[827] Ὁ Πλάτων ἐν τοῖς Νόμοις οὐκ ἐᾷ μεταλαμβάνειν [e] ὕδατος ἀλλοτρίου τοὺς γείτονας, ἂν μὴ παρ' αὑτοῖς ὀρύξαντες ἄχρι τῆς κεραμίτιδος καλουμένης γῆς ἄγονον εὕρωσι νάματος τὸ χωρίον· ἡ γὰρ κεραμῖτις φύσιν ἔχουσα λιπαρὰν καὶ πυκνὴν στέγει παραλαβοῦσα τὸ ὑγρὸν καὶ οὐ διίησι· δεῖν δὲ μεταλαμβάνειν τἀλλοτρίου τοὺς ἴδιον κτήσασθαι μὴ δυναμένους· ἀπορίᾳ γὰρ βοηθεῖν τὸν νόμον. ἆρ' οὐ δὴ ἔδει καὶ περὶ χρημάτων εἶναι νόμον, ὅπως μὴ [f] δανείζωνται παρ' ἑτέρων μηδ' ἐπ' ἀλλοτρίας πηγὰς βαδίζωσι, μὴ πρότερον οἴκοι τὰς αὑτῶν ἀφορμὰς ἐξελέγξαντες καὶ συναγαγόντες ὥσπερ ἐκ λιβάδων τὸ χρήσιμον καὶ ἀναγκαῖον αὑτοῖς; νυνὶ δ' ὑπὸ τρυφῆς καὶ μαλακίας ἢ πολυτελείας οὐ χρῶνται τοῖς ἑαυτῶν, ἔχοντες, ἀλλὰ λαμβάνουσιν ἐπὶ πολλῷ παρ' ἑτέρων, μὴ δεόμενοι· τεκμήριον δὲ μέγα· τοῖς γὰρ ἀπόροις οὐ δανείζουσιν, ἀλλὰ βουλομένοις εὐπορίαν τιν' ἑαυτοῖς κτᾶσθαι· καὶ μάρτυρα δίδωσι καὶ βεβαιωτὴν ἄξιον, ὅτι ἔχει, πιστεύεσθαι, δέον ἔχοντα μὴ δανείζεσθαι.
Τί θεραπεύεις τὸν τραπεζίτην ἢ πραγματευτήν; [828] [a] ἀπὸ τῆς ἰδίας δάνεισαι τραπέζης· ἐκπώματ' ἔχεις, παροψίδας ἀργυρᾶς, λεκανίδας· ὑπόθου ταῦτα τῇ χρείᾳ· τὴν δὲ τράπεζαν ἡ καλὴ Αὐλὶς ἢ Τένεδος ἀντικοσμήσει τοῖς κεραμεοῖς, καθαρωτέροις οὖσι τῶν ἀργυρῶν· οὐκ ὄζει τόκου βαρὺ καὶ δυσχερὲς ὥσπερ ἰοῦ καθ' ἡμέραν ἐπιρρυπαίνοντος τὴν πολυτέλειαν, οὐδ' ἀναμνήσει τῶν καλανδῶν καὶ τῆς νουμηνίας, ἣν ἱερωτάτην ἡμερῶν οὖσαν ἀποφράδα ποιοῦσιν οἱ δανεισταὶ καὶ στύγιον. τοὺς μὲν γὰρ ἀντὶ τοῦ πωλεῖν τιθέντας ἐνέχυρα τὰ αὑτῶν οὐδ' [b] ἂν ὁ θεὸς σῴσειεν ὁ Κτήσιος· αἰσχύνονται τιμὴν λαμβάνοντες, οὐκ αἰσχύνονται τόκον τῶν ἰδίων διδόντες. καίτοι ὅ γε Περικλῆς ἐκεῖνος τὸν τῆς θεᾶς κόσμον, ἄγοντα τάλαντα τεσσαράκοντα χρυσίου ἀπέφθου, περιαιρετὸν ἐποίησεν, ὅπως, ἔφη, χρησάμενοι πρὸς τὸν πόλεμον αὖθις ἀποδῶμεν μὴ ἔλαττον· οὐκοῦν καὶ ἡμεῖς ὥσπερ ἐν πολιορκίᾳ ταῖς χρείαις μὴ παραδεχώμεθα φρουρὰν δανειστοῦ πολεμίου, μηδ' ὁρᾶν τὰ αὑτῶν ἐπὶ δουλείᾳ διδόμενα· ἀλλὰ τῆς τραπέζης περιελόντες τὰ μὴ χρήσιμα, τῆς κοίτης, τῶν ὀχημάτων, τῆς διαίτης, ἐλευθέρους διαφυλάττωμεν ἑαυτούς, ὡς ἀποδώσοντες αὖθις, ἐὰν εὐτυχήσωμεν.
