[440] Περὶ τῆς ἠθικῆς λεγομένης ἀρετῆς καὶ δοκούσης, ᾧ δὴ μάλιστα τῆς θεωρητικῆς διαφέρει, τῷ τὸ μὲν πάθος ὕλην ἔχειν τὸν δὲ λόγον εἶδος, εἰπεῖν πρόκειται τίνα τ' οὐσίαν ἔχει καὶ πῶς ὑφίστασθαι πέφυκε· καὶ πότερον οἰκείῳ λόγῳ κεκόσμηται τὸ δεδεγμένον μόριον αὐτὴν τῆς ψυχῆς ἢ μετέσχηκεν ἀλλοτρίου· καὶ εἰ μετέσχηκε, πότερον ὡς τὰ μεμιγμένα πρὸς τὸ βέλτιον ἢ μᾶλλον ὡς ἐπιστασίᾳ τινὶ χρώμενον καὶ ἀρχῇ μετέχειν λέγεται τῆς τοῦ ἄρχοντος δυνάμεως. ὅτι μὲν γὰρ δύναται καὶ ἀρετὴ γεγονέναι [e] καὶ μένειν παντάπασιν ἄυλος καὶ ἄκρατος, οἶμαι δῆλον εἶναι.
Βέλτιον δὲ βραχέως ἐπιδραμεῖν καὶ τὰ τῶν ἑτέρων, οὐχ ἱστορίας ἕνεκα μᾶλλον ἢ τοῦ σαφέστερα γενέσθαι τὰ οἰκεῖα καὶ βεβαιότερα προεκτεθέντων ἐκείνων.
Μενέδημος μὲν ὁ ἐξ Ἐρετρίας ἀνῄρει τῶν ἀρετῶν καὶ τὸ πλῆθος καὶ τὰς διαφοράς, ὡς μιᾶς οὔσης καὶ χρωμένης πολλοῖς ὀνόμασι· τὸ γὰρ αὐτὸ σωφροσύνην καὶ ἀνδρείαν καὶ δικαιοσύνην λέγεσθαι, καθάπερ βροτὸν καὶ ἄνθρωπον. Ἀρίστων δ' ὁ Χῖος (fr. 375) τῇ μὲν οὐσίᾳ μίαν [f] καὶ αὐτὸς ἀρετὴν ἐποίει καὶ ὑγίειαν ὠνόμαζε· τῷ δὲ πρός τί πως διαφόρους καὶ πλείονας, ὡς εἴ τις ἐθέλοι τὴν ὅρασιν ἡμῶν λευκῶν μὲν ἀντιλαμβανομένην λευκοθέαν καλεῖν, μελάνων δὲ μελανοθέαν ἤ τι τοιοῦτον ἕτερον. καὶ γὰρ ἡ ἀρετὴ ποιητέα μὲν ἐπισκοποῦσα καὶ μὴ ποιητέα [441] [a] κέκληται φρόνησις, ἐπιθυμίαν δὲ κοσμοῦσα καὶ τὸ μέτριον καὶ τὸ εὔκαιρον ἐν ἡδοναῖς ὁρίζουσα σωφροσύνη, κοινωνήμασι δὲ καὶ συμβολαίοις ὁμιλοῦσα τοῖς πρὸς ἑτέρους δικαιοσύνη· καθάπερ τὸ μαχαίριον ἓν μέν ἐστιν ἄλλοτε δ' ἄλλο διαιρεῖ, καὶ τὸ πῦρ ἐνεργεῖ περὶ ὕλας διαφόρους μιᾷ φύσει χρώμενον. ἔοικε δὲ καὶ Ζήνων εἰς τοῦτό πως ὑποφέρεσθαι ὁ Κιτιεύς (fr. 201), ὁριζόμενος τὴν φρόνησιν ἐν μὲν ἀπονεμητέοις δικαιοσύνην ἐν δ' αἱρετέοις σωφροσύνην ἐν δ' ὑπομενετέοις ἀνδρείαν· ἀπολογούμενοι δ' ἀξιοῦσιν ἐν τούτοις τὴν ἐπιστήμην φρόνησιν ὑπὸ τοῦ Ζήνωνος ὠνομάσθαι. Χρύσιππος δὲ (fr. eth. 255) κατὰ [b] τὸν ποιὸν ἀρετὴν ἰδίᾳ ποιότητι συνίστασθαι νομίζων ἔλαθεν αὑτὸν κατὰ τὸν Πλάτωνα (Men. 72a) 'σμῆνος ἀρετῶν' οὐ σύνηθες οὐδὲ γνώριμον ἐγείρας· ὡς γὰρ παρὰ τὸν ἀνδρεῖον ἀνδρείαν καὶ παρὰ τὸν πρᾶον πραότητα καὶ δικαιοσύνην παρὰ τὸν δίκαιον, οὕτω παρὰ τὸν χαρίεντα χαριεντότητας καὶ παρὰ τὸν ἐσθλὸν ἐσθλότητας καὶ παρὰ τὸν μέγαν μεγαλότητας καὶ παρὰ τὸν καλὸν καλότητας ἑτέρας τε τοιαύτας ἐπιδεξιότητας εὐαπαντησίας εὐτραπελίας ἀρετὰς τιθέμενος πολλῶν καὶ ἀτόπων ὀνομάτων οὐδὲν δεομένην ἐμπέπληκε ‹τὴν› φιλοσοφίαν.
[c] Κοινῶς δ' ἅπαντες οὗτοι τὴν ἀρετὴν τοῦ ἡγεμονικοῦ τῆς ψυχῆς διάθεσίν τινα καὶ δύναμιν γεγενημένην ὑπὸ λόγου, μᾶλλον δὲ λόγον οὖσαν αὐτὴν ὁμολογούμενον καὶ βέβαιον καὶ ἀμετάπτωτον ὑποτίθενται· καὶ νομίζουσιν οὐκ εἶναι τὸ παθητικὸν καὶ ἄλογον διαφορᾷ τινι καὶ φύσει [ψυχῆς] τοῦ λογικοῦ διακεκριμένον, ἀλλὰ τὸ αὐτὸ τῆς ψυχῆς μέρος, ὃ δὴ καλοῦσι διάνοιαν καὶ ἡγεμονικόν, δι' ὅλου τρεπόμενον καὶ μεταβάλλον ἔν τε τοῖς πάθεσι καὶ ταῖς καθ' ἕξιν ἢ διάθεσιν μεταβολαῖς κακίαν τε γίνεσθαι καὶ ἀρετήν, καὶ μηδὲν ἔχειν ἄλογον ἐν ἑαυτῷ, λέγεσθαι δ' ἄλογον, ὅταν τῷ πλεονάζοντι τῆς ὁρμῆς ἰσχυρῷ γενομένῳ καὶ κρατήσαντι πρός τι τῶν ἀτόπων παρὰ τὸν [d] αἱροῦντα λόγον ἐκφέρηται· καὶ γὰρ τὸ πάθος εἶναι λόγον πονηρὸν καὶ ἀκόλαστον ἐκ φαύλης καὶ διημαρτημένης κρίσεως σφοδρότητα καὶ ῥώμην προσλαβούσης. ἔοικε δὲ λαθεῖν τούτους ἅπαντας, ᾗ διττὸς ἡμῶν ὡς ἀληθῶς ἕκαστός ἐστι καὶ σύνθετος· τὴν γὰρ ἑτέραν διπλόην οὐ κατεῖδον, ἀλλὰ τὴν ψυχῆς καὶ σώματος μῖξιν ἐμφανεστέραν οὖσαν. ὅτι δ' αὐτῆς ἔστι τῆς ψυχῆς ἐν ἑαυτῇ σύνθετόν τι καὶ διφυὲς καὶ ἀνόμοιον, ὥσπερ ἑτέρου σώματος τοῦ ἀλόγου πρὸς τὸν λόγον ἀνάγκῃ τινὶ καὶ [e] φύσει συμμιγέντος καὶ συναρμοσθέντος, εἰκὸς μέν ἐστι μηδὲ Πυθαγόραν ἀγνοῆσαι, τεκμαιρομένοις τῇ περὶ μουσικὴν σπουδῇ τοῦ ἀνδρός, ἣν ἐπηγάγετο τῇ ψυχῇ κηλήσεως ἕνεκα καὶ παραμυθίας, ὡς οὐ πᾶν ἐχούσῃ διδασκαλίᾳ καὶ μαθήμασιν ὑπήκοον οὐδὲ λόγῳ μεταβλητὸν ἐκ κακίας, ἀλλά τινος ἑτέρας πειθοῦς συνεργοῦ καὶ πλάσεως καὶ τιθασεύσεως δεόμενον, εἰ μὴ παντάπασι μέλλοι φιλοσοφίᾳ δυσμεταχείριστον εἶναι καὶ ἀπειθές· ἐμφανῶς μέντοι καὶ βεβαίως καὶ ἀναμφιδόξως Πλάτων (Tim. 35) συνεῖδεν, ὅτι τούτου τε τοῦ κόσμου τὸ ἔμψυχον οὐχ [f] ἁπλοῦν οὐδ' ἀσύνθετον οὐδὲ μονοειδές ἐστιν, ἀλλ' ἐκ τῆς ταὐτοῦ καὶ τῆς τοῦ ἑτέρου μεμιγμένον δυνάμεως πῆ μὲν ἀεὶ κατὰ ταὐτὰ κοσμεῖται καὶ περιπολεῖ μιᾷ τάξει κράτος ἐχούσῃ χρώμενον, πῆ δ' εἴς τε κινήσεις καὶ κύκλους σχιζόμενον ὑπεναντίους καὶ πλανητοὺς ἀρχὴν διαφορᾶς καὶ μεταβολῆς καὶ ἀνομοιότητος ἐνδίδωσι ταῖς περὶ γῆν φθοραῖς καὶ γενέσεσιν, ἥ τ' ἀνθρώπου ψυχὴ (Tim. 69c) μέρος ἢ μίμημα τῆς τοῦ παντὸς οὖσα καὶ συνηρμοσμένη κατὰ λόγους καὶ ἀριθμοὺς ἐοικότας ἐκείνοις [442] [a] οὐχ ἁπλῆ τίς ἐστιν οὐδ' ὁμοιοπαθής, ἀλλ' ἕτερον μὲν ἔχει τὸ νοερὸν καὶ λογιστικόν, ᾧ κρατεῖν τοῦ ἀνθρώπου κατὰ φύσιν καὶ ἄρχειν προσῆκόν ἐστιν, ἕτερον δὲ τὸ παθητικὸν καὶ ἄλογον καὶ πολυπλανὲς καὶ ἄτακτον ἐξεταστοῦ δεόμενον. οὗ πάλιν διχῆ μεριζομένου τὸ μὲν ἀεὶ σώματι βούλεσθαι συνεῖναι καὶ σῶμα θεραπεύειν πεφυκὸς ἐπιθυμητικὸν κέκληται, τὸ δ' ἔστι μὲν ᾗ τούτῳ προστιθέμενον, ἔστι δ' ᾗ τῷ λογισμῷ παρέχον ἰσχὺν ἐπὶ τοῦτο καὶ δύναμιν θυμοειδές. ἀποδείκνυσι δὲ (Rep. 434d sqq.) τὴν διαφορὰν μάλιστα τῇ τοῦ λογιζομένου καὶ φρονοῦντος ἀντιβάσει πρὸς τὸ ἐπιθυμοῦν καὶ ‹τὸ› θυμούμενον, [b] ὡς τῷ ἕτερ' εἶναι πολλάκις ἀπειθοῦντα καὶ δυσμαχοῦντα πρὸς τὸ βέλτιστον. ταύταις ἐχρήσατο ταῖς ἀρχαῖς ἐπὶ πλέον Ἀριστοτέλης, ὡς δῆλόν ἐστιν ἐξ ὧν ἔγραψεν· ὕστερον δὲ τὸ μὲν θυμοειδὲς τῷ ἐπιθυμητικῷ προσένειμεν, ὡς ἐπιθυμίαν τινὰ τὸν θυμὸν ὄντα καὶ ὄρεξιν ἀντιλυπήσεως (de an. 403a 30), τῷ μέντοι παθητικῷ καὶ ἀλόγῳ μέχρι παντὸς ὡς διαφέροντι τοῦ λογιστικοῦ χρώμενος διετέλεσεν, οὐχ ὅτι παντελῶς ἄλογόν ἐστιν ὥσπερ τὸ αἰσθητικὸν ἢ τὸ θρεπτικὸν καὶ φυτικὸν τῆς ψυχῆς μέρος· ἀλλὰ ταῦτα μὲν ὅλως ἀνήκοα λόγου καὶ κωφὰ τρόπον τινὰ τῆς σαρκὸς ἐκβεβλάστηκε καὶ περὶ τὸ σῶμα παντελῶς [c] καταπέφυκε, τὸ δὲ παθητικὸν οἰκείου λόγου στέρεται καὶ ἄμοιρόν ἐστιν, ἄλλως δὲ τοῦ λογιζομένου καὶ φρονοῦντος εἰσακούειν καὶ τρέπεσθαι πρὸς ἐκεῖνο καὶ ὑπείκειν καὶ κατασχηματίζεσθαι πέφυκεν, ἐὰν μὴ τέλεον ᾖ διεφθαρμένον ὑφ' ἡδονῆς ἀμαθοῦς καὶ ἀκολάστου διαίτης.
