Ποσείδιον ἄκρον με΄ Ϛ΄΄δ΄΄ λη΄ Ϛ΄΄ Βουθρωτὸν κόλπος με΄ Ϛ΄΄δ΄΄ λη΄ γ΄΄ Πηλώδης λιμήν μϚ΄ Ϛ΄΄ λη΄ γ΄΄ Θύαμις ἄκρα Ἀλμίνης μϚ΄ Ϛ΄΄ λη΄ Θυάμιος ποταμοῦ ἐκβολαί μϚ΄ δ΄΄ λη΄ ιβ΄΄ Σύβοτα λιμήν μϚ΄΄ Ϛ΄΄δ΄΄ λη΄ Τορύνη μϚ΄΄ Ϛ΄΄γ΄΄ λη΄ Ἀχέροντος ποτ. ἐκβολαί μζ΄ Ϛ΄΄ λη΄ Ἐλαίας λιμήν μζ΄ δ΄΄ λζ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Νικόπολις ἐν τῷ Ἀμπρακίω κόλπῳ μζ΄ Ϛ΄΄ιβ΄΄ λζ΄ Ϛ΄΄γ΄΄ ιβ΄

[4]    Ἀκαρνάνων Ἀράχθου ποτ. ἐκβολαί μζ΄ Ϛ΄΄γ΄΄ λη΄ δ΄΄ Ἀμπρακία μη΄ λη΄ γ΄΄ Ἄκτιον μζ΄ γο΄΄ λζ΄ Ϛ΄΄δ΄΄ Λευκὰς ἄκρα μζ΄ Ϛ΄΄γ΄΄ λζ΄ γ΄΄ Ἀλύζεια μη΄ γ΄΄ λζ΄ γ΄΄ ιβ΄΄ Ἀχελῴου ποταμοῦ ἐκβολαί μη΄ γ΄΄ ιβ΄΄ λζ΄ Ϛ΄΄

   Πόλεις δέ εἰσι τῆς Ἠπείρου μεσόγειοι [5] Χαόνων Ἀντιγόνεια με΄ δ΄΄ λθ΄ Ϛ΄΄ Φοινίκη με΄ γ΄΄ λη΄ Ϛ΄΄δ΄΄ Ἑκατόμπεδον Δωδωνέων με΄ γο΄΄ λθ΄ Ὀμφάλιον με΄ γο΄΄ λη΄ γο΄΄ Ἐλαιοῦς με΄ γο΄΄ λη΄ Ϛ΄΄

[6]    Κασσωπαίων, ὑπὲρ οὓς εἰσὶ Δόλοπες Κασσώπη μζ΄ λη΄ γ΄΄

[7]    Ἀμφιλόχων, ὧν εἰσιν Ἀθαμᾶνες ἀνατολικώτεροι, Ἄργος Ἀμφιλοχικόν μη΄ γ΄΄ λη΄ Ϛ΄΄

[8]    Ἀκαρνάνων Ἀστακός μη΄ δ΄΄ λζ΄ Ϛ΄΄δ΄΄

[9]    Νῆσοι δὲ παράκεινται τῇ Ἠπείρῳ ἥ τε Κόρκυρα μεγάλη οὖσα κατὰ περιγραφὴν τοιαύτην· Κασσιόπη πόλις καὶ ἄκρα με΄ ιβ΄΄ λη΄ δ΄΄ Πτυχία με΄ Ϛ΄΄ λη΄ Κόρκυρα πόλις με΄ γο΄΄ λζ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Λεύκιμμα ἄκρα μϚ΄ γ΄΄ λζ΄ Ϛ΄΄δ΄΄ Ἀμφίπυργος ἄκρα με΄ Ϛ΄΄ λζ΄ γο΄΄ Φαλακρὸν ἄκρον με΄ λη΄ καὶ ἡ Κεφαλληνία νῆσος, ἧς ὁμώνυμος πόλις ἐπέχει μοίρας μζ΄ γο΄΄ λζ΄ Ϛ΄΄ τὸ δὲ ἀρκτικώτατον αὐτῆς ἄκρον μζ΄ γο΄΄ λζ΄ Ϛ΄΄ τὸ δὲ μεσημβρινόν μζ΄ Ϛ΄΄δ΄΄ λϚ΄ γο΄΄ καὶ ἡ Ἐρικοῦσα νῆσος μδ΄ γο΄΄ λη΄ καὶ ἡ Σκόπελος νῆσος με΄ λζ΄Ϛ΄΄ γ΄΄ ιβ΄΄ καὶ ἡ Λευκὰς νῆσος μζ΄ Ϛ΄΄δ΄΄ λζ΄ Ϛ΄΄ιβ΄΄ καὶ αἱ Ἐχινάδες νῆσοι μη΄ Ϛ΄΄ λζ΄ γ΄΄ καὶ ἡ Ἰθάκη, ἐν ᾗ καὶ ὁμώνυμος πόλις μη΄ λζ΄ Ϛ΄΄ καὶ ἡ Λητῴα νῆσος μζ΄ λϚ΄ Ϛ΄΄δ΄΄ καὶ ἡ Ζάκυνθος, ἐν ᾗ καὶ ὁμώνυμος πόλις μζ΄ Ϛ΄΄ λϚ΄ Ϛ΄΄

[14]

Ἀχαΐας θέσις.

[Εὐρώπης πίναξ ι΄.]

