2842 145 3 20 7 0 I-II d. C. Rhet. Plutarchus De gloria Atheniensium (345c-351b) Nachstädt, W., Leipzig, Teubner, 1935 Rist. 1971. 12

PLUTARCHUS - De gloria Atheniensium (345c-351b)

Indice dei Moralia

ΠΟΤΕΡΟΝ ΑΘΗΝΑΙΟΙ ΚΑΤΑ ΠΟΛΕΜΟΝ Η ΚΑΤΑ ΣΟΦΙΑΝ ΕΝΔΟΞΟΤΕΡΟΙ

[345]   Ταῦτ' ὀρθῶς μὲν ἐκεῖνος εἶπε πρὸς τοὺς μεθ' ἑαυτὸν στρατηγούς, οἷς πάροδον ἐπὶ τὰς ὕστερον πράξεις ἔδωκεν ἐξελάσας τὸν βάρβαρον καὶ τὴν Ἑλλάδ' ἐλευθερώσας· ὀρθῶς δ' εἰρήσεται καὶ πρὸς τοὺς ἐπὶ τοῖς λόγοις μέγα φρονοῦντας· ἂν γὰρ ἀνέλῃς τοὺς πράττοντας, οὐχ ἕξεις τοὺς γράφοντας. ἄνελε τὴν Περικλέους πολιτείαν [d] καὶ τὰ ναύμαχα πρὸς Ῥίῳ Φορμίωνος τρόπαια καὶ τὰς περὶ Κύθηρα καὶ Μέγαρα καὶ Κόρινθον ἀνδραγαθίας Νικίου καὶ τὴν Δημοσθένους Πύλον καὶ τοὺς Κλέωνος τετρακοσίους αἰχμαλώτους καὶ Τολμίδαν Πελοπόννησον περιπλέοντα καὶ Μυρωνίδην νικῶντα Βοιωτοὺς ἐν Οἰνοφύτοις, καὶ Θουκυδίδης σοι διαγέγραπται. ἄνελε τὰ περὶ Ἑλλήσποντον Ἀλκιβιάδου νεανιεύματα καὶ τὰ πρὸς Λέσβον Θρασύλλου καὶ τὴν ὑπὸ Θηραμένους τῆς ὀλιγαρχίας κατάλυσιν καὶ Θρασύβουλον καὶ Ἀρχῖνον καὶ τοὺς ἀπὸ Φυλῆς ἑβδομήκοντα κατὰ τῆς Σπαρτιατῶν ἡγεμονίας ἀνισταμένους καὶ Κόνωνα πάλιν ἐμβιβάζοντα τὰς Ἀθήνας εἰς [e] τὴν θάλατταν, καὶ Κράτιππος ἀνῄρηται. Ξενοφῶν μὲν γὰρ αὐτὸς ἑαυτοῦ γέγονεν ἱστορία, γράψας, ἃ ἐστρατήγησε καὶ κατώρθωσε, [καὶ] Θεμιστογένει περὶ τούτων συντετάχθαι τῷ Συρακοσίῳ, ἵνα πιστότερος ᾖ διηγούμενος ἑαυτὸν ὡς ἄλλον, ἑτέρῳ τὴν τῶν λόγων δόξαν χαριζόμενος· οἱ δ' ἄλλοι πάντες ἱστορικοί, Κλει[νό]δημοι Δίυλ‹λ›οι Φιλόχορος Φύλαρχος, ἀλλοτρίων γεγόνασιν ἔργων ὥσπερ δραμάτων ὑποκριταί, τὰς τῶν στρατηγῶν καὶ βασιλέων πράξεις διατιθέμενοι καὶ ταῖς ἐκείνων ὑποδυόμενοι μνήμαις, ἵν' ὡς αὐγῆς τινος καὶ φωτὸς μετάσχωσιν.

[f] ἀνακλᾶται γὰρ ἀπὸ τῶν πραττόντων ἐπὶ τοὺς γράφοντας καὶ ἀναλάμπει δόξης εἴδωλον ἀλλοτρίας, ἐμφαινομένης διὰ τῶν λόγων τῆς πράξεως ὡς ἐν ἐσόπτρῳ.