Οἱ δὲ θαυμάζοντες ὅπως ἄλογον μέν ἐστι λόγου δ' ὑπήκοον οὔ μοι δοκοῦσι τοῦ λόγου περινοεῖν τὴν δύναμιν 'ὅση πέφυκε καὶ ἐφ' ὅσον διέρχεται' (Eur. fr. 898, 3) τῷ κρατεῖν καὶ ἄγειν οὐ σκληραῖς οὐδ' ἀντιτύποις ἀγωγαῖς ἀλλὰ τυπικαῖς καὶ τὸ ἐνδόσιμον καὶ πειθήνιον ἁπάσης ἀνάγκης καὶ βίας ἐχούσαις ἀνυσιμώτερον. ἐπεὶ καὶ πνεῦμα [d] δήπου καὶ νεῦρα καὶ ὀστᾶ καὶ τὰ λοιπὰ μέρη τοῦ σώματος ἄλογ' ἐστίν, ἀλλ' ὅταν ὁρμὴ γένηται, σείσαντος ὥσπερ ἡνίας τοῦ λογισμοῦ πάντα τέταται καὶ συνῆκται καὶ ὑπακούει· καὶ πόδες τε θεῖν διανοηθέντος εὔτονοι καὶ χεῖρες εἰς ἔργον καθίστανται βαλεῖν ἢ λαβεῖν ὁρμήσαντος. ἄριστα δ' ὁ ποιητὴς τὸ συμπαθοῦν καὶ συγκατασχηματιζόμενον τῷ λόγῳ τοῦ ἀλόγου παρίστησι διὰ τούτων (τ 208 sqq.)·
'ὣς τῆς τήκετο καλὰ παρήια δακρυχεούσης,
κλαιούσης ἑὸν ἄνδρα παρήμενον· αὐτὰρ Ὀδυσσεὺςθυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα,
[e] ὀφθαλμοὶ δ' ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηρος
ἀτρέμας ἐν βλεφάροισι, δόλῳ δ' ὅ γε δάκρυα κεῦθεν·'
οὕτως κατήκοον εἶχε τῆς κρίσεως καὶ τὸ πνεῦμα καὶ τὸ αἷμα καὶ τὸ δάκρυον. δηλοῦσι δὲ καὶ παρὰ καλαῖς καὶ καλοῖς, ὧν οὐκ ἐᾷ λόγος οὐδὲ νόμος θιγεῖν, αἰδοίων φυγαὶ καὶ ἀναχωρήσεις ἡσυχίαν ἀγόντων καὶ ἀτρεμούντων. ὃ μάλιστα συμβαίνει τοῖς ἐρῶσιν εἶτ' ἀκούσασιν ὡς ἀδελφῆς ἐρῶντες ἢ θυγατρὸς ἠγνοήκασιν· ἅμα γὰρ ἔπτηξε τὸ ἐπιθυμοῦν ἁψαμένου τοῦ λόγου καὶ τὸ σῶμα τὰ μέρη συνευσχημονοῦντα τῇ κρίσει παρέσχε. σιτίοις γε μὴν πολλάκις [f] καὶ ὄψοις μάλ' ἡδέως προσενεχθέντες ἂν αἴσθωνται καὶ μάθωσιν αὑτοὺς τῶν μὴ καθαρῶν τι μηδὲ νομίμων ἐδηδοκότας, οὐ τῇ κρίσει μόνον ἐπιτίθεται τὸ λυποῦν καὶ δάκνον, ἀλλὰ καὶ τὸ σῶμα τῇ δόξῃ συνδιατρεπόμενον καὶ ἀναπιμπλάμενον ἔμετοι καὶ διατροπαὶ ναυτιώδεις ἴσχουσι. δέδοικα δὲ μὴ δόξαιμι παντάπασιν ἐπαγωγὰ καὶ νεαρὰ [443] [a] τῷ λόγῳ περαίνειν, ψαλτήρια διεξιὼν καὶ λύρας καὶ πηκτίδας καὶ αὐλοὺς καὶ ὅσα μουσικῆς προσῳδὰ καὶ προσήγορα μηχανησαμένης ἀνθρωπίνοις πάθεσιν ἄψυχα συνήδεται καὶ συνεπιθρηνεῖ καὶ συνᾴδει καὶ συνακολασταίνει, τὰς κρίσεις ἀναφέροντα καὶ τὰ πάθη καὶ τὰ ἤθη τῶν χρωμένων. καίτοι καὶ Ζήνωνά φασιν (fr. 299) εἰς θέατρον ἀνιόντα κιθαρῳδοῦντος Ἀμοιβέως πρὸς τοὺς μαθητάς 'ἴωμεν' εἰπεῖν 'ὅπως καταμάθωμεν οἵαν ἔντερα καὶ νεῦρα καὶ ξύλα καὶ ὀστᾶ λόγου καὶ ῥυθμοῦ μετασχόντα καὶ τάξεως ἐμμέλειαν καὶ φωνὴν ἀφίησιν.' ἀλλὰ [b] ταῦτ' ἐάσας ἡδέως ἂν αὐτῶν πυθοίμην, εἰ κύνας καὶ ἵππους καὶ ὄρνιθας οἰκουροὺς ὁρῶντες ἔθει καὶ τροφῇ καὶ διδασκαλίᾳ φωνάς τε συνετὰς καὶ πρὸς λόγον ὑπηκόους κινήσεις καὶ σχέσεις ἀποδιδόντας καὶ πράξεις τὸ μέτριον καὶ τὸ χρήσιμον ἡμῖν ἐχούσας Ὁμήρου τ' ἀκούοντες τὸν Ἀχιλλέα λέγοντος 'ὀτρύνειν ἵππους τε καὶ ἀνέρας' (Π 167) ἐπὶ τὴν μάχην ἔτι θαυμάζουσι καὶ διαποροῦσιν εἰ τὸ θυμούμενον ἐν ἡμῖν καὶ ἐπιθυμοῦν καὶ λυπούμενον καὶ ἡδόμενον ὑπακούειν τε τῷ φρονοῦντι καὶ πάσχειν ὑπ' αὐτοῦ καὶ συνδιατίθεσθαι πέφυκεν, οὐκ ἀποικοῦν οὐδ' [c] ἀπεσχισμένον οὐδὲ πλασσόμενον ἔξωθεν οὐδὲ τυπούμενον ἀνάγκαις τισὶν ἢ πληγαῖς, ἀλλὰ φύσει μὲν ἐξηρτημένον ἀεὶ δ' ὁμιλοῦν καὶ συντρεφόμενον καὶ ἀναπιμπλάμενον ὑπὸ συνηθείας.
Διὸ καὶ καλῶς ὠνόμασται τὸ ἦθος. ἔστι μὲν γάρ, ὡς τύπῳ εἰπεῖν, ποιότης τοῦ ἀλόγου τὸ ἦθος, ὠνόμασται δ' ὅτι τὴν ποιότητα ταύτην καὶ τὴν διαφορὰν ἔθει λαμβάνει τὸ ἄλογον ὑπὸ τοῦ λόγου πλαττόμενον, οὐ βουλομένου τὸ πάθος ἐξαιρεῖν παντάπασιν (οὔτε γὰρ δυνατὸν οὔτ' ἄμεινον), ἀλλ' ὅρον τινὰ καὶ τάξιν ἐπιτιθέντος αὐτῷ καὶ τὰς ἠθικὰς ἀρετάς, οὐκ ἀπαθείας οὔσας ἀλλὰ συμμετρίας [d] παθῶν καὶ μεσότητας, ἐμποιοῦντος· ἐμποιεῖ δὲ τῇ φρονήσει τὴν τοῦ παθητικοῦ δύναμιν εἰς ἕξιν ἀστείαν καθιστάς. τρία γὰρ δὴ ταῦτά φασι περὶ τὴν ψυχὴν ὑπάρχειν, δύναμιν πάθος ἕξιν. ἡ μὲν οὖν δύναμις ἀρχὴ καὶ ὕλη τοῦ πάθους, οἷον ὀργιλότης αἰσχυντηλία θαρραλεότης· τὸ δὲ πάθος κίνησίς τις ἤδη τῆς δυνάμεως, οἷον ὀργὴ θάρσος αἰδώς [θράσος]· ἡ δ' ἕξις ἰσχὺς καὶ κατασκευὴ τῆς περὶ τὸ ἄλογον δυνάμεως ἐξ ἔθους ἐγγενομένη, κακία μέν, ἂν φαύλως, ἀρετὴ δ', ἂν καλῶς ὑπὸ τοῦ λόγου παιδαγωγηθῇ τὸ πάθος.