[1]    Τῆς Ἀχαΐας ἡ μὲν συνημμένη ταῖς εἰρημέναις ἐπαρχίαις μέχρι τοῦ ἰσθμοῦ τῆς Πελοποννήσου, ἣν Ἑλλάδα καλοῦσιν, ὁρίζεται ἀπὸ μὲν δύσεως τῇ Ἠπείρῳ, ἀπὸ δὲ ἄρκτων τῇ τε Μακεδονίᾳ κατὰ τὰς εἰρημένας πλευρὰς καὶ μέρει τοῦ Αἰγαίου πελάγους, ἀπὸ δὲ ἀνατολῶν τῷ ἐφεξῆς μέρει τοῦ Αἰγαίου πελάγους ἕως Σουνίου ἄκρου, ἀπὸ δὲ μεσημβρίας τῷ τε Ἀδριατικῷ πελάγει κατὰ τὴν ἀπὸ τοῦ Ἀχελῴου ποταμοῦ παράλιον τοῦ Κορινθιακοῦ κόλπου καὶ αὐτῷ τῷ ἰσθμῷ καὶ τῷ ἐντεῦθεν Κρητικῷ πελάγει μέχρι Σουνίου ἄκρου. Καί ἐστιν ἡ μὲν τῆς παραλίου περιγραφὴ τοιαύτη·

[2]    Μετὰ τὸν Ἀχελῷον ποταμὸν, ὅς ἐστιν ὅριον τῆς Ἠπείρου, ἐν τῷ Ἀδριατικῷ πελάγει

   Αἰτωλίας Χερσονήσου ἄκρον μη΄ Ϛ΄΄ λζ΄ γ΄ ιβ΄΄ Εὐήνου ποτ. ἐκβολαί μθ΄ λζ΄ Ϛ΄΄

[3]    Λοκρῶν Ὀζολῶν Μολυκρία μθ΄ δ΄΄ λζ΄ Ϛ΄΄ Ἀντίρριον ἄκρον μθ΄ γ΄΄ λζ΄ γ΄΄ ιβ΄΄ Ναύπακτος μθ΄ Ϛ΄΄ λζ΄ Ϛ΄΄ιβ΄΄ Εὐάνθεια μθ΄ Ϛ΄΄δ΄΄ λζ΄ Ϛ΄΄δ΄΄ Χαλεός μθ΄ Ϛ΄΄γ΄ ιβ΄΄ λζ΄ Ϛ΄΄γ΄΄

[4]    Φωκίδος Κίρρα ν΄ λζ΄ Ϛ΄΄ Κρῖσα ν΄ δ΄΄ λζ΄ Ϛ΄΄ Ἀντίκυρα ν΄ Ϛ΄΄ λζ΄ Ϛ΄΄

[5]    Βοιωτίας Σῖφαι να΄ ιβ΄΄ λζ΄ Ϛ΄΄ιβ΄΄ Κρέουσα να΄ δ΄΄ λζ΄ Ϛ΄΄

[6]    Μεγαρίδος Πηγαί να΄ γ΄΄ ιβ΄΄ λζ΄ γ΄΄ ιβ΄΄ καὶ μετὰ τὸν ἰσθμὸν Νίσαια νβ΄ λζ΄ γ΄΄

[7]    Ἀττικῆς Ἐλευσίς νβ΄ γ΄΄ λζ΄ δ΄΄ Πειραιεύς νβ΄ Ϛ΄΄δ΄΄ λζ΄ Ϛ΄΄ Ἰλισσοῦ ποτ. ἐκβολαί νβ΄ Ϛ΄΄γ΄΄ λζ΄ ιβ΄΄ Μουνυχίας λιμήν νγ΄ Ϛ΄΄ λζ΄ Ὕφορμος λιμήν νγ΄ Ϛ΄΄ λϚ΄ Ϛ΄΄γ΄΄ Σούνιον ἄκρον νγ΄ Ϛ΄΄ιβ΄ λϚ΄ Ϛ΄΄δ΄΄ καὶ ἐν τῷ Αἰγαίῳ πελάγει ἀνατολικῆς πλευρᾶς Πάνορμος λιμήν νγ΄ γο΄΄ λζ΄ Ἀρτέμιδος ἱερόν νγ΄ γο΄΄ λζ΄ ιβ΄΄ Κυνόσουρα ἄκρον νγ΄ Ϛ΄΄γ΄΄ λζ΄ γ΄΄ Ἀσωποῦ ποτ. ἐκβολαί νγ΄ Ϛ΄΄ λζ΄ γ΄΄ ιβ΄΄ Χερσόνησος ἄκρα νγ΄ Ϛ΄΄ λζ΄ Ϛ΄΄ Ὠρωπός νγ΄ γ΄΄ λζ΄ γο΄΄

[8]    Βοιωτίας Αὐλίς νγ΄ δ΄΄ λζ΄ Ϛ΄΄δ΄΄ Ἰσμηνοῦ ποτ. ἐκβολαί νγ΄ Ϛ΄΄ λζ΄ Ϛ΄΄γ΄΄ Σαλγανεύς νγ΄ λη΄ Ἀνθηδών νγ΄ λη΄ ιβ΄΄ Φῶκαι νβ΄ γο΄ λη΄ Ϛ΄΄ τοῦ Οἰταίου κόλπου ὁ μυχός νβ΄ δ΄΄ λη΄ Ϛ΄΄

[9]    [Λοκρῶν] Ὀπουντίων Κνημῖδες νβ΄ Ϛ΄΄ λη΄ γ΄΄ ιβ΄΄ Κῦνος νβ΄ λη΄ γ΄΄

[10]    Λοκρῶν Ἐπικνημιδίων Βοαγρίου ποτ. ἐκβολαί να΄ Ϛ΄΄ λη΄ γ΄΄ ιβ΄΄ Σκάρφεια να΄ δ΄΄ λη΄ γ΄΄ ιβ΄΄