   Πολλῶν μὲν δὴ καὶ ἄλλων ἡ πόλις ἥδε μήτηρ καὶ τροφὸς εὐμενὴς τεχνῶν γέγονε, τὰς μὲν εὑραμένη καὶ ἀναφήνασα πρώτη, ταῖς δὲ δύναμιν προσθεῖσα καὶ τιμὴν καὶ αὔξησιν· οὐχ ἥκιστα δ' ὑπ' αὐτῆς ζωγραφία προῆκται [346] [a] καὶ κεκόσμηται. καὶ γὰρ Ἀπολλόδωρος ὁ ζωγράφος, ἀνθρώπων πρῶτος ἐξευρὼν φθορὰν καὶ ἀπόχρωσιν σκιᾶς, Ἀθηναῖος ἦν· οὗ τοῖς ἔργοις ἐπιγέγραπται 'μωμήσεταί τις μᾶλλον ἢ μιμήσεται.' καὶ Εὐφράνωρ καὶ Νικίας καὶ Ἀσκληπιόδωρος καὶ Πλεισταίνετος ὁ Φειδίου ἀδελφός, οἱ μὲν στρατηγοὺς ἔγραψαν νικῶντας, οἱ δὲ μάχας, οἱ δ' ἥρωας· ὥσπερ Εὐφράνωρ τὸν Θησέα τὸν ἑαυτοῦ τῷ Παρρασίου παρέβαλε, λέγων τὸν μὲν ἐκείνου ῥόδα βεβρωκέναι, τὸν δ' ἑαυτοῦ κρέα βόεια. τῷ γὰρ ὄντι γλαφυρῶς ὁ Παρρασίου γέγραπται καὶ πεποίηται καί τι προσέοικε.' τὸν δ' Εὐφράνορος ἰδών τις εἶπεν οὐκ ἀφυῶς

[b]    'δῆμον Ἐρεχθῆος μεγαλήτορος, ὅν ποτ' Ἀθήνη

   θρέψε Διὸς θυγάτηρ.' (Hom. Β 547)