[c] Αἱ μὲν οὖν Ῥωμαίων γυναῖκες εἰς ἀπαρχὴν τῷ Πυθίῳ Ἀπόλλωνι τὸν κόσμον ἐπέδωκαν, ὅθεν ὁ χρυσοῦς κρατὴρ εἰς Δελφοὺς ἐπέμφθη· αἱ δὲ Καρχηδονίων γυναῖκες ἐκείραντο τὰς κεφαλὰς καὶ ταῖς θριξὶν ἐντεῖναι τὰς μηχανὰς καὶ τὰ ὄργανα παρέσχον ὑπὲρ τῆς πατρίδος· ἡμεῖς δὲ τὴν αὐτάρκειαν αἰσχυνόμενοι καταδουλοῦμεν ἑαυτοὺς ὑποθήκαις καὶ συμβολαίοις, δέον εἰς αὐτὰ τὰ χρήσιμα συσταλέντας καὶ συσπειραθέντας ἐκ τῶν ἀχρήστων καὶ περιττῶν κατακοπέντων ἢ πραθέντων ἐλευθερίας αὑτοῖς ἱερὸν ἱδρύσασθαι καὶ τέκνοις καὶ γυναιξίν.
[d] ἡ μὲν γὰρ Ἄρτεμις ἡ ἐν Ἐφέσῳ τοῖς χρεώσταις, ὅταν καταφύγωσιν εἰς τὸ ἱερὸν αὐτῆς, ἀσυλίαν παρέχει καὶ ἄδειαν ἀπὸ τῶν δανείων· τὸ δὲ τῆς εὐτελείας καὶ ἄσυλον καὶ ἄβατον πανταχοῦ τοῖς σώφροσιν ἀναπέπταται, πολλῆς σχολῆς εὐρυχωρίαν παρέχον ἱλαρὰν καὶ ἐπίτιμον. ὡς γὰρ ἡ Πυθία τοῖς Ἀθηναίοις περὶ τὰ Μηδικὰ τεῖχος ξύλινον διδόναι τὸν θεὸν ἔφη, κἀκεῖνοι τὴν χώραν καὶ τὴν πόλιν καὶ τὰ κτήματα καὶ τὰς οἰκίας ἀφέντες εἰς τὰς ναῦς κατέφυγον ὑπὲρ τῆς ἐλευθερίας, οὕτως ἡμῖν ὁ θεὸς δίδωσι ξυλίνην τράπεζαν καὶ κεραμεᾶν λεκάνην καὶ τραχὺ ἱμάτιον, ἐὰν ἐλεύθεροι ζῆν ἐθέλωμεν.