[11]    Ὄρη δὲ εἰσὶν ἐν τῷ εἰρημένῳ τμήματι τό τε Καλλίδρομον ὄρος, οὗ τὸ μέσον ἐπέχει μοίρας μθ΄ λη΄ δ΄΄ καὶ ὁ Κόραξ ὄρος μθ΄ γ΄΄ λη΄ καὶ ὁ Παρνασσὸς ὄρος ν΄ γ΄΄ λη΄ καὶ ὁ Ἑλικὼν ὄρος να΄ λζ΄ Ϛ΄΄δ΄΄ καὶ ὁ Κιθαιρὼν ὄρος να΄ γο΄΄ λζ΄ Ϛ΄΄ καὶ ὁ Ὑμηττὸς ὄρος νβ΄ Ϛ΄΄ λζ΄ γ΄΄

[12]    Τῶν δὲ ποταμῶν ὁ μὲν Ἀχελῷος ἔχει τὴν ἀρχὴν ἐν τῷ Πίνδῳ ὄρει, ὁ δὲ Εὔηνος ἐν τῷ Καλλιδρόμῳ ὄρει ἐπιστρέφων πρὸς τὰς ἀνατολὰς ἐπὶ τὸν Κηφισὸν ποταμὸν, ὃς καὶ αὐτὸς ἀπὸ τῶν αὐτῶν ὀρέων ῥέων συμμίσγει τῷ τε Ἀσωπῷ ποταμῷ καὶ τῷ Ἰσμηνῷ ποταμῷ κατὰ τὴν Βοιωτίαν ἐπὶ θέσεως νβ΄ λη΄

[13]    Πόλεις δὲ εἰσὶν ἐν τῇ Ἑλλάδι μεσόγειοι αἵδε·

   Αἰτωλίας μεσόγειοι Χαλκίς μθ΄ λη΄ ιβ΄΄ Ἄραχθος μη΄ Ϛ΄΄γ΄΄ λζ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Πλευρών μη΄ Ϛ΄΄ιβ΄΄ λζ΄ γο΄΄ Ὤλενος μθ΄ λζ΄ Ϛ΄΄γ΄΄ Καλυδών μθ΄ λζ΄ γο΄΄

[14]    Δωρίδος Ἐρινεός μθ΄ λη΄ γ΄΄ ιβ΄΄ Κυτίνιον μθ΄ γ΄΄ λη΄ γ΄΄ Βοιόν μθ΄ Ϛ΄΄ λη΄ δ΄΄ Λίλαια ν΄ ιβ΄΄ λη΄ δ΄΄

[15]    Λοκρῶν Ὀζολῶν μεσόγειος Ἄμφισσα μθ΄ Ϛ΄΄ λζ΄ Ϛ΄΄γ΄΄

[16]    Λοκρῶν Ἐπικνημιδίων μεσόγειος Θρόνιον να΄ δ΄΄ λη΄ δ΄΄

[17]    Φωκίδος μεσόγειοι Πυθία ν΄ Ϛ΄΄ λζ΄ Ϛ΄΄δ΄΄ Δελφοί ν΄ λζ΄ γο΄΄ Δαυλίς ν΄ γ΄΄ λζ΄ Ϛ΄΄γ΄΄ Ἐλάτεια να΄ λη΄ Αἰγοσθένεια ν΄ Ϛ΄΄δ΄ λζ΄ Ϛ΄΄δ΄΄ Βουλία ν΄ Ϛ΄΄ λζ΄ Ϛ΄΄ιβ΄΄

[18]    Ὀπουντίων μεσόγειος Ὀποῦς νβ΄ λη΄ Ϛ΄΄

[19]    Βοιωτίας μεσόγειοι Θίσβη να΄ λζ΄ γο΄΄ Θεσπιαί να΄ ιβ΄΄ λζ΄ Ϛ΄΄γ΄ Ὀρχομενός να΄ γ΄΄ λζ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Κορώνεια να΄ γ΄΄ λζ΄ Ϛ΄΄δ΄΄ Ὑάμπολις να΄ Ϛ΄΄ λζ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Χαιρώνεια να΄ Ϛ΄΄ λζ΄ Ϛ΄΄γ΄΄ Λεβάδεια να΄ Ϛ΄΄δ΄΄ λζ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Κῶπαι να΄ Ϛ΄΄γ΄΄ λη΄ ιβ΄΄ Ἁλίαρτος να΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ λζ΄ Ϛ΄΄δ΄΄ Πλαταιαί νβ΄ δ΄΄ λζ΄ γο΄΄ Ἀκραιφία νβ΄ γ΄΄ λη΄ ιβ΄΄ Τάναγρα νβ΄ Ϛ΄΄ λζ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Θῆβαι Βοιώτιαι νβ΄ γο΄΄ λζ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Δήλιον νγ΄ λζ΄ Ϛ΄΄δ΄΄

[20]    Μεγαρίδος μεσόγειος Μέγαρα νβ΄ λζ΄ γ΄΄ ιβ΄΄

[21]    Ἀττικῆς μεσόγειοι Οἰνόη νγ΄ λζ΄ Ϛ΄΄ Ἀθῆναι νβ΄ Ϛ΄΄δ΄΄ λζ΄ δ΄΄ Ῥαμνοῦς νγ΄ δ΄΄ λζ΄ Ϛ΄΄ Μαραθών νγ΄ δ΄΄ λζ΄ γ΄΄ Ἀνάφλυστος νγ΄ λζ΄ Ϛ΄΄