γέγραφε δὲ καὶ τὴν ἐν Μαντινείᾳ πρὸς Ἐπαμεινώνδαν ἱππομαχίαν οὐκ ἀνενθουσιάστως Εὐφράνωρ. τὸ δ' ἔργον ἔσχεν οὕτως· Ἐπαμεινώνδας Θηβαῖος ἀπὸ τῆς ἐν Λεύκτροις μάχης ἀρθεὶς μέγας ἐπεμβῆναι τῇ Σπάρτῃ πεσούσῃ καὶ πατῆσαι τὸ φρόνημα καὶ τὸ ἀξίωμα τῆς πόλεως ἠθέλησε. καὶ πρῶτα μὲν ἐμβαλὼν ἑπτὰ μυριάσι στρατοῦ διεπόρθησε τὴν χώραν καὶ τοὺς περιοίκους ἀπέστησεν αὐτῶν· ἔπειτα περὶ Μαντίνειαν ἀντιτεταγμένους εἰς μάχην [c] προυκαλεῖτο. μὴ βουλομένων δὲ μηδὲ τολμώντων, ἀλλὰ τὴν Ἀθήνηθεν ἐπικουρίαν ἐκδεχομένων, νυκτὸς ἄρας καὶ λαθὼν ἅπαντας εἰς τὴν Λακωνικὴν κατέβη, καὶ μικρὸν ἔφθη τὴν πόλιν ἔρημον ἐξ ἐφόδου λαβεῖν καὶ κατασχεῖν. αἰσθομένων δὲ τῶν συμμάχων καὶ βοηθείας ‹κατὰ› τάχος πρὸς τὴν πόλιν γενομένης, ὕπειξε μὲν ὡς αὖθις ἐπὶ λεηλασίαν καὶ φθορὰν τῆς χώρας τρεψόμενος, ἐξαπατήσας δὲ καὶ κατακοιμίσας οὕτω τοὺς πολεμίους ἀνέζευξε νυκτὸς ἐκ τῆς Λακωνικῆς· καὶ διαδραμὼν [εἰς] τὴν μεταξὺ χώραν ἐπεφαίνετο τοῖς Μαντινεῦσιν ἀπροσδόκητος διαβουλευομένοις [αὐτοῖς] ἀκμὴν τοῦ πέμπειν τὴν εἰς [d] Λακεδαίμονα βοήθειαν καὶ εὐθέως ὁπλίζεσθαι προσέταξε τοῖς Θηβαίοις. οἱ μὲν οὖν Θηβαῖοι μέγα φρονοῦντες ἐν τοῖς ὅπλοις ἐπεφέροντο καὶ περιελάμβανον κύκλῳ τὰ τείχη· τῶν δὲ Μαντινέων ἔκπληξις ἦν καὶ ἀλαλαγμὸς καὶ διαδρομή, ὡς ῥεῦμα τὴν δύναμιν ἀθρόαν ἐμπίπτουσαν ‹ἀπ›ώσασθαι μὴ δυναμένων μηδ' ἐπινοούντων βοήθειαν. ἐν τούτῳ δὲ καιροῦ καὶ τύχης Ἀθηναῖοι κατέβαινον ἀπὸ τῶν ἄκρων εἰς τὴν Μαντινικήν, οὐκ εἰδότες τὴν ῥοπὴν οὐδὲ τὴν ὀξύτητα τοῦ ἀγῶνος, ἀλλ' ὁδῷ πορευόμενοι καθ' ἡσυχίαν· ὡς δέ τις αὐτῶν ἐκδραμὼν ἀπήγγειλε τὸν [e] κίνδυνον, ὀλίγοι μὲν ὄντες ὡς πρὸς τὸ πλῆθος τῶν πολεμίων, ἐξ ὁδοῦ δὲ κεκμηκότες, οὐδενὸς δὲ τῶν ἄλλων συμμάχων παρόντος, ὅμως εὐθὺς εἰς τάξιν καθίσταντο τοῖς πλείστοις. οἱ δ' ἱππεῖς διασκευασάμενοι καὶ προεξελάσαντες ὑπὸ τὰς πύλας αὐτὰς καὶ τὸ τεῖχος ἔθεντο καρτερὰν ἱππομαχίαν· καὶ κρατήσαντες ἐκ τῶν χειρῶν τοῦ Ἐπαμεινώνδα ἀφείλοντο τὴν Μαντίνειαν. τοῦτο τὸ ἔργον Εὐφράνωρ ἔγραψε, καὶ πάρεστιν ὁρᾶν ἐν εἰκόνι τῆς μάχης τὸ σύρρηγμα καὶ τὴν ἀντέρεισιν ἀλκῆς καὶ θυμοῦ καὶ πνεύματος γέμουσαν. ἀλλ' οὐκ ἂν οἶμαι τῷ ζωγράφῳ [f] κρίσιν προθείητε πρὸς τὸν στρατηγὸν οὐδ' ἀνάσχοισθε τῶν προτιμώντων τὸν πίνακα τοῦ τροπαίου καὶ τὸ μίμημα τῆς ἀληθείας.