[e] μηδὲ σύ γ' ἱπποσύνας τε μένειν,
μηδ' ὀχήματα ζευκτὰ κερασφόρα καὶ κατάργυρα, ἃ τόκοι ταχεῖς καταλαμβάνουσι καὶ παρατρέχουσιν· ἀλλ' ὄνῳ τινὶ τῷ τυχόντι καὶ καβάλλῃ χρώμενος φεῦγε πολέμιον καὶ τύραννον δανειστήν, οὐ γῆν αἰτοῦντα καὶ ὕδωρ ὡς ὁ Μῆδος, ἀλλὰ τῆς ἐλευθερίας ἁπτόμενον καὶ προγράφοντα τὴν ἐπιτιμίαν· κἂν μὴ διδῷς, ἐνοχλοῦντα· κἂν ἔχῃς, μὴ λαμβάνοντα· κἂν πωλῇς, ἐπευωνίζοντα· κἂν μὴ πωλῇς, ἀναγκάζοντα· κἂν δικάζῃς, ἐντυγχάνοντα· κἂν [f] ὀμόσῃς, ἐπιτάττοντα· κἂν βαδίζῃς ἐπὶ θύρας, ἀποκλείοντα· κἂν οἴκοι μένῃς, ἐπισταθμεύοντα καὶ θυροκοποῦντα.
Τί γὰρ ὤνησε Σόλων Ἀθηναίους ἀπαλλάξας τοῦ ἐπὶ τοῖς σώμασιν ὀφείλειν; δουλεύουσι γὰρ ἅπασι τοῖς ἀφανισταῖς, μᾶλλον δ' οὐδ' αὐτοῖς· τί γὰρ ἦν τὸ δεινόν; ἀλλὰ δούλοις ὑβρισταῖς καὶ βαρβάροις καὶ ἀγρίοις, ὥσπερ οὓς ὁ Πλάτων φησὶ καθ' Ἅιδου διαπύρους κολαστὰς καὶ δημοκοίνους ἐφεστάναι τοῖς ἠσεβηκόσι. καὶ γὰρ οὗτοι τὴν ἀγορὰν [829] [a] ἀσεβῶν χώραν ἀποδείξαντες τοῖς ἀθλίοις χρεώσταις γυπῶν δίκην ἔσθουσι καὶ ὑποκείρουσιν αὐτοὺς "δέρτρον ἔσω δύνοντες," τοὺς δ' ὥσπερ Ταντάλους ἐφεστῶτες εἴργουσι γεύσασθαι τῶν ἰδίων τρυγῶντας καὶ συγκομίζοντας. ὡς δὲ Δαρεῖος ἐπὶ τὰς Ἀθήνας ἔπεμψε Δᾶτιν καὶ Ἀρταφέρνην ἐν ταῖς χερσὶν ἁλύσεις ἔχοντας καὶ δεσμὰ κατὰ τῶν αἰχμαλώτων, παραπλησίως οὗτοι τῶν χειρογράφων καὶ συμβολαίων ὥσπερ πεδῶν ἐπὶ τὴν Ἑλλάδα κομίζοντες ἀγγεῖα μεστὰ τὰς πόλεις ἐπιπορεύονται καὶ διελαύνουσι, [b] σπείροντες οὐχ ἥμερον καρπὸν ὡς ὁ Τριπτόλεμος, ἀλλ' ὀφλημάτων ῥίζας πολυπόνους καὶ πολυτόκους καὶ δυσεκλείπτους τιθέντες, αἳ κύκλῳ νεμόμεναι καὶ περιβλαστάνουσαι κάμπτουσι καὶ ἄγχουσι τὰς πόλεις. τοὺς μὲν γὰρ λαγὼς λέγουσι τίκτειν ἅμα καὶ τρέφειν ἕτερα καὶ ἐπικυΐσκεσθαι πάλιν, τὰ δὲ τῶν μαστιγιῶν τούτων καὶ βαρβάρων χρέα πρὶν ἢ συλλαβεῖν τίκτει· διδόντες γὰρ εὐθὺς ἀπαιτοῦσι καὶ τιθέντες αἴρουσι καὶ δανείζουσιν ὃ λαμβάνουσιν ὑπὲρ τοῦ δανεῖσαι.