Ἐπεὶ δ' οὐ πᾶσαν ἀρετὴν μεσότητα ποιοῦσιν οὐδ' [e] ἠθικὴν καλοῦσι, λεκτέον ἂν εἴη περὶ τῆς διαφορᾶς ἀρξαμένοις ἄνωθεν. ἔστι τοίνυν τῶν πραγμάτων τὰ μὲν ἁπλῶς ἔχοντα τὰ δὲ πῶς ἔχοντα πρὸς ἡμᾶς· ἁπλῶς μὲν οὖν ἔχοντα γῆ οὐρανὸς ἄστρα θάλασσα, πῶς δ' ἔχοντα πρὸς ἡμᾶς ἀγαθὸν κακόν, αἱρετὸν φευκτόν, ἡδὺ ἀλγεινόν. ἀμφοῖν δὲ τοῦ λόγου θεωρητικοῦ ὄντος τὸ μὲν περὶ τὰ ἁπλῶς ἔχοντα μόνον ἐπιστημονικὸν καὶ θεωρητικόν ἐστι, τὸ δ' ἐν τοῖς πῶς ἔχουσι πρὸς ἡμᾶς βουλευτικὸν καὶ πρακτικόν· ἀρετὴ δὲ τούτου μὲν ἡ φρόνησις ἐκείνου δ' ἡ σοφία. διαφέρει δὲ σοφίας φρόνησις, ᾗ τοῦ θεωρητικοῦ πρὸς τὸ [f] πρακτικὸν καὶ παθητικὸν ἐπιστροφῆς καὶ σχέσεώς τινος γενομένης ὑφίσταται κατὰ λόγον ἡ φρόνησις. διὸ φρόνησις μὲν τύχης δεῖται σοφία δ' οὐ δεῖται πρὸς τὸ οἰκεῖον τέλος οὐδὲ βουλῆς· ἔστι γὰρ περὶ τὰ ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχοντα. καὶ καθάπερ ὁ γεωμέτρης οὐ βουλεύεται περὶ [444] [a] τοῦ τριγώνου, εἰ δυεῖν ὀρθαῖς ἴσας ἔχει τὰς ἐντὸς γωνίας ἀλλ' οἶδεν (αἱ γὰρ βουλαὶ περὶ τῶν ἄλλοτ' ἄλλως ἐχόντων, οὐ περὶ τῶν βεβαίων καὶ ἀμεταπτώτων), οὕτως ὁ θεωρητικὸς νοῦς περὶ τὰ πρῶτα καὶ μόνιμα καὶ μίαν ἀεὶ φύσιν ἔχοντα μὴ δεχομένην μεταβολὰς ἐνεργῶν ἀπήλλακται τοῦ βουλεύεσθαι· τὴν δὲ φρόνησιν εἰς πράγματα πλάνης μεστὰ καὶ ταραχῆς καθιεῖσαν ἐπιμίγνυσθαι τοῖς τυχηροῖς πολλάκις ἀναγκαῖόν ἐστι καὶ τῷ βουλευτικῷ χρῆσθαι περὶ τῶν ἀδηλοτέρων, τῷ δὲ πρακτικῷ τὸ βουλευτικὸν ἐκδεχομένην ἐνεργεῖν ἤδη καὶ τοῦ ἀλόγου συμπαρόντος καὶ συνεφελκομένου [b] ταῖς κρίσεσιν. ὁρμῆς γὰρ δέονται· τὴν δ' ὁρμὴν τῷ πάθει ποιεῖ τὸ ἦθος, λόγου δεομένην ὁρίζοντος, ὅπως μετρία παρῇ καὶ μήθ' ὑπερβάλλῃ μήτ' ἐγκαταλείπῃ τὸν καιρόν. τὸ γὰρ δὴ παθητικὸν καὶ ἄλογον κινήσεσι χρῆται ταῖς μὲν ἄγαν σφοδραῖς καὶ ὀξείαις ταῖς δὲ μαλακωτέραις ἢ προσήκει καὶ ἀργοτέραις. ὅθεν ἕκαστον ὧν πράττομεν ἀεὶ μοναχῶς μὲν κατορθοῦται πλεοναχῶς δ' ἁμαρτάνεται· τὸ γὰρ βαλεῖν τὸν σκοπὸν ἕν ἐστι καὶ ἁπλοῦν, ἀστοχοῦσι δ' ἄλλοτ' ἄλλως, ὑπερβάλλοντες τὸ μέτριον ἢ προαπολείποντες. τοῦτ' οὖν τοῦ πρακτικοῦ λόγου κατὰ [c] φύσιν ἔργον ἐστί, τὸ ἐξαιρεῖν τὰς ἀμετρίας τῶν παθῶν καὶ πλημμελείας. ὅπου μὲν γὰρ ὑπ' ἀρρωστίας καὶ μαλακίας ἢ δέους καὶ ὄκνου προενδίδωσιν ἡ ὁρμὴ καὶ προαπολείπει τὸ καλόν, ἐνταῦθα πάρεστιν ἐξεγείρων καὶ ἀναρριπίζων, ὅπου δὲ πάλιν ἐκφέρεται ῥυεῖσα πολλὴ καὶ ἄτακτος, ἐκεῖ τὸ σφοδρὸν ἀφαιρεῖ καὶ ἵστησιν. οὕτως δ' ὁρίζων τὴν παθητικὴν κίνησιν ἐμποιεῖ τὰς ἠθικὰς ἀρετὰς περὶ τὸ ἄλογον, ἐλλείψεως καὶ ὑπερβολῆς μεσότητας οὔσας. οὐ γὰρ ἅπασαν ἀρετὴν μεσότητι γίνεσθαι ῥητέον· ἀλλ' ἡ μὲν ἀπροσδεὴς τοῦ ἀλόγου καὶ περὶ τὸν εἰλικρινῆ [d] καὶ ἀπαθῆ νοῦν συνισταμένη σοφία καὶ φρόνησις αὐτοτελής τίς ἐστιν ἀκρότης τοῦ λόγου καὶ δύναμις, ᾗ τὸ θειότατον ἐγγίνεται τῆς ἐπιστήμης καὶ μακαριώτατον, ἡ δ' ἀναγκαία διὰ τὸ σῶμα καὶ δεομένη τῆς παθητικῆς ὥσπερ ὀργανικῆς ὑπηρεσίας ἐπὶ τὸ πρακτικόν, οὐκ οὖσα φθορὰ τοῦ ἀλόγου τῆς ψυχῆς οὐδ' ἀναίρεσις ἀλλὰ τάξις καὶ διακόσμησις, ἀκρότης μέν ἐστι τῇ δυνάμει καὶ τῇ ποιότητι, τῷ ποσῷ δὲ μεσότης γίνεται τὸ ὑπερβάλλον ἐξαιροῦσα καὶ τὸ ἐλλεῖπον.
Ἐπεὶ δὲ πολλαχῶς τὸ μέσον (καὶ γὰρ τὸ κεκραμένον τῶν ἀκράτων μέσον, ὡς λευκοῦ καὶ μέλανος τὸ [e] φαιόν· καὶ τὸ περιέχον καὶ περιεχόμενον τοῦ περιεχομένου καὶ περιέχοντος, ὡς τῶν δώδεκα καὶ τεττάρων τὰ ὀκτώ· καὶ τὸ μηδετέρου τῶν ἄκρων μετέχον, ὡς ἀγαθοῦ καὶ κακοῦ τὸ ἀδιάφορον), τούτων μὲν οὐδενὶ τῶν τρόπων ἡ ἀρετὴ προσρητέα μεσότης. οὔτε γὰρ μῖγμα τῶν κακιῶν ἐστιν, οὔτ' ἐμπεριέχουσα τοὔλαττον ἐμπεριέχεται τῷ πλεονάζοντι τοῦ προσήκοντος, οὔτ' ἀπήλλακται παντάπασι τῶν παθητικῶν ὁρμῶν, ἐν αἷς τὸ μᾶλλον καὶ τὸ ἧττόν ἐστι. γίνεται δὲ μεσότης καὶ λέγεται μάλιστα τῇ περὶ φθόγγους καὶ ἁρμονίας ὁμοίως· ἐκείνη τε γὰρ ἐμμελὴς οὖσα φωνὴ καθάπερ ἡ νήτη καὶ ὑπάτη τῆς μὲν τὴν ὀξύτητα τῆς δὲ τὴν βαρύτητα τὴν ἄγαν διαπέφευγεν· αὕτη τε κίνησις οὖσα καὶ δύναμις περὶ τὸ ἄλογον, τὰς ἐκλύσεις καὶ τὰς ἐπιτάσεις καὶ ὅλως τὸ μᾶλλον καὶ τὸ [445] [a] ἧττον ἐξαιρεῖ τῆς ὁρμῆς, εἰς τὸ μέτριον καὶ ἀναμάρτητον καθιστᾶσα τῶν παθῶν ἕκαστον. αὐτίκα τὴν μὲν ἀνδρείαν μεσότητά φασιν εἶναι δειλίας καὶ θρασύτητος, ὧν ἡ μὲν ἔλλειψις ἡ δ' ὑπερβολὴ τοῦ θυμοειδοῦς ἐστι· τὴν δ' ἐλευθεριότητα μικρολογίας καὶ ἀσωτίας, πραότητα δ' ἀναλγησίας καὶ ὠμότητος· αὐτήν τε σωφροσύνην καὶ δικαιοσύνην, τὴν μὲν περὶ τὰ συμβόλαια μήτε πλέον νέμουσαν αὑτῇ τοῦ προσήκοντος μήτ' ἔλαττον, τὴν δ' εἰς τὸ μέσον [ἀπαθείας] ἀναισθησίας καὶ ἀκολασίας ἀεὶ τὰς ἐπιθυμίας καθιστᾶσαν.