   Πλὴν ὁ Σιμωνίδης τὴν μὲν ζωγραφίαν ποίησιν σιωπῶσαν προσαγορεύει, τὴν δὲ ποίησιν ζωγραφίαν λαλοῦσαν. ἃς γὰρ οἱ ζωγράφοι πράξεις ὡς γινομένας δεικνύουσι, ταύτας οἱ λόγοι γεγενημένας διηγοῦνται καὶ [347] [a] συγγράφουσιν. εἰ δ' οἱ μὲν χρώμασι καὶ σχήμασιν οἱ δ' ὀνόμασι καὶ λέξεσι ταὐτὰ δηλοῦσιν, ὕλῃ καὶ τρόποις μιμήσεως διαφέρουσι, τέλος δ' ἀμφοτέροις ἓν ὑπόκειται, καὶ τῶν ἱστορικῶν κράτιστος ὁ τὴν διήγησιν ὥσπερ γραφὴν πάθεσι καὶ προσώποις εἰδωλοποιήσας. ὁ γοῦν Θουκυδίδης ἀεὶ τῷ λόγῳ πρὸς ταύτην ἁμιλλᾶται τὴν ἐνάργειαν, οἷον θεατὴν ποιῆσαι τὸν ἀκροατὴν καὶ τὰ γινόμενα περὶ τοὺς ὁρῶντας ἐκπληκτικὰ καὶ ταρακτικὰ πάθη τοῖς ἀναγινώσκουσιν ἐνεργάσασθαι λιχνευόμενος. ὁ γὰρ παρὰ τὴν ῥαχίαν αὐτὴν τῆς Πύλου παρατάττων τοὺς [b] Ἀθηναίους Δημοσθένης, καὶ ὁ τὸν κυβερνήτην ἐπισπέρχων Βρασίδας ἐξοκέλλειν καὶ χωρῶν ἐπὶ τὴν ‹ἀπο›βάθραν καὶ τραυματιζόμενος καὶ λιποψυχῶν καὶ ἀποκλίνων εἰς τὴν παρεξειρεσίαν, καὶ οἱ πεζομαχοῦντες μὲν ἐκ θαλάττης Λακεδαιμόνιοι ναυμαχοῦντες δ' ἀπὸ γῆς Ἀθηναῖοι· καὶ πάλιν 'ὁ' ἐν τοῖς Σικελικοῖς 'ἐκ τῆς γῆς πεζὸς ἀμφοτέρων, ἰσορρόπου τῆς ναυμαχίας καθεστηκυίας, †ἄλαστον ἀγῶνα καὶ ξύντασιν τῆς γνώμης ἔχων' διὰ τὰς συντάξεις ως συνεχὲς τῆς ἁμίλλης καὶ τοῖς σώμασιν αὐτοῖς ἴσα [c] τῇ δόξῃ περιδεῶς συναπονεύων' τῇ διαθέσει καὶ τῇ διατυπώσει τῶν γινομένων γραφικῆς ἐναργείας ως εἰ τοὺς ζωγραφοῦντας οὐκ ἄξιον παραβάλλειν τοῖς στρατηγοῖς, μηδὲ τοὺς ἱστοροῦντας παραβάλλωμεν. τὴν τοίνυν ἐν Μαραθῶνι μάχην ἀπήγγειλεν, ὡς μὲν Ἡρακλείδης ὁ Ποντικὸς (fr. 81) ἱστορεῖ, Θέρσιππος ὁ Ἐρχιεύς· οἱ δὲ πλεῖστοι λέγουσιν Εὐκλέα δραμόντα σὺν τοῖς ὅπλοις θερμὸν ἀπὸ τῆς μάχης καὶ ταῖς θύραις ἐμπεσόντα τῶν πρώτων τοσοῦτον μόνον εἰπεῖν 'χαίρετε' καὶ 'χαίρομεν,' εἶτ' εὐθὺς ἐκπνεῦσαι. πλὴν οὗτος μὲν αὐτάγγελος ἧκε τῆς μάχης ἀγωνιστὴς γενόμενος. φέρε δ' εἴ τις ὑπὲρ λόφου [d] τινὸς ἢ σκοπῆς αἰπόλων ἢ βοτήρων τοῦ ἀγῶνος ἄπωθεν γενόμενος θεατὴς καὶ κατιδὼν τὸ μέγα καὶ παντὸς λόγου μεῖζον ἐκεῖνο ἔργον ἧκεν εἰς τὴν πόλιν ἄτρωτος ἄγγελος καὶ ἀναίμακτος, εἶτ' ἠξίου τιμὰς ἔχειν ἃς Κυνέγειρος ἔσχεν, ἃς Καλλίμαχος, ἃς Πολύζηλος, ὅτι τὰς τούτων ἀριστείας καὶ τραύματα καὶ θανάτους ἀπήγγειλεν, ἆρ' οὐκ ἂν ἐδόκει πᾶσαν ὑπερβάλλειν ἀναίδειαν, ὅπου γε Λακεδαιμονίους φασὶ τῷ τὴν ἐν Μαντινείᾳ φράσαντι νίκην, ἣν Θουκυδίδης ἱστόρηκεν (V 6474), εὐαγγέλιον ἐκ φιδιτίου κρέας ἀποστεῖλαι; καὶ μὴν οἱ συγγράφοντες ἐξάγγελοί τινές εἰσι τῶν πράξεων εὔφωνοι καὶ τῷ λόγῳ διὰ τὸ κάλλος καὶ τὴν δύναμιν ἐξικνούμενοι, οἷς εὐαγγέλιον ὀφείλουσιν οἱ [e] πρώτως ἐντυγχάνοντες καὶ ἱστοροῦντες. ἀμέλει δὲ καὶ ἐγκωμιάζονται μνημονευόμενοι καὶ ἀναγινωσκόμενοι διὰ τοὺς κατορθώσαντας· οὐ γὰρ οἱ λόγοι ποιοῦσι τὰς πράξεις, ‹ἀλλ' αὐτοὶ γίνονται διὰ τὰς πράξεις› καὶ ἀκοῆς ἀξιοῦνται.