Λέγεται μὲν παρὰ Μεσσηνίοις
[c] ἔστι Πύλος πρὸ Πύλοιο, Πύλος γε μὲν ἔστι καὶ ἄλλος·
λεχθήσεται δὲ πρὸς τοὺς δανειστὰς
ἔστι τόκος πρὸ τόκοιο, τόκος γε μὲν ἔστι καὶ ἄλλος.
εἶτα τῶν φυσικῶν δήπου καταγελῶσι, λεγόντων μηδὲν ἐκ τοῦ μὴ ὄντος γενέσθαι· παρὰ τούτοις γὰρ ἐκ τοῦ μηκέτ' ὄντος μηδ' ὑφεστῶτος γεννᾶται τόκος· καὶ τὸ τελωνεῖν ὄνειδος ἡγοῦνται, τοῦ νόμου διδόντος· αὐτοὶ γὰρ παρανόμως δανείζουσι τελωνοῦντες, μᾶλλον δ', εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἐν τῷ δανείζειν χρεωκοποῦντες· ὁ γὰρ οὗ γράφει λαμβάνων ἔλαττον χρεωκοπεῖται. καίτοι Πέρσαι γε τὸ ψεύδεσθαι δεύτερον ἡγοῦνται τῶν ἁμαρτημάτων, πρῶτον δὲ τὸ ὀφείλειν· ὅτι καὶ τὸ ψεύδεσθαι τοῖς ὀφείλουσι [d] συμβαίνει πολλάκις· ψεύδονται δὲ μᾶλλον οἱ δανείζοντες καὶ ῥᾳδιουργοῦσιν ἐν ταῖς ἑαυτῶν ἐφημερίσι, γράφοντες ὅτι τῷ δεῖνι τοσοῦτον διδόασιν, ἔλαττον διδόντες· καὶ τὸ ψεῦδος αἰτίαν ἔχει πλεονεξίαν, οὐκ ἀνάγκην οὐδ' ἀπορίαν, ἀλλ' ἀπληστίαν, ἧς ἀναπόλαυστόν ἐστιν αὐτοῖς τὸ τέλος καὶ ἀνωφελὲς ὀλέθριον δὲ τοῖς ἀδικουμένοις. οὔτε γὰρ ἀγροὺς οὓς ἀφαιροῦνται τῶν χρεωστῶν γεωργοῦσιν, οὔτ' οἰκίας αὐτῶν, ἐκβαλόντες ἐκείνους, οἰκοῦσιν, οὔτε τραπέζας παρατίθενται οὔτ' ἐσθῆτας ἐκείνων· ἀλλὰ πρῶτός τις ἀπόλωλε, καὶ δεύτερος κυνηγετεῖται [e] ὑπ' ἐκείνου δελεαζόμενος. νέμεται γὰρ ὡς πῦρ τὸ ἄγριον αὐξόμενον ὀλέθρῳ καὶ φθορᾷ τῶν ἐμπεσόντων, ἄλλον ἐξ ἄλλου καταναλίσκον· ὁ δὲ τοῦτο ῥιπίζων καὶ τρέφων ἐπὶ πολλοὺς δανειστὴς οὐδὲν ἔχει πλέον ἢ διὰ χρόνου λαβὼν ἀναγνῶναι πόσους πέπρακε καὶ πόσους ἐκβέβληκε καὶ πόθεν που κυλινδόμενον καὶ σωρευόμενον διαβέβηκε τὸ ἀργύριον.