[22]    Νῆσοι δὲ παράκεινται τῇ Ἀχαΐᾳ ἐν μὲν τῷ Αἰγαίῳ πελάγει ἡ Εὔβοια μεγάλη οὖσα, ἧς ἡ περιγραφὴ ἔχει οὕτως· Κήναιον ἄκρον νβ΄ γ΄΄ λη΄ Ϛ΄΄ιβ΄΄ Ἀταλάντη νησίον νβ΄ Ϛ΄΄ λη΄ Ϛ΄΄ Αἴδηψος νβ΄΄ γο΄΄ λη΄ γ΄΄ ιβ΄΄ Χαλκὶς παρὰ τὸν Εὔριπον νγ΄ Ϛ΄΄ λη΄ Ἐρέτρια νγ΄ Ϛ΄΄γ΄΄ λζ΄ Ϛ΄΄γ΄΄ Ἀμάρυνθος νδ΄ ιβ΄΄ λζ΄ Ϛ΄΄δ΄΄ Λέων ἄκρα νδ΄ δ΄΄ λζ΄ γ΄΄ Καλὴ Ἀκτή νδ΄ Ϛ΄΄ λζ΄ Ϛ΄΄ Κάρυστος νδ΄ Ϛ΄΄ λζ΄ γο΄΄ Γεραιστὸς λιμήν νδ΄ γο΄΄ λζ΄ Ϛ΄΄δ΄΄ Καφηρεὺς ἄκρον νε΄ λζ΄ Ϛ΄΄γ΄΄ Κοῖλα Εὐβοίας νδ΄ γ΄΄ ιβ΄΄ λζ΄ Ϛ΄΄γ΄΄ Χερσόνησος ἄκρα νδ΄ Ϛ΄΄ λη΄ Ϛ΄΄ Βουδώρου ποτ. ἐκβολαί νδ΄ λη΄ Ϛ΄΄ Κήρινθος νγ΄ Ϛ΄΄γ΄΄ λη΄ Ϛ΄΄ Ἀρτέμιδος ἱερόν νγ΄ γο΄΄ λη΄ γ΄΄ Φαλασσία ἄκρα νγ΄ γ΄΄ λη΄ Ϛ΄΄ Ὠρεός νγ΄ Ϛ΄΄ λη΄ γ΄΄ ιβ΄΄ Δῖον ἄκρον νγ΄ λη΄ Ϛ΄΄ιβ΄΄

[23]    Παρὰ δὲ τὴν Ἀττικὴν καὶ ὑπὸ τὴν Εὔβοιαν νῆσον νῆσοι αἵδε· Θήρα νῆσος, ἐν ᾗ πόλεις δύο Ἐλευσίν νγ΄ Ϛ΄΄γ΄΄ λϚ΄ γ΄΄ ιβ΄΄ καὶ Οἴα νδ΄ λϚ΄΄ γ΄΄ ιβ΄΄ Κεία νῆσος, ἐν ᾗ πόλεις τρεῖς Κορησσός νδ΄ γ΄΄ ιβ΄΄ λζ΄ Ἰουλίς νδ΄ γ΄΄ λζ΄ Καρθαία νδ΄ δ΄΄ λϚ΄ Ϛ΄΄δ΄΄ Ἴου νήσου ἡ πόλις νδ΄ γ΄΄ λϚ΄ Ϛ΄΄ιβ΄΄ Πολύαιγος νῆσος ἔρημος νδ΄ γ΄΄ λϚ΄ δ΄΄ Θηρασίας νήσου ἡ πόλις νδ΄ Ϛ΄΄δ΄΄ λϚ΄ γ΄΄

[24]    Καὶ τῶν Κυκλάδων καλουμένων νήσων αἱ πόλεις Ἄνδρου νήσου ὁ πρόσορμος νε΄ λζ΄ Ϛ΄΄ Ἄνδρου νήσου ἡ πόλις νδ΄ Ϛ΄΄γ΄΄ λζ΄ γ΄΄ ιβ΄΄ Τήνου νήσου ἡ πόλις νε΄ ιβ΄ λζ΄ Ϛ΄΄ Σύρου νήσου ἡ πόλις νδ΄ Ϛ΄΄δ΄΄ λζ΄ δ΄΄ Δήλου νήσου ἡ πόλις νε΄ γ΄΄ ιβ΄΄ λζ΄ γ΄΄ Ὠλίαρος νε΄ γ΄ λϚ΄ Ϛ΄΄ Κύθνος νδ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ λζ΄ Ῥήνη νε΄ ιβ΄΄ λζ΄ Ϛ΄΄ Μυκόνου νήσου Φορβία ἄκρα νε΄ Ϛ΄΄δ΄΄ λζ΄ Ϛ΄΄ Μυκόνου ἡ πόλις νε΄ γο΄΄ λζ΄ Ϛ΄΄ Νάξου νήσου ἡ πόλις νε΄ γο΄΄ λζ΄ Πάρου νήσου ἡ πόλις νε΄ Ϛ΄΄ λϚ΄ Ϛ΄΄γ΄΄ τὸ Σούνιον αὐτῆς ἄκρον νε΄ γο΄΄ λϚ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Σίφνου νήσου ἡ πόλις νε΄ δ΄΄ λϚ΄ Ϛ΄΄δ΄΄ καὶ τὸ μέσον Σερίφου νε΄ λϚ΄ Ϛ΄΄γ΄΄ Φολεκάνδρου νε΄ λϚ΄ Ϛ΄΄ Σικίνου νδ΄ Ϛ΄΄γ΄΄ λϚ΄ Ϛ΄΄ιβ΄΄

[24]

Πελοποννήσου θέσις.