Ἐν ᾧ δὴ καὶ μάλιστα δοκεῖ τὸ ἄλογον τῆς πρὸς τὸ [b] λογικὸν διαφορᾶς αὐτοῦ παρέχειν κατανόησιν, καὶ δεικνύειν τὸ πάθος ὡς ἕτερόν τι κομιδῇ τοῦ λόγου ἐστίν. οὐ γὰρ ἂν διέφερε σωφροσύνης ἐγκράτεια, καὶ ἀκολασίας ἀκρασία περὶ τὰς ἡδονὰς καὶ τὰς ἐπιθυμίας, εἰ ταὐτὸν ἦν τῆς ψυχῆς ᾧ ἐπιθυμεῖν ᾧ τε κρίνειν πέφυκε. νῦν δὲ σωφροσύνη μέν ἐστιν, οὗ τὸ παθητικὸν ὥσπερ εὐήνιον θρέμμα καὶ πρᾶον ὁ λογισμὸς ἡνιοχεῖ καὶ μεταχειρίζεται, περὶ τὰς ἐπιθυμίας χρώμενος ὑπείκοντι καὶ δεχομένῳ τὸ μέτριον καὶ τὸ εὔσχημον ἑκουσίως, ὁ δ' ἐγκρατὴς ἄγει μὲν ἐρρωμένῳ τῷ λογισμῷ καὶ κρατοῦντι τὴν ἐπιθυμίαν, ἄγει δ' οὐκ ἀλύπως οὐδὲ πειθομένην ἀλλὰ [c] πλαγίαν καὶ ἀντιτείνουσαν, οἷον ὑπὸ πληγῆς καὶ χαλινοῦ καταβιαζόμενος καὶ ἀνακρούων, ἀγῶνος ὢν ἐν ἑαυτῷ καὶ θορύβου μεστός· οἷον ὁ Πλάτων (Phaedr. 254 sqq.) ἐξεικονίζει περὶ τὰ τῆς ψυχῆς ὑποζύγια, τοῦ χείρονος πρὸς τὸ βέλτιον ζυγομαχοῦντος ἅμα καὶ τὸν ἡνίοχον διαταράττοντος ἀντέχειν ὀπίσω καὶ κατατείνειν ὑπὸ σπουδῆς ἀναγκαζόμενον ἀεί, 'μὴ βάλῃ φοίνικας ἐκ χειρῶν ἱμάντας' κατὰ Σιμωνίδην (fr. 17). ὅθεν οὐδ' ἀρετὴν ἀξιοῦσιν αὐτοτελῆ τὴν ἐγκράτειαν ἀλλ' ἔλαττον ἀρετῆς εἶναι· μεσότης γὰρ οὐ γέγονεν ἐκ συμφωνίας τοῦ χείρονος πρὸς τὸ βέλτιον οὐδ' ἀνῄρηται τοῦ πάθους τὸ ὑπερβάλλον, [d] οὐδὲ πειθόμενον οὐδ' ὁμολογοῦν τῷ φρονοῦντι τῆς ψυχῆς τὸ ἐπιθυμοῦν ἀλλὰ λυποῦν καὶ λυπούμενον καὶ καθειργόμενον ὑπ' ἀνάγκης ὥσπερ ἐν στάσει δυσμενὲς καὶ πολέμιον συνοικεῖ·
'πόλις δ' ὁμοῦ μὲν θυμιαμάτων γέμει
ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων' (Soph. O. R. 3),
ἡ τοῦ ἐγκρατοῦς ψυχὴ διὰ τὴν ἀνωμαλίαν καὶ τὴν διαφοράν. κατὰ ταὐτὰ δ' οἴονται καὶ τὴν ἀκρασίαν ἔλαττόν τι κακίας εἶναι παντελῆ δὲ κακίαν τὴν ἀκολασίαν. αὕτη μὲν γὰρ ἔχουσα καὶ πάθος φαῦλον καὶ λόγον ὑφ' οὗ μὲν ἐξάγεται τῷ ἐπιθυμεῖν πρὸς τὸ αἰσχρόν, ὑφ' οὗ δὲ τῷ κακῶς κρίνειν προστιθεμένου ταῖς ἐπιθυμίαις καὶ τὴν [e] αἴσθησιν ἀποβάλλει τῶν ἁμαρτανομένων· ἡ δ' ἀκρασία τῷ μὲν λόγῳ σῴζει τὴν κρίσιν ὀρθὴν οὖσαν, τῷ δὲ πάθει φέρεται παρὰ τὴν κρίσιν ἰσχύοντι τοῦ λόγου μᾶλλον. ὅθεν διαφέρει τῆς ἀκολασίας· ὅπου μὲν γὰρ ἡττᾶται τοῦ πάθους ὁ λογισμὸς ὅπου δ' οὐδὲ μάχεται, καὶ ὅπου μὲν ἀντιλέγων ἕπεται ταῖς ἐπιθυμίαις ὅπου δ' ὑφηγεῖται συναγορεύων, καὶ ὅπου μὲν ἡδομένῳ κοινωνεῖν ὑπάρχει τῶν ἁμαρτανομένων ὅπου δ' ἀχθομένῳ, καὶ ὅπου μὲν ἑκὼν φέρεται πρὸς τὸ αἰσχρὸν ὅπου δὲ προδίδωσιν ἄκων τὸ καλόν· ὡς τοῖς πραττομένοις ὑπ' αὐτῶν οὐχ ἧττον δὲ καὶ τοῖς λεγομένοις ἔνεστιν ἡ διαφορὰ κατάδηλος. ἀκολάστων [f] μὲν γὰρ αἵδε φωναί·
'τίς δὲ χάρις, τί δὲ τερπνὸν ἄνευ χρυσῆς Ἀφροδίτης;
τεθναίην, ὅτε μοι μηκέτι ταῦτα μέλοι' (Mimn. fr. 1)·
καὶ ἕτερος (Alexis fr. 271, 4. 5)
'τὸ πιεῖν τὸ φαγεῖν τὸ τῆς Ἀφροδίτης τυγχάνειν,
τὰ δ' ἄλλα προσθήκας ἅπαντ' ἐγὼ καλῶ'
[446] [a] φησίν, ὥσπερ ἐξ ὅλης τῆς συνεπινεύων ταῖς ἡδοναῖς καὶ ὑπερειπόμενος. οὐχ ἧττον δὲ τούτων ὁ εἰπών (Com. adesp. 217)
'ἔα μ' ἀπολέσθαι· τοῦτο γάρ μοι συμφέρει'
τὴν κρίσιν ἔχει τῷ πάθει συννοσοῦσαν. αἱ δὲ τῆς ἀκρασίας ἕτεραι καὶ διαφέρουσαι
'γνώμην ἔχοντά μ' ἡ φύσις βιάζεται' (Eur. fr. 840)
καί
'αἰαῖ, τόδ' ἤδη θεῖον ἀνθρώποις κακόν,
ὅταν τις εἰδῇ τἀγαθὸν χρῆται δὲ μή' (Eur. fr. 841)
καί
'εἴκει γὰρ ἤδη θυμὸς οὐδ' ἔτ' ἀντέχει,
θινῶδες ὡς ἄγκιστρον ἀγκύρας σάλῳ' (Tr. ad. 379),
θινῶδες ἄγκιστρον οὐ φαύλως λέγων τὸ μὴ κάτοχον τοῦ λογισμοῦ μηδ' ἀραρός, ἀλλὰ μανότητι τῆς ψυχῆς καὶ μαλακίᾳ προϊέμενον τὴν κρίσιν. οὐ πόρρω δὲ τῆς εἰκόνος [b] ταύτης κἀκεῖνα εἴρηται
'ναῦς ὥς τις ἐκ μὲν γῆς ἀνήρτημαι βρόχοις,
πνεῖ δ' οὖρος, ἡμῖν δ' οὐ κρατεῖ τὰ πείσματα·'
(Trag. ad. 380)
πείσματα γὰρ λέγει τὰς ἀντεχούσας κρίσεις πρὸς τὸ αἰσχρόν, εἶθ' ὥσπερ ὑπὸ πνεύματος πολλοῦ ῥηγνυμένας τοῦ πάθους. τῷ γὰρ ὄντι πλησίστιος μὲν ἐπὶ τὰς ἡδονὰς ὁ ἀκόλαστος ὑπὸ τῶν ἐπιθυμιῶν φέρεται καὶ δίδωσιν ἑαυτὸν καὶ συγκατευθύνει· πλάγιος δ' ὁ ἀκρατής, οἷον ἐξαναφέρειν γλιχόμενος καὶ διωθεῖσθαι τὸ πάθος, ὑποσύρεται καὶ περιπίπτει περὶ τὸ αἰσχρόν· ὡς Ἀνάξαρχον ἐσίλλαινε Τίμων (fr. 58 D)
'ἐν δὲ τὸ θαρσαλέον τε καὶ ἐμμενὲς ὅππη ὀρούσαι
φαίνετ' Ἀναξάρχου κύνεον μένος· ὅς ῥα καὶ εἰδώς,
[c] ὡς φάσαν, ἄθλιος ἔσκε, φύσις δέ μιν ἔμπαλιν ἦγεν
ἡδονοπλήξ, ἣν πλεῖστοι ὑποτρείουσι σοφιστῶν.'
οὔτε γὰρ ὁ σοφὸς ἐγκρατὴς ἀλλὰ σώφρων, οὔθ' ὁ ἀμαθὴς ἀκρατὴς ἀλλ' ἀκόλαστος· ὁ μὲν γὰρ ἥδεται τοῖς καλοῖς ὁ δ' οὐκ ἄχθεται τοῖς αἰσχροῖς. σοφιστικῆς οὖν ψυχῆς ἡ ἀκρασία λόγον ἐχούσης οἷς ἔγνωκεν ὀρθῶς ἐμμένειν μὴ δυνάμενον.
Ἡ μὲν οὖν ἀκρασία τοιαύτας ἔχει διαφορὰς πρὸς τὴν ἀκολασίαν, ἡ δ' ἐγκράτεια πρὸς τὴν σωφροσύνην αὖθις αὖ τὰς ἀντιστρόφους ἀναλόγως. τὸ γὰρ δάκνον καὶ τὸ λυποῦν καὶ τὸ ἀγανακτοῦν οὔπω τὴν ἐγκράτειαν ἀπολέλοιπε· [d] τῆς δὲ σώφρονος ψυχῆς τὸ πανταχόθεν ὁμαλὲς καὶ ἄσφυκτον καὶ ὑγιαῖνον, ᾧ συνήρμοσται καὶ συγκέκραται τὸ ἄλογον πρὸς τὸν λογισμὸν εὐπειθείᾳ καὶ πραότητι θαυμαστῇ κεκοσμημένον, εἴποις ἂν ἐπιβλέψας
'δὴ τότ' ἔπειτ' ἄνεμος μὲν ἐπαύσατο, ἡ δὲ γαλήνη
ἔπλετο νηνεμίη, κοίμησε δὲ κύματα δαίμων' (μ 168),
τὰ σφοδρὰ καὶ περιμανῆ καὶ οἰστρώδη κινήματα τῶν ἐπιθυμιῶν τοῦ λόγου κατασβέσαντος, ὧν δ' ἡ φύσις ἀναγκαίως δεῖται, ταῦθ' ὁμοπαθῆ καὶ ὑπήκοα καὶ φίλα καὶ συνεργὰ πεποιημένου ταῖς πρακτικαῖς προαιρέσεσιν, ὥστε μὴ προεκθεῖν τοῦ λογισμοῦ μηδ' ὑπενδιδόναι μηδ' ἀτακτεῖν [e] μηδ' ἀπειθεῖν, ἀλλὰ πᾶσαν ὁρμὴν εὐάγωγον οὖσαν 'ἄθηλον ἵππῳ πῶλον ὣς ἅμα τρέχειν' (Semon. fr. 5), ἐπιβεβαιοῦσαν τὸν Ξενοκράτους (fr. 3) λόγον, ὃν ἐκεῖνος εἶπε περὶ τῶν ἀληθῶς φιλοσοφούντων, ὅτι μόνοι ποιοῦσιν ἑκουσίως ἃ ποιοῦσιν ἄκοντες οἱ λοιποὶ διὰ τὸν νόμον, ὥσπερ ὑπὸ πληγῆς κύνες ἢ γαλαῖ ψόφῳ τῶν ἡδονῶν ἀποτρεπόμενοι καὶ πρὸς τὸ δεινὸν ὑποβλέποντες.