Καὶ ταῦτα μή μ' οἴεσθε λέγειν πόλεμον ἐξενηνοχότα πρὸς τοὺς δανειστάς·
οὐ γὰρ πώποτ' ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους·
[f] ἀλλ' ἐνδεικνύμενον τοῖς προχείρως δανειζομένοις, ὅσην ἔχει τὸ πρᾶγμα αἰσχύνην καὶ ἀνελευθερίαν καὶ ὅτι τὸ δανείζεσθαι τῆς ἐσχάτης ἀφροσύνης καὶ μαλακίας ἐστίν. ἔχεις; μὴ δανείσῃ, οὐ γὰρ ἀπορεῖς. οὐκ ἔχεις; μὴ δανείσῃ, οὐ γὰρ ἐκτίσεις. κατ' ἰδίαν δ' οὕτως ἑκάτερα σκοπῶμεν. ὁ Κάτων πρός τινα πρεσβύτην πονηρευόμενον "ὦ ἄνθρωπε, τί τῷ γήρᾳ," ἔφη, "πολλὰ κακὰ ἔχοντι τὴν ἐκ τῆς πονηρίας αἰσχύνην προστίθης;" οὐκοῦν καὶ σὺ [830] [a] τῇ πενίᾳ, πολλῶν κακῶν προσόντων, μὴ ἐπισώρευε τὰς ἐκ τοῦ δανείζεσθαι καὶ ὀφείλειν ἀμηχανίας μηδ' ἀφαιροῦ τῆς πενίας, ᾧ μόνῳ τοῦ πλούτου διαφέρει, τὴν ἀμεριμνίαν. ἐπεὶ τὸ τῆς παροιμίας ἔσται γελοῖον
οὐ δύναμαι τὴν αἶγα φέρειν, ἐπί μοι θέτε τὸν βοῦν.
πενίαν φέρειν μὴ δυνάμενος δανειστὴν ἐπιτίθης σεαυτῷ, φορτίον καὶ πλουτοῦντι δύσοιστον. πῶς οὖν διατραφῶ; τοῦτ' ἐρωτᾷς, ἔχων χεῖρας, ἔχων πόδας, ἔχων φωνήν, ἄνθρωπος ὤν, ᾧ τὸ φιλεῖν ἔστι καὶ φιλεῖσθαι καὶ τὸ χαρίζεσθαι καὶ τὸ εὐχαριστεῖν; [b] γράμματα διδάσκων, καὶ παιδαγωγῶν, καὶ θυρωρῶν, πλέων, παραπλέων· οὐδέν ἐστι τούτων αἴσχιον οὐδὲ δυσχερέστερον τοῦ ἀκοῦσαι "ἀπόδος."
Ὁ Ῥουτίλιος ἐκεῖνος ἐν Ῥώμῃ τῷ Μουσωνίῳ προσελθὼν "Μουσώνιε," εἶπεν, "ὁ Ζεὺς ὁ σωτήρ, ὃν σὺ μιμῇ καὶ ζηλοῖς, οὐ δανείζεται." καὶ ὁ Μουσώνιος μειδιάσας εἶπεν "οὐδὲ δανείζει." ὁ γὰρ Ῥουτίλιος, δανείζων αὐτὸς ὠνείδιζεν ἐκείνῳ δανειζομένῳ. Στωική τις αὕτη τυφομανία· τί γάρ σε δεῖ τὸν Δία τὸν σωτῆρα κινεῖν, αὐτόθεν ὑπομνῆσαι τοῖς φαινομένοις ἐνόν; οὐ δανείζονται χελιδόνες, οὐ δανείζονται μύρμηκες, οἷς ἡ φύσις οὐ [c] χεῖρας, οὐ λόγον, οὐ τέχνην δέδωκεν· ἄνθρωποι δὲ περιουσίᾳ συνέσεως διὰ τὸ εὐμήχανον ἵππους παρατρέφουσι, κύνας, πέρδικας, λαγωούς, κολοιούς· τί οὖν γε σεαυτοῦ κατέγνωκας, ἀπιθανώτερος ὢν κολοιοῦ καὶ ἀφωνότερος πέρδικος καὶ κυνὸς ἀγεννέστερος, ὥστ' ἀπ' ἀνθρώπου μηδενὸς ὠφελεῖσθαι περιέπων, ψυχαγωγῶν, φυλάττων, προμαχόμενος; οὐχ ὁρᾷς, ὡς πολλὰ μὲν γῆ παρέχει πολλὰ δὲ θάλαττα;
καὶ μὴν Μίκκυλον εἰσεῖδον
φησὶν ὁ Κράτης
τῶν ἐρίων ξαίνοντα, γυναῖκά τε συγξαίνουσαν,
τὸν λιμὸν φεύγοντας ἐν αἰνῇ δηιοτῆτι.