[25]    Ἡ Πελοπόννησος περιορίζεται ἀπὸ μὲν ἄρκτων τῷ τε Κορινθιακῷ κόλπῳ καὶ τῷ ἰσθμῷ καὶ τῷ ἐφεξῆς Κρητικῷ πελάγει, ἀπὸ δὲ δυσμῶν καὶ μεσημβρίας τῷ Ἀδριατικῷ πελάγει, ἀπὸ δὲ ἀνατολῶν τῷ Κρητικῷ πελάγει. Καί ἐστιν ἡ παράλιος αὐτῆς τὴν περιγραφὴν ἔχουσα οὕτως·

[26]    Μετὰ τὰς ἐν Μεγαρίδι Πηγὰς, αἵτινες εἴρηνται ἐν τῷ Κορινθιακῷ κόλπῳ τῆς Ἀχαΐας ἐπέχουσαι μοίρας να΄ γ΄΄ ιβ΄΄ λζ΄ γ΄΄ ιβ΄΄

[27]    Κορινθίας ἱερὸν Ἥρας Κορινθίας να΄ δ΄ λζ΄ δ΄΄ Λέχαιον ἐπίνειον να΄ γ΄΄ λζ΄ Ἀσωποῦ ποταμοῦ ἐκβολαί να΄ ιβ΄΄ λζ΄ ιβ΄΄

[28]    Σικυωνίας Συὸς ποταμοῦ ἐκβολαί ν΄ γο΄΄ λζ΄

[29]    τῆς ἰδίως καλουμένης Ἀχαΐας Αἴγειρα ν΄ δ΄ λϚ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Αἴγιον μθ΄ Ϛ΄΄δ΄ λϚ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Ἐρινεὸς λιμήν μθ΄ Ϛ΄΄ λϚ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Ῥίον ἄκρον τὸ καὶ Δρέπανον μθ΄ γ΄΄ λζ΄ Ϛ΄΄ Ποσειδῶνος ἱερόν μθ΄ δ΄΄ λζ΄ Πάτραι μθ΄ λϚ΄ Ϛ΄΄γ΄΄ Ὤλενος μη΄ Ϛ΄΄γ΄΄ λϚ΄ Ϛ΄΄δ΄΄ Δύμη μη΄ γο΄΄ λϚ΄ γο΄΄ Ἄραξος ἄκρα μη΄ Ϛ΄΄ λϚ΄ Ϛ΄΄δ΄΄

[30]    Ἠλείας Κυλλήνη ἐπίνειον μη΄ Ϛ΄΄ λϚ΄ Ϛ΄΄ Πηνειοῦ ποταμοῦ ἐκβολαί μη΄ γ΄΄ λϚ΄ Ϛ΄΄ Χελωνῖτις ἄκρα μη΄ λϚ΄ γ΄΄ Χελωνίτης κόλπος μη΄ γ΄΄ λϚ΄ δ΄΄ Ἰχθὺς ἄκρα μη΄ ιβ΄΄ λϚ΄ Ἀλφειοῦ ποτ. ἐκβολαί μη΄ γ΄ λε΄ Ϛ΄΄γ΄ ιβ΄΄ ἡ ἀρχὴ τοῦ ποταμοῦ μθ΄ Ϛ΄΄γ΄΄ λϚ΄ Ϛ΄΄

[31]    Μεσσηνίας Κυπαρισσία πόλις. μη΄ Ϛ΄΄ιβ΄΄ λε΄ Ϛ΄΄δ΄΄ Κυπαρίσσιον ἄκρον μη΄ γ΄΄ ιβ΄΄ λε΄ γο΄΄ Σέλα ποταμοῦ ἐκβολαί μη΄ Ϛ΄΄ λε΄ Ϛ΄΄ιβ΄΄ Πύλος μη΄ Ϛ΄΄ιβ΄΄ λε΄ Ϛ΄΄ Κορυφάσιον ἄκρα μη΄ Ϛ΄΄ λε΄ γ΄΄ ιβ΄΄ Μοθώνη μη΄ Ϛ΄΄ιβ΄΄ λε΄ γ΄΄ Κολώνη μη΄ Ϛ΄΄δ΄΄ λε΄ δ΄΄ Ἀκρίτας ἄκρα μη΄ Ϛ΄΄δ΄΄ λε΄ ἐν δὲ τῷ Μεσσηνιακῷ κόλπῳ Ἀσίνη μη΄ Ϛ΄΄γ΄΄ λε΄ Κορώνη μθ΄ λε΄ ιβ΄ Μεσσήνη μθ΄ δ΄΄ λε΄ δ΄΄ Παμίσου ποτ. ἐκβολαί μθ΄ γ΄΄ λε΄ δ΄΄ ἡ πρὸς τὸν Ἀλφειὸν ποταμὸν αὐτοῦ συναφή μθ΄ λε΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Φεραί μθ΄ Ϛ΄΄ λ΄ δ΄΄ Ἄβεα μθ΄ Ϛ΄΄δ΄΄ λε΄ Ϛ΄΄

[32]    Λακω Λεῦκτρον μθ΄ Ϛ΄΄γ΄ ιβ΄΄ λδ΄ γο΄΄ Ταιναρία ἄκρα ν΄ λδ΄ γ΄΄ καὶ ἐν τῷ Λακωνικῷ κόλπῳ Ταινάριον ν΄ λδ΄ Ϛ΄΄δ΄΄ Καινή ν΄ ιβ΄΄ λδ΄ Ϛ΄΄γ΄΄ Τευθρώνη ν΄ Ϛ΄΄ λδ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Λᾶς ν΄ δ΄΄ λε΄ Γύθιον ν΄ γ΄΄ λε΄ ιβ΄΄ Τρινασὸς ἐπίνειον ν΄ γ΄΄ ιβ΄΄ λε΄ Ϛ΄΄ Εὐρώτα ποτ. ἐκβολαί ν΄ Ϛ΄΄ λε΄ Ϛ΄΄ ἡ ἀρχὴ τοῦ ποταμοῦ ν΄ Ϛ΄΄ λε΄ Ϛ΄΄δ΄΄ Ἄκρεια ν΄ Ϛ΄΄ιβ΄΄ λε΄ Ϛ΄΄ Βιάνδυνα ν΄ Ϛ΄΄δ΄΄ λε΄ Ϛ΄΄ Ἀσωπός ν΄ Ϛ΄΄γ΄΄ λε΄ ιβ΄΄ Ὄνου Γνάθος ἄκρα να΄ λε΄ Βοιαί να΄ ιβ΄΄ λε΄ ιβ΄΄ Μαλέα ἄκρα να΄ γ΄΄ λε΄ καὶ ἐν τῷ Ἀργολικῷ κόλπῳ ἔτι Λακωνικῆς Μινώα λιμήν να΄ Ϛ΄΄ λε΄ Ϛ΄΄ Διὸς Σωτῆρος λιμήν να΄ Ϛ΄΄ λε΄ δ΄΄ Ἐπίδαυρος να΄ ιβ΄΄ λε΄ Ϛ΄΄ Ζάρηξ να΄ λε΄ γο΄΄ Κύφαντα λιμήν να΄ Ϛ΄΄ λε΄ Ϛ΄΄δ΄΄ Πρασιά να γ΄΄ λε΄ Ϛ΄΄γ΄΄