Ὅτι μὲν οὖν γίνεταί τις ἐν τῇ ψυχῇ τοιαύτης ἑτερότητος αἴσθησις καὶ διαφορᾶς περὶ τὰς ἐπιθυμίας, ὥς τινος μαχομένου καὶ τἀναντία λέγοντος αὐταῖς, οὐκ ἄδηλόν [f] ἐστιν. ἔνιοι δέ φασιν (St. V. Fr. III 459) οὐχ ἕτερον εἶναι τοῦ λόγου τὸ πάθος οὐδὲ δυεῖν διαφορὰν καὶ στάσιν, ἀλλ' ἑνὸς λόγου τροπὴν ἐπ' ἀμφότερα, λανθάνουσαν ἡμᾶς [447] [a] ὀξύτητι καὶ τάχει μεταβολῆς, οὐ συνορῶντας ὅτι ταὐτόν ἐστι τῆς ψυχῆς ᾧ πέφυκεν ἐπιθυμεῖν καὶ μετανοεῖν, ὀργίζεσθαι καὶ δεδιέναι, φέρεσθαι πρὸς τὸ αἰσχρὸν ὑφ' ἡδονῆς καὶ φερομένης πάλιν αὑτῆς ἐπιλαμβάνεσθαι· καὶ γὰρ ἐπιθυμίαν καὶ ὀργὴν καὶ φόβον καὶ τὰ τοιαῦτα πάντα δόξας εἶναι καὶ κρίσεις πονηράς, οὐ περὶ ἕν τι γινομένας τῆς ψυχῆς μέρος, ἀλλ' ὅλου τοῦ ἡγεμονικοῦ ῥοπὰς καὶ εἴξεις καὶ συγκαταθέσεις καὶ ὁρμὰς καὶ ὅλως ἐνεργείας τινὰς οὔσας ἐν ὀλίγῳ μεταπτωτάς, ὥσπερ αἱ τῶν παίδων ἐπιδρομαὶ τὸ ῥαγδαῖον καὶ τὸ σφοδρὸν ἐπισφαλὲς ὑπ' ἀσθενείας καὶ ἀβέβαιον ἔχουσι.
Ταῦτα δὲ πρῶτον μὲν παρὰ τὴν ἐνάργειάν ἐστι καὶ τὴν [b] αἴσθησιν. οὐδεὶς γὰρ ἐν ἑαυτῷ τοῦ ἐπιθυμοῦντος αἰσθάνεται μεταβολὴν εἰς τὸ κρῖνον οὐδὲ τοῦ κρίνοντος αὖ πάλιν εἰς τὸ ἐπιθυμοῦν, οὐδὲ παύεται μὲν ἐρῶν, ὅτε λογίζεται καθεκτέον εἶναι τὸν ἔρωτα καὶ διαμαχετέον πρὸς αὐτόν, ἐξίσταται δὲ πάλιν τοῦ λογίζεσθαι καὶ κρίνειν, ὅταν ἐνδιδῷ μαλασσόμενος ὑπὸ τῆς ἐπιθυμίας· ἀλλὰ καὶ τῷ λόγῳ πρὸς τὸ πάθος ἀντιβαίνων ἐν τῷ πάθει ἐστὶν ἔτι καὶ πάλιν κρατούμενος ὑπὸ τοῦ πάθους διορᾷ τῷ λογισμῷ τὸ ἁμαρτανόμενον, καὶ οὔτε τῷ πάθει τὸν λόγον ἀνῄρηκεν οὔτε τῷ λογίζεσθαι τοῦ πάθους ἀπήλλακται, φερόμενος δ' ἑκατέρωσε μέσος ἀμφοῖν καὶ κοινός ἐστιν.
[c] οἱ δὲ νῦν μὲν ἐπιθυμίαν γίνεσθαι τὸ ἡγεμονικὸν νῦν δὲ τὸν ἀντιταττόμενον τῇ ἐπιθυμίᾳ λογισμὸν ὑπολαμβάνοντες οὐδὲν ἀπέχουσι τῶν μὴ δύο τὸν κυνηγὸν εἶναι καὶ τὸ θηρίον ὑπολαμβανόντων, ἀλλὰ ταὐτὸ σῶμα χρώμενον μεταβολῇ νῦν μὲν εἶναι θηρίον νῦν δὲ γίνεσθαι κυνηγόν· ἐκεῖνοί τε γὰρ ἐμφανές τι παρορῶσιν οὗτοί τε πρὸς τὴν αἴσθησιν ἀντιμαρτυροῦσιν, οὐχ ἑνός τινος μεταβολῆς ἀλλὰ δυεῖν ἅμα μάχης καὶ διαφορᾶς ἐν αὐτοῖς αἰσθανομένην.
'Τί οὖν;' φασίν, 'οὐχὶ καὶ τὸ βουλευόμενον τοῦ ἀνθρώπου πολλάκις διχοφορεῖ καὶ πρὸς ἐναντίας ἀνθέλκεται [d] δόξας περὶ τοῦ συμφέροντος ἀλλ' ἕν ἐστι'; 'πάνυ μὲν οὖν' φήσομεν, 'ἀλλὰ τὸ συμβαῖνον οὐχ ὅμοιον.' οὐ γὰρ μάχεται πρὸς ἑαυτὸ τῆς ψυχῆς τὸ φρονοῦν, ἀλλὰ μιᾷ χρώμενον δυνάμει διαφόρων ἐφάπτεται λογισμῶν· μᾶλλον δ' εἷς λογισμὸς ἔστιν ἐν πράγμασι γινόμενος ἑτέροις ὥσπερ ὕλαις διαφερούσαις. ὅθεν οὔτε λύπη τοῖς ἄνευ πάθους λογισμοῖς ἔνεστιν, οὔθ' ὥσπερ ἐκβιαζόμενοι παρὰ γνώμην αἱροῦνται θάτερον, ἂν μὴ νὴ Δία λανθάνῃ πάθος τι προσηρτημένον ὥσπερ ἐπὶ ζυγοῦ. καὶ γὰρ τοῦτο συμβαίνει πολλάκις, οὐ λογισμοῦ τινος πρὸς λογισμὸν ἀλλὰ φιλοτιμίας ἢ φιλονεικίας ἢ χάριτος ἢ ζηλοτυπίας ἢ δέους [e] ἀντιβαίνοντος οἴεσθαι λόγων εἶναι δυεῖν διαφοράν· ὥσπερ ἐν τούτοις (Η 93)·
'αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δ' ὑποδέχθαι·'
καί (Eur. fr. 854)
'τὸ μὲν σφαγῆναι δεινὸν εὔκλειαν δ' ἔχει,
τὸ μὴ θανεῖν δὲ δειλὸν ἡδονὴ δ' ἔνι'·
καὶ περὶ τὰς κρίσεις τῶν συμβολαίων ὑποτρέχοντα τὰ πάθη τὴν πλείστην ἐμποιεῖ διατριβήν· καὶ περὶ τὰ συμβούλια τῶν βασιλέων οἱ πρὸς χάριν λέγοντες οὐ δυεῖν κρίσεων τῇ ἑτέρᾳ συναγορεύουσιν, ἀλλὰ πάθει τινὶ προστίθενται παρὰ τὸν τοῦ συμφέροντος λογισμόν. διὸ τοὺς ῥήτορας ἐν ταῖς ἀριστοκρατίαις οἱ ἄρχοντες οὐκ ἐῶσι [f] παθαίνεσθαι· ῥέπει γὰρ εὐθεῖαν ῥοπὴν ὁ ἀπαθὴς λογισμὸς ἐπὶ τὸ δίκαιον, ἂν δὲ πάθος ἐγγένηται, μάχην ποιεῖ καὶ διαφορὰν τὸ ἡδόμενον καὶ τὸ ἀλγοῦν πρὸς τὸ κρῖνον καὶ τὸ βουλευόμενον. ἐπεὶ διὰ τί τοῖς ἐν φιλοσοφίᾳ σκέμμασιν οὐ πρόσεστι τὸ μετὰ λύπης ὑπὸ τῶν ἑτέρων ἄγεσθαι καὶ [448] [a] μετατίθεσθαι πολλάκις, ἀλλ' αὐτός τ' Ἀριστοτέλης Δημόκριτός τε καὶ Χρύσιππος ἔνια τῶν πρόσθεν αὐτοῖς ἀρεσκόντων ἀθορύβως καὶ ἀδήκτως καὶ μεθ' ἡδονῆς ἀφεῖσαν; ὅτι τῷ θεωρητικῷ καὶ μαθηματικῷ τῆς ψυχῆς πάθος οὐδὲν ἀνθέστηκεν ἀλλ' ἀτρεμεῖ καὶ οὐ πολυπραγμονεῖ τὸ ἄλογον ἐν τούτοις· διὸ πρὸς τὸ ἀληθὲς ὁ λογισμός, ὅταν φανῇ, προέμενος τὸ ψεῦδος ἀσμένως ἀπέκλινεν· ἐν αὐτῷ γὰρ ἔστιν οὐκ ἐν ἑτέρῳ τὸ πειθόμενον καὶ μεταπειθόμενον. αἱ δὲ πραγματικαὶ βουλαὶ καὶ κρίσεις καὶ δίαιται τῶν πολλῶν ἐμπαθεῖς οὖσαι δυσοδίαν τῷ λόγῳ παρέχουσι καὶ δυσκολίαν, ἐνισχομένῳ καὶ ταραττομένῳ [b] περὶ τὸ ἄλογον, ἀνταῖρον αὐτῷ μεθ' ἡδονῆς τινος ἢ δέους ἢ λύπης ἢ ἐπιθυμίας. καὶ τούτων κριτήριον ἡ αἴσθησίς ἐστιν ἀμφοτέρων ἐφαπτομένη· καὶ γὰρ ἂν περιγένηται θάτερον, οὐκ ἀνῄρηκε θάτερον, ἀλλ' ἐφέλκεται καταβιαζόμενον καὶ ἀντιτεῖνον. ὁ γὰρ νουθετῶν αὑτὸν ἐρῶντα χρῆται τῷ λογισμῷ πρὸς τὸ πάθος, ὡς ἀμφοτέρων ἐνόντων ἅμα τῇ ψυχῇ, καθάπερ χειρὶ φλεγμαῖνον ἕτερον μέρος πιέζων καὶ δυεῖν ὄντων καὶ διαφερόντων ἐπαισθανόμενος. ἐν μέντοι ταῖς ἀπαθέσι βουλαῖς καὶ σκέψεσιν, οἵας ἔχει μάλιστα τὸ θεωρητικόν, ἂν μὲν [c] ἴσαι μένωσιν, οὐ γέγονε κρίσις ἀλλ' ἀπορία, στάσις οὖσα καὶ μονὴ διανοίας ὑπ' ἐναντίων πιθανῶν· ἂν δὲ ῥοπὴ γένηται πρὸς θάτερον, ἡ κρατήσασα τὴν ἑτέραν λέλυκεν, ὥστε μὴ λυπεῖν μηδ' ὑπεναντιοῦσθαι πρὸς τὴν δόξαν. ὅλως δὲ λογισμοῦ μὲν ἀντικεῖσθαι λογισμῷ δοκοῦντος οὐ γίνεται δυεῖν καὶ ἑτέρων αἴσθησις ἀλλ' ἑνός τινος ἐν διαφόροις γινομένου φαντασίαις· ὅταν δὲ τὸ ἄλογον μάχηται τῷ λογισμῷ, μήτε κρατεῖν ἀλύπως μήτε κρατεῖσθαι πεφυκὸς εὐθὺς εἰς δύο διίστησι τῇ μάχῃ τὴν ψυχὴν καὶ ποιεῖ τὴν διαφορὰν πρόδηλον.