Κλεάνθη δ' ὁ βασιλεὺς Ἀντίγονος ἠρώτα διὰ χρόνου θεασάμενος ἐν ταῖς Ἀθήναις "ἀλεῖς ἔτι, Κλέανθες;"
[d] "ἀλῶ," φησίν, "ὦ βασιλεῦ· ὃ ποιῶ ἕνεκα τοῦ Ζήνωνος μὴ ἀποστῆναι μηδὲ φιλοσοφίας." ὅσον τὸ φρόνημα τοῦ ἀνδρός, ἀπὸ τοῦ μύλου καὶ τῆς μάκτρας πεττούσῃ χειρὶ καὶ ἀλούσῃ γράφειν περὶ θεῶν καὶ σελήνης καὶ ἄστρων καὶ ἡλίου. ἡμῖν δὲ δουλικὰ δοκεῖ ταῦτ' ἔργα. τοιγαροῦν ἵν' ἐλεύθεροι ὦμεν δανεισάμενοι, κολακεύομεν οἰκοτριβέας ἀνθρώπους καὶ δορυφοροῦμεν καὶ δειπνίζομεν καὶ δῶρα καὶ φόρους ὑποτελοῦμεν, οὐ διὰ τὴν πενίαν (οὐδεὶς γὰρ δανείζει πένητι), ἀλλὰ διὰ τὴν πολυτέλειαν. εἰ γὰρ ἠρκούμεθα τοῖς ἀναγκαίοις πρὸς τὸν βίον, οὐκ ἂν ἦν γένος δανειστῶν, ὥσπερ οὐδὲ Κενταύρων ἔστιν οὐδὲ Γοργόνων· [e] ἀλλ' ἡ τρυφὴ δανειστὰς ἐποίησεν οὐχ ἧττον ἢ χρυσοχόους καὶ ἀργυροκόπους καὶ μυρεψοὺς καὶ ἀνθοβάφους. οὐ γὰρ ἄρτων οὐδ' οἴνου τιμὴν ὀφείλομεν, ἀλλὰ χωρίων καὶ ἀνδραπόδων καὶ ἡμιόνων καὶ τρικλίνων καὶ τραπεζῶν, καὶ χορηγοῦντες ἐκλελυμένως πόλεσι, φιλοτιμούμενοι φιλοτιμίας ἀκάρπους καὶ ἀχαρίστους. ὁ δ' ἅπαξ ἐνειληθεὶς μένει χρεώστης διὰ παντός, ἄλλον ἐξ ἄλλου μεταλαμβάνων ἀναβάτην, ὥσπερ ἵππος ἐγχαλινωθείς· [f] ἀποφυγὴ δ' οὐκ ἔστιν ἐπὶ τὰς νομὰς ἐκείνας καὶ τοὺς λειμῶνας, ἀλλὰ πλάζονται καθάπερ οἱ θεήλατοι καὶ οὐρανοπετεῖς ἐκεῖνοι τοῦ Ἐμπεδοκλέους δαίμονες·
αἰθέριον μὲν γάρ σφε μένος πόντονδε διώκει,
πόντος δ' ἐς χθονὸς οὖδας ἀπέπτυσε· γαῖα δ' ἐς αὐγὰς
ἠελίου ἀκάμαντος· ὁ δ' αἰθέρος ἔμβαλε δίναις·
[831] [a] "ἄλλος δ' ἐξ ἄλλου δέχεται" τοκιστὴς ἢ πραγματευτὴς Κορίνθιος, εἶτα Πατρεύς, εἶτ' Ἀθηναῖος, ἄχρι ἂν ὑπὸ πάντων περικρουόμενος εἰς τόκους διαλυθῇ καὶ κατακερματισθῇ. καθάπερ γὰρ ἀναστῆναι δεῖ τὸν πεπηλωμένον ἢ μένειν, ὁ δὲ στρεφόμενος καὶ κυλινδούμενος