[33]    Ἀργείας Ἄστρον να΄ Ϛ΄΄ λε΄ Ϛ΄΄δ΄΄ Ἰνάχου ποτ. ἐκβολαί να΄ Ϛ΄΄ λε΄ Ϛ΄΄γ΄΄ ἡ ἀρχὴ τοῦ ποταμοῦ να΄ λϚ΄ Ϛ΄΄ Ναυπλία ἐπίνειον να΄ Ϛ΄΄ιβ΄΄ λϚ΄ Φλιοῦς να΄ Ϛ΄΄δ΄΄ λε΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Ἑρμιόνη νβ΄ λϚ΄ Σκύλλαιον ἄκρον νβ΄ Ϛ΄΄ λϚ΄ ιβ΄΄ ἐν τῷ Σαρωνικῷ κόλπῳ ἔτι Ἀργείας Τροιζήν νβ΄ γ΄΄ λϚ΄ ιβ΄΄ Μεθώνη χερσόνησος νβ΄ Ϛ΄΄ λϚ΄ γ΄΄ Ἐπίδαυρος να΄ Ϛ΄΄γ΄΄ λϚ΄ γ΄΄ ιβ΄΄ Σπείραιον ἄκρον να΄ Ϛ΄΄δ΄΄ λϚ΄ Ϛ΄΄ιβ΄΄ Ἀθηναίων λιμήν να΄ Ϛ΄΄ λϚ΄ Ϛ΄΄ιβ΄΄ Βουκέφαλος λιμήν να΄ γ΄΄ ιβ΄΄ λϚ΄ Ϛ΄΄δ΄΄

[34]    Κορινθίας Κεγχρεαὶ ἐπίνειον να΄ γ΄΄ ιβ΄΄ λϚ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Σχοινοῦς λιμήν να γο΄΄ λζ΄

[35]    Ὄρη δὲ ἔστιν ἐν τῇ Πελοποννήσῳ ἥ τε Φολόη ὄρος μθ΄ δ΄΄ λϚ΄ γο΄΄ καὶ ὁ Στύμφαλος ὄρος ν΄ Ϛ΄΄ λϚ΄ Ϛ΄΄ καὶ ἡ Μίνθη ὄρος μθ΄ λε΄ Ϛ΄΄ καὶ τὸ Ταΰγετον ὄρος μθ΄ γο΄΄ λε΄ δ΄΄ καὶ τὸ Κρόνιον ὄρος ν΄ Ϛ΄΄ λε΄ Ϛ΄΄δ΄΄ καὶ ὁ Ζάρηξ ὄρος να΄ λε΄ γ΄΄

[36]    Πόλεις δὲ εἰσὶ μεσόγειοι τῆς μὲν ἰδίως καλουμένης Ἀχαΐας Φεραί μθ΄ δ΄΄ λϚ΄ Ϛ΄΄δ΄΄ Ἑλίκη μθ΄ Ϛ΄΄γ΄΄ λϚ΄ Ϛ΄΄δ΄΄ Βοῦρα ν΄ λϚ΄ Ϛ΄΄γ΄΄ Πελλήνη ν΄ γ΄΄ λϚ΄ Ϛ΄΄δ΄΄

[37]    Σικυωνίας μεσόγειοι Φλιοῦς ν΄ Ϛ΄΄γ΄΄ λϚ΄ γο΄΄ Σικυών να΄ λϚ΄ Ϛ΄΄γ΄΄

[38]    Κορινθίας μεσόγειος Κόρινθος να΄ δ΄΄ λϚ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄

[39]    Ἠλείας μεσόγειοι Ἦλις μθ΄ λϚ΄ γ΄΄ ιβ΄΄ Ὀλυμπία Πίσα μη΄ γο΄΄ λϚ΄ δ΄΄ Κορύνη μη΄ Ϛ΄΄ λϚ΄ Ϛ΄΄ Ὑπάνεια μθ΄ Ϛ΄΄ λϚ΄ Λέπρεον μη΄ Ϛ΄΄γ΄΄ λε΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Τυπάνεια μθ΄ Ϛ΄΄ λϚ΄ Ϛ΄

[40]    Ἀρκαδίας Ἥραια μθ΄ γ΄΄ λϚ΄ Φιάλεια μθ΄ γ΄΄ λε΄ Ϛ΄΄ιβ΄΄ Τεγέα μθ΄ Ϛ΄΄γ΄΄ λϚ΄ γ΄΄ Ψωφίς μθ΄ γο΄΄ λϚ΄ ιβ΄ Λυσιάς μθ΄ Ϛ΄΄γ΄΄ λϚ΄ Ἀντιγόνεια ἡ καὶ Μαντίνεια μθ΄ γο΄΄ λε΄ Ϛ΄΄δ΄΄ Στύμφαλος ν΄ γ΄΄ λϚ΄ γ΄΄ Κλείτωρ ν΄ γ΄΄ ιβ΄΄ λϚ΄ Λίλαια ν΄ Ϛ΄΄γ΄΄ λϚ΄ γ΄΄ Μεγάλη Πόλις ν΄ γο΄΄ λϚ΄ Ϛ΄΄