[d] Οὐ μόνον τοίνυν ἀπὸ τῆς μάχης ἀλλ' οὐδὲν ἧττον ἀπὸ τῆς ἀκολουθίας κατίδοι τις ἂν τὴν παθητικὴν ἀρχὴν τῆς λογιστικῆς ἑτέραν οὖσαν. ἐπεὶ γὰρ ἔστι μὲν ἐρᾶν εὐφυοῦς πρὸς ἀρετὴν καὶ γενναίου παιδὸς ἔστι δὲ φαύλου καὶ ἀκολάστου, συμβαίνει δὲ θυμῷ χρῆσθαι μὲν ἀλόγως πρὸς παῖδας αὑτοῦ καὶ γονεῖς χρῆσθαι δ' ὑπὲρ γονέων καὶ παίδων δικαίως πρὸς πολεμίους καὶ τυράννους, ὥσπερ ἐκεῖ μάχης καὶ διαφορᾶς τοῦ πάθους πρὸς τὸν λογισμὸν αἴσθησις ἔστιν, οὕτως ἐνταῦθα πειθοῦς καὶ ἀκολουθίας, οἷον ἐπιρρέποντος καὶ συνεπιδιδόντος. ἔτι τοίνυν καὶ [e] γυναῖκα γήμας κατὰ νόμους ἀνὴρ ἐπιεικὴς διανοεῖται περιέπειν καὶ συνεῖναι δικαίως καὶ σωφρόνως, χρόνῳ δὲ τῆς συνηθείας ἐντεκούσης πάθος αἰσθάνεται τῷ λογισμῷ τὸ φιλεῖν καὶ τὸ ἀγαπᾶν ἐπιτεινόμενον. ὥσπερ αὖ καὶ νέοι διδασκάλοις ἐπιτυχόντες ἀστείοις ὑπὸ χρείας τὸ πρῶτον ἕπονται καὶ ζηλοῦσιν, ὕστερον δὲ καὶ φιλοῦσιν, ἀντὶ γνωρίμων καὶ μαθητῶν ἐρασταὶ καλούμενοι καὶ ὄντες. τὸ δ' αὐτὸ συμβαίνει καὶ πρὸς ἄρχοντας ἐν πόλεσι χρηστοὺς καὶ γείτονας καὶ κηδεστάς· ἀρξάμενοι γὰρ ὑπὸ χρείας τινὸς καθηκόντως ἀλλήλοις ὁμιλεῖν, ἔπειτα λανθάνουσιν [f] εἰς τὸ φιλεῖν ὑποφερόμενοι συνεπισπασαμένου τοῦ λογισμοῦ καὶ συναναπείσαντος τὸ παθητικόν. ὁ δ' εἰπών
'αἰδώς τε· δισσαὶ δ' εἰσίν, ἡ μὲν οὐ κακὴ
ἡ δ' ἄχθος οἴκων' (Eur. Hipp. 385).
ἆρ' οὐ δῆλός ἐστι συνῃσθημένος ἐν ἑαυτῷ τοῦτο τὸ πάθος πολλάκις μὲν ἀκολουθοῦν τῷ λόγῳ καὶ συγκατακοσμούμενον, πολλάκις δὲ παρὰ τὸν λόγον ὄκνοις καὶ μελλήσεσι [449] [a] καιροὺς καὶ πράγματα λυμαινόμενον;
Οἷς καὶ αὐτοὶ τρόπον τινὰ διὰ τὴν ἐνάργειαν ὑπείκοντες αἰδεῖσθαι τὸ αἰσχύνεσθαι καλοῦσι (St. V. Fr. III 439) καὶ τὸ ἥδεσθαι χαίρειν καὶ τοὺς φόβους εὐλαβείας, ταύτην μὲν οὐδενὸς ἂν αἰτιασαμένου τὴν εὐφημίαν, εἰ τὰ αὐτὰ πάθη προστιθέμενα μὲν τῷ λογισμῷ τούτοις καλοῦσι τοῖς ὀνόμασι, μαχόμενα δὲ καὶ βιαζόμενα τὸν λογισμὸν ἐκείνοις· ὅταν δὲ δακρύοις ἐλεγχόμενοι καὶ τρόμοις καὶ χρόας μεταβολαῖς ἀντὶ λύπης καὶ φόβου δηγμούς τινας καὶ συνθροήσεις λέγωσι καὶ προθυμίας τὰς ἐπιθυμίας ὑποκορίζωνται, σοφιστικὰς δοκοῦσιν οὐ [b] φιλοσόφους διακρούσεις καὶ ἀποδράσεις ἐκ τῶν πραγμάτων μηχανᾶσθαι διὰ τῶν ὀνομάτων. καίτοι πάλιν αὐτοὶ τάς τε χαρὰς ἐκείνας καὶ τὰς βουλήσεις καὶ τὰς εὐλαβείας εὐπαθείας καλοῦσιν οὐκ ἀπαθείας, ὀρθῶς ἐνταῦθα χρώμενοι τοῖς ὀνόμασι· γίνεται γὰρ εὐπάθεια τοῦ λογισμοῦ τὸ πάθος οὐκ ἀναιροῦντος ἀλλὰ κοσμοῦντος καὶ τάττοντος ἐν τοῖς σωφρονοῦσιν. οἱ δὲ φαῦλοι καὶ ἀκρατεῖς τί πάσχουσιν, ὅταν τὸν πατέρα καὶ τὴν μητέρα κρίναντες φιλεῖν ἀντὶ τοῦ ἐρωμένου καὶ τῆς ἐρωμένης μὴ δύνωνται, τὴν δ' ἑταίραν καὶ τὸν κόλακα κρίναντες εὐθὺς καὶ φιλῶσιν; εἰ γὰρ τὸ πάθος ἦν κρίσις, ἔδει τῇ τοῦ φιλεῖν χρῆναι καὶ [c] μισεῖν κρίσει τὸ φιλεῖν ἕπεσθαι καὶ τὸ μισεῖν· νυνὶ δὲ συμβαίνει τἀναντία, ταῖς μὲν προστιθεμένου τοῦ πάθους κρίσεσι ταῖς δ' ἀπειθοῦντος. ᾗ καί φασιν αὐτοί (St. V. Fr. III 384), τῶν πραγμάτων ἐκβιαζομένων, οὐ πᾶσαν εἶναι κρίσιν πάθος ἀλλὰ τὴν κινητικὴν ὁρμῆς βιαίου καὶ πλεοναζούσης, ὁμολογοῦντες ἕτερον εἶναι τὸ κρῖνον καὶ τὸ πάσχον ἐν ἡμῖν ὥσπερ τὸ κινοῦν καὶ τὸ κινούμενον. αὐτός τε Χρύσιππος ἐν πολλοῖς ὁριζόμενος τὴν καρτερίαν καὶ τὴν ἐγκράτειαν ἕξεις ἀκολουθητικὰς τῷ αἱροῦντι λόγῳ, δῆλός ἐστιν ὑπὸ τῶν πραγμάτων ὁμολογεῖν ἀναγκαζόμενος, ὡς ἕτερόν ἐστι τὸ ἀκολουθοῦν ἐν ἡμῖν τοῦ [d] ᾧ ἀκολουθεῖ πειθόμενον ἢ πάλιν μάχεται μὴ πειθόμενον.
Ἴσα τοίνυν τὰ ἁμαρτήματα πάντα καὶ πάσας τιθέμενοι τὰς ἁμαρτίας (St. V. Fr. III 468), εἰ μὲν ἄλλῃ πη παρορῶσι τὸ ἀληθές, οὐκ ἔστι καιρὸς ἐν τῷ παρόντι διελέγχειν, ἐν δὲ τοῖς πάθεσι φαίνονται κομιδῇ παρὰ τὴν ἐνάργειαν ἐνιστάμενοι τῷ λόγῳ. πᾶν μὲν γὰρ πάθος ἁμαρτία κατ' αὐτούς ἐστι, καὶ πᾶς ὁ λυπούμενος ἢ φοβούμενος ἢ ἐπιθυμῶν ἁμαρτάνει· μεγάλαι δὲ τῶν παθῶν διαφοραὶ κατὰ τὸ μᾶλλον καὶ τὸ ἧττον ὁρῶνται. τίς γὰρ ἂν φαίη τὸν Δόλωνος φόβον ἴσον εἶναι τῷ Αἴαντος 'ἐντροπαλιζομένου' καὶ βάδην ἀπιόντος ἐκ τῶν πολεμίων 'ὀλίγον γόνυ γουνὸς ἀμείβοντος' (Λ 547); ἢ τῇ [e] Πλάτωνος ἐπὶ Σωκράτει τελευτήσαντι λύπῃ τὴν Ἀλεξάνδρου διὰ Κλεῖτον αὑτὸν ἀνελεῖν ὁρμήσαντος; ἐπιτείνονται γὰρ οὐ μετρίως καὶ τῷ παρὰ λόγον αἱ λῦπαι, καὶ τὸ παρ' ἐλπίδα σύμπτωμα τοῦ κατὰ λόγον ὀδυνηρότερον· εἰ προσδοκῶν εὐημεροῦντα καὶ θαυμαζόμενον ὄψεσθαι πύθοιτο κατεστρεβλωμένον, ὡς Φιλώταν Παρμενίων. θυμῷ δὲ τίς ἂν εἴποι πρὸς Ἀνάξαρχον ἴσῳ κεχρῆσθαι Νικοκρέοντα καὶ πρὸς Φιλήμονα Μάγαν, ἀμφοτέρους λοιδορηθέντας ὑπ' αὐτῶν; ὁ μὲν γὰρ ὑπέροις σιδηροῖς κατέπτισε καὶ κατέκοψεν ἐκεῖνον· ὁ δὲ τῷ Φιλήμονι τὸν [f] δήμιον ἐκέλευσεν ἐπὶ τὸν τράχηλον ἐπιθεῖναι γυμνὴν τὴν μάχαιραν εἶτ' ἀφεῖναι. διὸ καὶ νεῦρα τῆς ψυχῆς τὸν θυμὸν ὁ Πλάτων προσεῖπεν (Rep. 411b) ὡς ἐπιτεινόμενόν τε πικρίᾳ καὶ πραότητι χαλώμενον.