ὑγρῷ τῷ σώματι καὶ διαβρόχῳ προσπεριβάλλεται πλείονα μολυσμόν· οὕτως ἐν ταῖς μεταγραφαῖς καὶ μεταπτώσεσι τῶν δανείων τοὺς τόκους προσαναλαμβάνοντες αὑτοῖς [b] καὶ προσπλάττοντες ἀεὶ βαρύτεροι γίγνονται καὶ τῶν χολερικῶν οὐδὲν διαφέρουσιν, οἳ θεραπείαν μὲν οὐ προσδέχονται, τὸ δὲ προστεταγμένον ἐξερῶντες, εἶτα πλέον αὖθις συλλέγοντες ἀεὶ διατελοῦσι· καὶ γὰρ οὗτοι καθαρθῆναι μὲν οὐ θέλουσιν, ἀεὶ δ', ὅσαι τοῦ ἔτους ὧραι, μετ' ὀδύνης καὶ σπαραγμῶν τὸν τόκον ἀναφέροντες, ἐπιρρέοντος εὐθὺς ἑτέρου καὶ προσισταμένου, πάλιν ναυτιῶσι καὶ καρηβαροῦσι· δέον ἀπαλλαγέντας εἰλικρινεῖς καὶ ἐλευθέρους γίγνεσθαι.
Ἤδη γάρ μοι πρὸς τοὺς εὐπορωτέρους καὶ μαλακωτέρους ὁ λόγος ἔστι, τοὺς λέγοντας "ἄδουλος οὖν γένωμαι καὶ ἀνέστιος καὶ ἄοικος;" ὥσπερ [c] εἰ λέγοι πρὸς ἰατρὸν ἄρρωστος ὑδρωπιῶν καὶ ᾠδηκὼς "ἰσχνὸς οὖν γένωμαι καὶ κενός;" τί δ' οὐ μέλλεις, ἵν' ὑγιαίνῃς; καὶ σὺ γενοῦ ἄδουλος, ἵνα μὴ δοῦλος ᾖς· καὶ ἀκτήμων, ἵνα μὴ κτῆμ' ᾖς ἄλλου. καὶ τὸν τῶν γυπῶν λόγον ἄκουσον· ἐμοῦντος τοῦ ἑτέρου καὶ λέγοντος τὰ σπλάγχν' ἐκβάλλειν, ἕτερος παρὼν "καὶ τί δεινόν;" εἶπεν· "οὐ γὰρ τὰ σεαυτοῦ σπλάγχν' ἐκβάλλεις, ἀλλὰ τὰ τοῦ νεκροῦ ὃν ἄρτι ἐσπαράττομεν." καὶ τῶν χρεωστῶν οὐ πωλεῖ ἕκαστος τὸ ἑαυτοῦ χωρίον οὐδὲ τὴν ἰδίαν οἰκίαν, ἀλλὰ τὴν τοῦ δανείσαντος ὃν τῷ νόμῳ [d] κύριον αὐτῶν πεποίηκε. "νὴ Δία," φησίν, "ἀλλ' ὁ πατήρ μου τὸν ἀγρὸν τοῦτον κατέλιπε." καὶ γὰρ καὶ τὴν ἐλευθερίαν καὶ τὴν ἐπιτιμίαν ὁ πατὴρ ἔδωκεν, ὧν σε δεῖ λόγον ἔχειν πλείονα. καὶ τὸν πόδα καὶ τὴν χεῖρ' ὁ γεννήσας ἐποίησεν, ἀλλ' ὅταν σαπῇ, μισθὸν δίδως τῷ ἀποκόπτοντι. τῷ δ' Ὀδυσσεῖ τὴν ἐσθῆτα ἡ Καλυψὼ περιέθηκεν "εἵματ' ἀμφιέσασα θυώδεα" χρωτὸς ἀθανάτου πνέοντα, δῶρα καὶ μνημόσυνα τῆς φιλίας ὄντα τῆς ἐκείνης· ἀλλ' ἐπεὶ περιτραπεὶς καὶ βυθισθεὶς μόλις ἀνέσχε, τῆς ἐσθῆτος γενομένης διαβρόχου καὶ βαρείας, ἐκείνην μὲν ἔρριψεν ἀποδυσάμενος, κρηδέμνῳ δέ τινι γυμνὸν ὑποζώσας τὸ στέρνον