[41]    Ἀργείας μεσόγειοι Νέμεα να΄ ιβ΄΄ λϚ΄΄ γ΄΄ ιβ΄΄ Κλεωναί να΄ Ϛ΄ λϚ΄ γ΄΄ ιβ΄΄ Ἄργος να΄ γ΄΄ λϚ΄ δ΄΄ Μυκῆναι να΄ Ϛ΄΄δ΄΄ λϚ΄ Ϛ΄΄ Ἀσίνη να΄ Ϛ΄΄ιβ΄΄ λϚ΄ δ΄΄

[42]    Μεσσηνίας μεσόγειοι Ἁλίαρτος μη΄ Ϛ΄΄γ΄΄ λε΄ Ϛ΄΄δ΄΄ Ἰθώμη μη΄ Ϛ΄΄γ΄΄ λε΄ γ΄΄ ιβ΄΄ Τροιζήν μθ΄ Ϛ΄΄ λε΄ γ΄΄ ιβ΄΄

[43]    Λακωνικῆς μεσόγειοι Καρδαμύλη ν΄ λε΄ γ΄΄ ιβ΄΄ Λακεδαίμων ν΄ δ΄΄ λε΄ Ϛ΄΄ Κύφαντα να΄ λε΄ Ϛ΄΄δ΄΄ Λέρνη να΄ δ΄΄ λε΄ Ϛ΄΄΄΄γ΄΄ ιβ΄΄ Θούριον ν΄ δ΄΄ λε΄ γ΄΄ Βέλβινα ν΄ γο΄΄ λε΄ Ϛ΄΄δ΄΄ Θαλάμη ν΄ δ΄΄ λε΄ Ϛ΄΄ Γερηνία ν΄ Ϛ΄΄ λε΄ γ΄΄ Οἰνόη ν΄ γο΄΄ λε΄ γ΄΄ Βίτυλα ν΄ λε΄

[44]    Νῆσοι δὲ παράκεινται τῇ Πελοποννήσῳ αἵ τε Στροφάδες (εἰσὶ δὲ δύο) μζ΄ γ΄΄ λϚ΄΄ καὶ ἡ Πρωτὴ νῆσος μζ΄ Ϛ΄΄γ΄΄ λε΄ Ϛ΄΄ καὶ ἡ Σφαγία νῆσος μη΄ λε΄ καὶ ἡ Θηγανοῦσα νῆσος μη΄ Ϛ΄΄ λδ΄ γο΄΄ καὶ τῆς Κυθήρας νήσου ἡ πόλις να΄ Ϛ΄΄ λδ΄΄ γο΄΄ καὶ ἡ Αἴγιλα νῆσος να΄ Ϛ΄΄δ΄΄ λδ΄ γο΄΄ καὶ ἡ Σαλαμὶς νῆσος νβ΄ λζ΄ δ΄΄ καὶ τῆς Αἰγίνης νήσου ἡ πόλις νβ΄ γ΄΄ λϚ΄ Ϛ΄΄δ΄΄

[15]

Κρήτης νήσου θέσις.

[Εὐρώπης πίναξ ι΄.]

[1]    Ἡ Κρήτη περιορίζεται ἀπὸ μὲν δυσμῶν ὑπὸ τοῦ Ἀδριατικοῦ πελάγους, ἀπὸ δὲ ἄρκτων ὑπὸ τοῦ Κρητικοῦ πελάγους, ἀπὸ δὲ μεσημβρίας ὑπὸ τοῦ Λιβυκοῦ πελάγους, ἀπὸ δὲ ἀνατολῶν ὑπὸ τοῦ Καρπαθίου πελάγους. Καὶ ἡ μὲν παράλιος αὐτῆς περιγραφὴν ἔχει τοιαύτην·

[2]    Δυτικῆς πλευρᾶς περιγραφή· Κώρυκος ἄκρα καὶ πόλις νβ΄ ιβ΄΄ λδ΄΄ γο΄΄ Φαλάσαρνα νβ΄ γ΄΄ λδ΄ γο΄΄ Χερσόνησος νβ΄ Ϛ΄΄ λδ΄ Ϛ΄΄ιβ΄΄ Ῥαμνοῦς λιμήν νβ΄ Ϛ΄΄ λδ΄ Ϛ΄΄ Ἴνα χωρίον νβ΄ Ϛ΄΄ιβ΄ λδ΄ γ΄΄ Κριοῦ μέτωπον ἄκρον νβ΄ Ϛ΄΄ιβ΄΄ λδ΄ Ϛ΄΄