Ταῦτα τοίνυν καὶ τὰ τοιαῦτα διακρουόμενοι τὰς ἐπιτάσεις τῶν παθῶν καὶ τὰς σφοδρότητας οὔ φασι γίνεσθαι (St. V. Fr.
[450]
[a] III 468) κατὰ τὴν κρίσιν ἐν ᾗ τὸ ἁμαρτητικόν, ἀλλὰ τὰς δήξεις καὶ τὰς συστολὰς καὶ τὰς διαχύσεις εἶναι τὰς τὸ μᾶλλον καὶ τὸ ἧττον τῷ ἀλόγῳ δεχομένας. καίτοι καὶ περὶ τὰς κρίσεις φαίνονται γινόμεναι διαφοραί. τήν τε γὰρ πενίαν οἱ μὲν οὐ κακὸν οἱ δὲ καὶ μέγα κρίνουσι κακόν, οἱ δέ γε καὶ μέγιστον, ὥστε καὶ κατὰ τῶν πετρῶν καὶ κατὰ τῆς θαλάττης ὠθεῖν ἑαυτούς· τόν τε θάνατον οἱ μὲν ἀγαθῶν στερήσει μόνον οἱ δὲ καὶ τιμωρίαις αἰωνίοις ὑπὸ γῆν καὶ κολασμοῖς φρικώδεσι κακὸν εἶναι νομίζουσιν· ἥ τε τοῦ σώματος ὑγίεια τοῖς μὲν ὡς κατὰ φύσιν καὶ χρήσιμον ἀγαπᾶται, τοῖς δὲ τῶν ὄντων δοκεῖ μέγιστον ἀγαθόν· [b] οὔτε γάρ 'πλούτου χάρις ἢ τεκέων' οὔτε 'τᾶς ἰσοδαίμονος ἀνθρώποις βασιληίδος ἀρχᾶς' (Ariphronis paean PLG. III p. 597 v. 4), τελευτῶντες δὲ καὶ τὴν ἀρετὴν ἀνωφελῆ καὶ ἀνόνητον ἡγοῦνται τοῦ ὑγιαίνειν μὴ παρόντος· ὥστε φαίνεσθαι καὶ περὶ τὰς κρίσεις αὐτὰς τοὺς μὲν μᾶλλον τοὺς δ' ἧττον ἁμαρτάνοντας. ἀλλ' οὐ τοῦτο νῦν διελεγκτέον, ἐκεῖνο δ' ἐκ τούτου ληπτέον, ὅτι συγχωροῦσι καὶ αὐτοὶ τῆς κρίσεως ἕτερον εἶναι τὸ ἄλογον, καθ' ὅ φασι γίνεσθαι τὸ πάθος σφοδρότερον καὶ μεῖζον, ἐρίζοντες πρὸς τοὔνομα καὶ τὸ ῥῆμα, τὰ δὲ πράγματα διδόντες τοῖς διαφέρειν τὸ παθητικὸν καὶ ἄλογον τοῦ λογιζομένου καὶ [c] κρίνοντος ἀποφαινομένοις. ἐν δὲ τοῖς περὶ Ἀνομολογίας ὁ Χρύσιππος εἰπών (fr. eth. 390), ὅτι 'τυφλόν ἐστιν ἡ ὀργὴ καὶ πολλάκις μὲν οὐκ ἐᾷ ὁρᾶν τὰ ἐκφανῆ πολλάκις δὲ τοῖς καταλαμβανομένοις ἐπιπροσθεῖ,' μικρὸν προελθών 'τὰ γὰρ ἐπιγινόμενα' φησί 'πάθη ἐκκρούει τοὺς λογισμοὺς καὶ τὰ ὡς ἑτέρως φαινόμενα, βιαίως προωθοῦντα ἐπὶ τὰς ἐναντίας πράξεις'· εἶτα χρῆται μάρτυρι τῷ Μενάνδρῳ λέγοντι (fr. 567)
'οἴμοι τάλας ἔγωγε, ποῦ ποθ' αἱ φρένες
ἡμῶν ἐκεῖνον ἦσαν ἐν τῷ σώματι
τὸν χρόνον, ‹ὃν› οὐ ταῦτ' ἀλλ' ἐκεῖν' ᾑρούμεθα;'
[d] καὶ πάλιν ὁ Χρύσιππος προελθὼν τοῦ λογικοῦ φησι ζῴου φύσιν ἔχοντος προσχρῆσθαι εἰς ἕκαστα τῷ λόγῳ καὶ ὑπὸ τούτου κυβερνᾶσθαι πολλάκις ἀποστρέφεσθαι αὐτὸν ἡμᾶς ἄλλῃ βιαιοτέρᾳ φορᾷ χρωμένους, ὁμολογῶν τὸ συμβαῖνον ἐκ τῆς πρὸς τὸν λόγον τοῦ πάθους διαφορᾶς.
Ἐπεὶ καὶ γελοῖόν ἐστιν, ᾗ Πλάτων φησίν (Resp. 430e), αὐτόν τινα λέγειν αὑτοῦ κρείττονα καὶ πάλιν χείρονα, καὶ τὸν μὲν κρατοῦνθ' ἑαυτοῦ τὸν δὲ μὴ κρατοῦντα.
πῶς γὰρ οἷόν τε τὸν αὐτὸν αὑτοῦ κρείττον' εἶναι καὶ χείρονα ἢ κρατεῖν ἅμα καὶ κρατεῖσθαι, μὴ τρόπον τινὰ διττοῦ πεφυκότος ἑκάστου καὶ τὸ μὲν χεῖρον [e] ἐν ἑαυτῷ τὸ δὲ βέλτιον ἔχοντος; οὕτως γὰρ ὁ μὲν τοῦ βελτίονος ὑπηκόῳ τῷ χείρονι χρώμενος ἐγκρατὴς ἑαυτοῦ καὶ κρείττων ἐστίν, ὁ δὲ τῷ ἀκολάστῳ καὶ ἀλόγῳ τῆς ψυχῆς ἑπόμενον περιορῶν καὶ ὑπηρετοῦν τὸ κρεῖττον ἥττων ἑαυτοῦ καὶ ἀκρατὴς λέγεται καὶ παρὰ φύσιν διακείμενος.
Φύσει γὰρ προσήκει θεῖον ὄντα τὸν λογισμὸν ἡγεῖσθαι καὶ ἄρχειν τοῦ ἀλόγου [καὶ] τὴν γένεσιν αὐτόθεν ἔχοντος ἐκ τοῦ σώματος, ᾧ καὶ συνεξομοιοῦσθαι καὶ κοινωνεῖν παθῶν καὶ ἀναπίμπλασθαι πέφυκεν, ἐνδεδυκὸς αὐτῷ καὶ καταμεμιγμένον, ὡς δηλοῦσιν αἱ ὁρμαὶ πρὸς τὰ σωματικὰ κινούμεναι καὶ ἱστάμεναι καὶ σφοδρότητας ἐν ταῖς [f] τοῦ σώματος μεταβολαῖς καὶ ἀνέσεις λαμβάνουσαι. δι' ὃ νέοι μὲν [καὶ] ὀξεῖς καὶ ἰταμοὶ περί τε τὰς ὀρέξεις διάπυροι καὶ οἰστρώδεις αἵματος πλήθει καὶ θερμότητι, τῶν δὲ πρεσβυτῶν ἡ περὶ τὸ ἧπαρ ἀρχὴ τοῦ ἐπιθυμητικοῦ κατασβέννυται καὶ γίνεται μικρὰ καὶ ἀσθενής, ἰσχύει δὲ μᾶλλον ὁ λόγος τοῦ παθητικοῦ τῷ σώματι συναπομαραινομένου. τοῦτο δ' ἀμέλει καὶ τὰς τῶν θηρίων ἠθοποιεῖ [451] [a] πρὸς τὰ πάθη φύσεις. οὐ γὰρ ὀρθότητι δοξῶν οὐδὲ φαυλότητι δήπου τοῖς μὲν ἀλκαὶ καὶ ὁρμαὶ πρὸς τὰ φαινόμενα δεινὰ παρίστανται, τοῖς δ' ἀμήχανοι πτοῖαι καὶ φυγαὶ τῆς ψυχῆς· ἀλλ' αἱ περὶ τὸ αἷμα καὶ τὸ πνεῦμα καὶ τὸ σῶμα δυνάμεις τὰς τῶν παθῶν διαφορὰς ποιοῦσιν, ὥσπερ ἐκ ῥίζης τοῦ παθητικοῦ τῆς σαρκὸς ἀναβλαστάνοντος καὶ συναναφέροντος τὴν ποιότητα καὶ τὴν κρᾶσιν. τοῦ δ' ἀνθρώπου ταῖς μὲν παθητικαῖς ὁρμαῖς τὸ σῶμα συμπαθοῦν καὶ συγκινούμενον ἐλέγχουσιν ὠχρότητες ἐρυθήματα τρόμοι πηδήσεις καρδίας, διαχύσεις αὖ πάλιν ἐν [b] ἐλπίσιν ἡδονῶν καὶ προσδοκίαις· ὅταν δὲ μὴ μετὰ πάθους ἀλλ' αὐτὸ καθ' αὑτὸ κινῆται τὸ διανοητικόν, ἡσυχίαν ἄγει τὸ σῶμα καὶ καθέστηκεν οὔτε κοινωνοῦν οὔτε μετέχον αὐτὸ τῆς ἐνεργείας τοῦ φρονοῦντος, εἰ τοῦ παθητικοῦ μὴ συνεφάπτοιτο μηδὲ συμπαραλαμβάνοι τὸ ἄλογον· ὥστε καὶ τούτῳ δύ' ὄντα δηλοῦσθαι καὶ διαφέροντα ταῖς δυνάμεσιν ἀλλήλων.