[e] νῆχε παρὲξ ἐς γαῖαν ὁρώμενος
καὶ διασωθεὶς οὔτ' ἐσθῆτος οὔτε τροφῆς ἠπόρησε. τί οὖν; οὐ γίγνεται χειμὼν περὶ τοὺς χρεώστας, ὅταν ἐπιστῇ διὰ χρόνου δανειστὴς λέγων
"ἀπόδος";
ὣς εἰπὼν σύναγεν νεφέλας, ἐτάραξε δὲ πόντον·
σὺν δ' εὖρός τε νότος τ' ἔπεσε ζέφυρός τε δυσαής
τόκων τόκοις ἐπικυλισθέντων· ὁ δὲ συγκλυζόμενος ἀντέχεται τῶν βαρυνόντων, ἀπονήξασθαι καὶ φυγεῖν μὴ δυνάμενος· ἀλλ' ὠθεῖται κατὰ βυθοῦ, μετὰ τῶν ἐγγυησαμένων φίλων ἀφανιζόμενος. Κράτης δ' ὁ [f] Θηβαῖος ὑπ' οὐδενὸς ἀπαιτούμενος οὐδ' ὀφείλων, αὐτὰς δὲ τὰς οἰκονομίας καὶ φροντίδας καὶ περισπασμοὺς δυσχεραίνων, ἀφῆκεν οὐσίαν ὀκτὼ ταλάντων, καὶ τρίβωνα καὶ πήραν ἀναλαβὼν εἰς φιλοσοφίαν καὶ πενίαν κατέφυγεν. Ἀναξαγόρας δὲ τὴν χώραν κατέλιπε μηλόβοτον. καὶ τί δεῖ τούτους λέγειν, ὅπου Φιλόξενος ὁ μελοποιὸς ἐν ἀποικίᾳ Σικελικῇ, κλήρου μετασχὼν καὶ βίου καὶ οἴκου πολλὴν εὐπορίαν ἔχοντος, ὁρῶν δὲ τρυφὴν καὶ ἡδυπάθειαν καὶ ἀμουσίαν ἐπιχωριάζουσαν "μὰ τοὺς θεούς," εἶπεν, "ἐμὲ ταῦτα" τἀγαθὰ οὐκ ἀπολεῖ, ἀλλ' ἐγὼ ταῦτα· καὶ καταλιπὼν ἑτέροις τὸν κλῆρον [832] [a] ἐξέπλευσεν. οἱ δ' ὀφείλοντες ἀπαιτούμενοι δασμολογούμενοι δουλεύοντες ὑπαργυρεύοντες ἀνέχονται, καρτεροῦσιν, ὡς ὁ Φινεύς, Ἁρπυίας τινὰς ὑποπτέρους βόσκοντες, αἳ φέρουσι τὴν τροφὴν καὶ διαρπάζουσιν, οὐ καθ' ὥραν ἀλλὰ πρὶν θερισθῆναι τὸν σῖτον ὠνούμενοι, καὶ πρὶν ἢ πεσεῖν τὴν ἐλαίαν ἀγοράζοντες τοὔλαιον· καὶ "τὸν οἶνον ἔχω," φησί, "τοσούτου" καὶ πρόσγραφον ἔδωκε τῆς τιμῆς· ὁ δὲ βότρυς κρέμαται καὶ προσπέφυκεν ἔτι τὸν ἀρκτοῦρον ἐκδεχόμενος.