[3]    Νοτίας πλευρᾶς περιγραφή· Λισσός νβ΄ γο΄΄ λδ΄ ιβ΄ Τάρρα νβ΄ Ϛ΄΄γ΄΄ λδ΄ γ΄ Ποικιλάσιον νγ΄ λδ΄ Ϛ΄΄ Ἑρμαία ἄκρα νγ΄ δ΄΄ λδ΄ γ΄΄ ιβ΄΄ Φοινικοῦς λιμήν νγ΄ Ϛ΄΄δ΄΄ λδ΄ Ϛ΄΄γ΄΄ Φοῖνιξ πόλις νγ΄ Ϛ΄΄ιβ΄΄ λδ΄ Ϛ΄΄δ΄΄ Μεσσαλία ποτ. ἐκβολαί νγ΄ Ϛ΄΄δ΄΄ λδ΄ γο΄΄ Ψύχιον νδ΄ λδ΄ Ϛ΄΄δ΄΄ Ἠλέκτρα ποι. ἐκβολαί νδ΄ Ϛ΄΄ λδ΄ Ϛ΄΄δ΄΄ Ματαλία νδ΄ γ΄΄ ιβ΄΄ λδ΄ Ϛ΄΄ Λέων ἄκρα νδ΄ Ϛ΄΄ιβ΄΄ λδ΄ Ϛ΄΄δ΄΄ Λεβήνα νδ΄ Ϛ΄΄ιβ΄΄ λδ΄ Ϛ΄΄γ΄΄ Καταρράκτου ποτ. ἐκβολαί νδ΄ Ϛ΄΄δ΄΄ λδ΄ Ϛ΄΄γ΄΄ Ληθαίου ποτ. ἐκβολαί νδ΄ Ϛ΄΄γ΄΄ λδ΄΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Ἴνατος πόλις νε΄ λδ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Ἱερὸν ὄρος νε΄ Ϛ΄΄ λε΄ Ἱεράπυτνα νε΄ δ΄΄ λε΄ ιβ΄΄ Ἐρυθραῖον ἄκρον νε΄ γ΄΄ λε΄ ιβ΄΄ Ἄμπελος ἄκρα νε΄ Ϛ΄΄ λε΄ Ϛ΄΄ Ἰτανὸς πόλις νε΄ γο΄΄ λε΄ δ΄΄

[4]    Ἀνατολικῆς πλευρᾶς περιγραφή· Σαμμώνιον ἄκρον νε΄ Ϛ΄΄γ΄΄ λε΄ γ΄ ιβ΄΄ Μινῴα λιμήν νε΄ γ΄΄ λε΄ δ΄΄ Καμάρα πόλις νε΄ Ϛ΄΄ λε΄ γ΄΄ Ὀλοῦς νε΄ λε΄ γ΄΄ Χερσόνησος νδ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ λε΄ γ΄΄ Ζεφύριον ἄκρον νδ΄ Ϛ΄΄δ΄΄ λε΄ Ϛ΄΄

[5]    Βορείας πλευρᾶς περιγραφή· Ἡράκλειον νδ΄ Ϛ΄΄ λε΄ γ΄΄ Πάνορμος νδ΄ γ΄΄ λε΄ δ΄΄ Ἀπολλωνία νδ΄ Ϛ΄΄ λε΄ δ΄΄ Κύταιον νδ΄ λε΄ δ΄΄ Δῖον ἄκρον νγ΄ Ϛ΄΄γ΄΄ λε΄ Ϛ΄΄ Παντομάτριον νγ΄ Ϛ΄΄δ΄΄ λε΄ ιβ΄΄ Ῥίθυμνα νγ΄ Ϛ΄΄ λε΄ ιβ΄΄ Ἀμφιμαλὴς κόλπος νγ΄ δ΄΄ λε΄ Δρέπανον ἄκρον νγ΄ Ϛ΄΄ λε΄ Ϛ΄΄ Μινωία νγ΄ λε΄ Πύκτου ποτ. ἐκβολαί νβ΄ Ϛ΄΄γ΄ λε΄ Κυδωνία νβ΄ Ϛ΄΄δ΄΄ λε΄ Κίσαμον ἄκρον νβ΄ Ϛ΄΄ λε΄ Δικτυνναῖον νβ΄ γ΄ ιβ΄΄ λδ΄ Ϛ΄΄γ΄ ιβ΄΄ Ψάκον ἄκρον νβ΄ γ΄΄ λδ΄ Ϛ΄΄γ΄΄ Κίσαμος πόλις νβ΄ γ΄ ιβ΄΄ λδ΄ Ϛ΄΄δ΄΄

[6]    Ὄρη δέ ἐστιν ἐπίσημα ἐν τῇ Κρήτῃ τά τε καλούμενα Λευκὰ ὄρη νβ΄ γο΄΄ λδ΄ γο΄΄ καὶ ἡ Ἴδη ὄρος νδ΄ λε΄ καὶ ἡ Δίκτη ὄρος νε΄ Ϛ΄΄ λε΄ δ΄΄

[7]    Πόλεις δέ εἰσιν ἐν τῇ Κρήτῃ μεσόγειοι αἵδε Πολυρρηνία νβ΄ γ΄΄ λδ΄ Ϛ΄΄δ΄΄ Ἄπτερα νγ΄ λδ΄ Ϛ΄΄γ΄΄ ιβ΄΄ Ὑρτανίκα νγ΄ ιβ΄΄ λδ΄ Ϛ΄΄δ΄΄ Λάππα νγ΄ δ΄΄ λδ΄ Ϛ΄΄γ΄΄ ιβ΄ Σούβριτα νγ΄ γο΄΄ λδ΄ γο΄΄ Ἐλευθεραί νγ΄ Ϛ΄΄δ΄΄ λε΄ Γόρτυνα νδ΄ δ΄΄ λδ΄ Ϛ΄΄γ΄΄ Πάννονα νδ΄ γο΄΄ λε΄ Ϛ΄΄ Κνωσός νδ΄ Ϛ΄΄δ΄΄ λε΄ Ϛ΄΄ Λύκτος νε΄ λε΄ Ϛ΄΄

[8]    Νῆσοι δὲ παράκεινται τῇ Κρήτῃ ἥ τε Κλαῦδος νῆσος, ἐν ᾗ πόλις νγ΄ Ϛ΄΄ λδ΄ καὶ ἡ Λητῴα νῆσος νδ΄ Ϛ΄΄ λδ΄ Ϛ΄΄ καὶ ἡ Δῖα νῆσος νδ΄ Ϛ΄΄ λε΄΄ γο΄΄ καὶ ἡ Κίμωλος νῆσος, ἐν ᾗ πόλις νδ΄ γ΄΄ λε΄ Ϛ΄΄ καὶ ἡ Μῆλος νῆσος, ἐν ᾗ πόλις νδ΄ λε΄ Ϛ΄΄