Καθόλου δὲ τῶν ὄντων αὐτοί τέ φασι (St. V. Fr. II 460) καὶ δῆλόν ἐστιν ὅτι τὰ μὲν ἕξει διοικεῖται τὰ δὲ φύσει τὰ δ' ἀλόγῳ ψυχῇ τὰ δὲ καὶ λόγον ἐχούσῃ καὶ διάνοιαν, ὧν ὁμοῦ τι πάντων ὁ ἄνθρωπος μετέσχηκε καὶ γέγονεν ἐν πάσαις ταῖς εἰρημέναις διαφοραῖς· καὶ γὰρ [c] ἕξει συνέχεται καὶ φύσει τρέφεται καὶ λόγῳ χρῆται καὶ διανοίᾳ. μέτεστιν οὖν αὐτῷ καὶ τοῦ ἀλόγου, καὶ σύμφυτον ἔχει τὴν τοῦ πάθους ἀρχήν, οὐκ ἐπεισόδιον ἀλλ' ἀναγκαίαν οὖσαν, οὐδ' ἀναιρετέαν παντάπασιν ἀλλὰ θεραπείας καὶ παιδαγωγίας δεομένην. ὅθεν οὐ Θρᾴκιον οὐδὲ Λυκούργειον τοῦ λόγου τὸ ἔργον ἐστί, συνεκκόπτειν καὶ συνδιαφθείρειν τὰ ὠφέλιμα τοῖς βλαβεροῖς τοῦ πάθους, ἀλλ' ᾗπερ ὁ φυτάλμιος θεὸς καὶ ἡμερίδης, τὸ ἄγριον κολοῦσαι καὶ ἀφελεῖν τὴν ἀμετρίαν, εἶτα τιθασεύειν καὶ παριστάναι τὸ χρήσιμον. οὔτε γὰρ οἶνον οἱ φοβούμενοι τὸ μεθύειν [d] ἐκχέουσιν οὔτε πάθος οἱ δεδιότες τὸ ταρακτικὸν ἀναιροῦσιν ἀλλὰ κεραννύουσι. καὶ γὰρ βοῶν καὶ ἵππων τὰ πηδήματα καὶ τοὺς ἀφηνιασμοὺς οὐ τὰς κινήσεις οὐδὲ τὰς ἐνεργείας ἀφαιροῦσι, καὶ τοῖς πάθεσι δεδαμασμένοις χρῆται καὶ χειροήθεσιν ὁ λογισμός, οὐκ ἐκνευρίσας οὐδ' ἐκτεμὼν παντάπασι τῆς ψυχῆς τὸ ὑπηρετικόν. 'ὑφ' ἅρμασι' γὰρ 'ἵππος' ὥς φησι Πίνδαρος (fr. 234) 'ἐν δ' ἀρότρῳ βοῦς·
κάπρῳ δὲ βουλεύοντα φόνον κύνα χρὴ τλάθυμον ἐξευρεῖν'·
ὧν πολὺ χρησιμώτερα τὰ τῶν παθῶν θρέμματα τῷ λογισμῷ συμπαρόντα καὶ συνεντείνοντα ταῖς ἀρεταῖς, ὁ θυμὸς [e] τῇ ἀνδρείᾳ, μέτριος ὤν, ἡ μισοπονηρία τῇ δικαιοσύνῃ καὶ ἡ νέμεσις ἐπὶ τοὺς παρ' ἀξίαν εὐτυχοῦντας, ὅταν ἅμ' ἀνοίᾳ καὶ ὕβρει φλεγόμενοι τὴν ψυχὴν ἐπισχέσεως δέωνται. φιλίας δὲ φιλοστοργίαν ἢ φιλανθρωπίας ἔλεον ἢ τὸ συγχαίρειν καὶ συναλγεῖν εὐνοίας ἀληθινῆς οὐδὲ βουλόμενος ἄν τις ἀποσπάσειεν οὐδ' ἀποτήξειεν. εἰ δ' οἱ τὸν ἔρωτα τῇ ἐρωτομανίᾳ συνεκβάλλοντες ἁμαρτάνουσιν, οὐδ' οἱ τὴν ἐπιθυμίαν διὰ τὴν φιλαργυρίαν ψέγοντες κατορθοῦσιν, ἀλλ' ὅμοιόν τι πράττουσι τοῖς τὸ τρέχειν διὰ τὸ προσπταίειν καὶ τὸ βάλλειν διὰ τὸ ὑπερβάλλειν ἀναιροῦσι [f] καὶ πρὸς τὸ ᾄδειν τὸ παράπαν διὰ τὸ ἀπᾴδειν ἀπεχθῶς ἔχουσιν. οἷον γὰρ ἐν φθόγγοις μουσικὴ τὸ ἐμμελὲς οὐκ ἀναιρέσει βαρύτητος καὶ ὀξύτητος, ἐν δὲ σώμασιν ἰατρικὴ τὸ ὑγιεινὸν οὐ φθορᾷ θερμότητος καὶ ψυχρότητος, ἀλλὰ συμμετρίαις καὶ ποσότησι κραθεισῶν ἀπεργάζεται, τοιοῦτον ἐν ψυχῇ τὸ ἠθικὸν ἐγγενομένης ὑπὸ λόγου ταῖς παθητικαῖς δυνάμεσι καὶ κινήσεσιν ἐπιεικείας καὶ μετριότητος. [452] [a] οἰδοῦντι γὰρ ἔοικε καὶ φλεγμαίνοντι σώματι τὸ περιαλγοῦν καὶ περιχαρὲς καὶ περίφοβον τῆς ψυχῆς, οὐ τὸ χαῖρον οὐδὲ τὸ λυπούμενον οὐδὲ τὸ φοβούμενον· καὶ καλῶς Ὅμηρος εἰπών (Ν 284)
'τοῦ δ' ἀγαθοῦ οὔτ' ἂρ τρέπεται χρὼς οὔτε τι λίην
ταρβεῖ'
τὸν φόβον οὐκ ἀφεῖλεν ἀλλὰ τὸν ἄγαν φόβον, ὅπως ἀνδρεία μὴ ἀπόνοια καὶ θαρραλεότης μὴ θρασύτης γένηται. διὸ καὶ περὶ τὰς ἡδονὰς τὴν ἄγαν ἀφαιρετέον ἐπιθυμίαν καὶ περὶ τὰς ἀμύνας τὴν ἄγαν μισοπονηρίαν. οὕτω γὰρ ὁ μὲν οὐκ ἀνάλγητος ἀλλὰ σώφρων, ὁ δὲ δίκαιος, οὐκ ὠμὸς [b] οὐδὲ πικρὸς ἔσται· τῶν δὲ παθῶν παντάπασιν ἀναιρεθέντων, εἰ καὶ δυνατόν ἐστιν, ἐν πολλοῖς ἀργότερος ὁ λόγος καὶ ἀμβλύτερος, ὥσπερ κυβερνήτης πνεύματος ἐπιλείποντος. ταῦτα δ' ἀμέλει καὶ οἱ νομοθέται συνιδόντες ἐμβάλλουσιν εἰς τὰς πολιτείας [καὶ] φιλοτιμίαν καὶ ζῆλον πρὸς ἀλλήλους, πρὸς δὲ τοὺς πολεμίους καὶ σάλπιγξι καὶ αὐλοῖς ἐπεγείρουσι καὶ αὔξουσι τὸ θυμοειδὲς καὶ μάχιμον. οὐ γὰρ μόνον ἐν ποιήμασιν, ᾗ φησιν ὁ Πλάτων (Phaedr. 245a), τὸν τεχνίτην καὶ διηκριβωμένον ὁ μουσόληπτος καὶ κατάσχετος ἀποδείκνυσι γελοῖον, ἀλλὰ καὶ περὶ τὰς μάχας τὸ παθητικὸν καὶ τὸ ἐνθουσιῶδες ἀνυπόστατόν [c] ἐστι καὶ ἀήττητον· ὃ καὶ τοὺς θεοὺς Ὅμηρος ἐμποιεῖν φησι τοῖς ἀνθρώποις (Ο 262)
'ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν·'
καί (Ε 185)
'οὐχ ὅ γ' ἄνευθε θεοῦ τάδε μαίνεται',
καθάπερ ὅρμημα τῷ λογισμῷ καὶ ὄχημα τὸ πάθος προστιθέντας. αὐτούς γε μὴν τούτους ὁρᾶν ἔστι πολλάκις μὲν ἐπαίνοις τοὺς νέους παρορμῶντας πολλάκις δὲ νουθεσίαις κολάζοντας, ὧν τῷ μὲν ἕπεται τὸ ἥδεσθαι τῷ δὲ τὸ λυπεῖσθαι (καὶ γὰρ ἡ νουθεσία καὶ ὁ ψόγος ἐμποιεῖ μετάνοιαν καὶ αἰσχύνην, ὧν τὸ μὲν λύπη τῷ γένει τὸ δὲ φόβος ἐστί), καὶ τούτοις μάλιστα χρῶνται πρὸς τὰς ἐπανορθώσεις.
[d] ᾗ καὶ Διογένης ἐπαινουμένου Πλάτωνος 'τί δ' ἐκεῖνος' εἶπεν 'ἔχει σεμνόν, ὃς τοσοῦτον χρόνον φιλοσοφῶν οὐδένα λελύπηκεν;' οὐ γὰρ οὕτως τὰ μαθήματα φαίη τις ἄν, ὡς ἔλεγε Ξενοκράτης (fr. 2), λαβὰς εἶναι φιλοσοφίας, ὡς τὰ πάθη τῶν νέων, αἰσχύνην ἐπιθυμίαν μετάνοιαν ἡδονὴν λύπην φιλοτιμίαν· ὧν ἐμμελῆ καὶ σωτήριον ἁφὴν ἁπτόμενος ὁ λόγος καὶ ὁ νόμος εἰς τὴν προσήκουσαν ὁδὸν ἀνυσίμως καθίστησι τὸν νέον. ὥστε μὴ κακῶς εἰπεῖν τὸν Λάκωνα παιδαγωγόν, ὅτι ποιήσει τὸν παῖδα τοῖς καλοῖς ἥδεσθαι καὶ ἄχθεσθαι τοῖς αἰσχροῖς, οὗ μεῖζον οὐδέν ἐστιν οὐδὲ κάλλιον ἀποφῆναι τέλος ἐλευθέρῳ προσηκούσης παιδείας.