   Καὶ γὰρ ἡ ποιητικὴ χάριν ἔσχε καὶ τιμὴν ‹τῷ› τοῖς πεπραγμένοις ἐοικότα λέγειν, ὡς Ὅμηρος ἔφη (Od. τ 203)

   'ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα.'

λέγεται δὲ καὶ Μενάνδρῳ τῶν συνήθων τις εἰπεῖν 'ἐγγὺς οὖν Μένανδρε τὰ Διονύσια, καὶ σὺ τὴν κωμῳδίαν οὐ πεποίηκας;' τὸν δ' ἀποκρίνασθαι 'νὴ τοὺς θεοὺς ἔγωγε πεποίηκα τὴν κωμῳδίαν· ᾠκονόμηται γὰρ ἡ διάθεσις· [f] δεῖ δ' αὐτῇ τὰ στιχίδια ἐπᾷσαι', ὅτι καὶ αὐτοὶ τὰ πράγματα τῶν λόγων ἀναγκαιότερα καὶ κυριώτερα νομίζουσιν. ἡ δὲ Κόριννα τὸν Πίνδαρον, ὄντα νέον ἔτι καὶ τῇ λογιότητι σοβαρῶς χρώμενον, ἐνουθέτησεν ὡς ἄμουσον ὄντα [καὶ] μὴ ποιοῦντα μύθους, ὃ τῆς ποιητικῆς ἔργον εἶναι συμβέβηκε, γλώσσας δὲ καὶ καταχρήσεις καὶ μεταφορὰς καὶ μέλη καὶ ῥυθμοὺς ἡδύσματα τοῖς πράγμασιν [348] [a] ὑποτιθέντα. σφόδρ' οὖν ὁ Πίνδαρος ἐπιστήσας τοῖς λεγομένοις ἐποίησεν ἐκεῖνο τὸ μέλος (fr. 29 Schr.)

   'Ἰσμηνὸν ἢ χρυσαλάκατον Μελίαν,

   ἢ Κάδμον ἢ Σπαρτῶν ἱερὸν γένος ἀνδρῶν,

   ἢ τὸ πάνυ σθένος Ἡρακλέους

   ἢ τὰν ‹Διωνύσου πολυγαθέα τιμάν.'›

δειξαμένου δὲ τῇ Κορίννῃ, γελάσασα ἐκείνη τῇ χειρὶ δεῖν ἔφη σπείρειν, ἀλλὰ μὴ ὅλῳ τῷ θυλάκῳ. τῷ γὰρ ὄντι συγκεράσας καὶ συμφορήσας πανσπερμίαν τινὰ μύθων ὁ Πίνδαρος εἰς τὸ μέλος ἐξέχεεν. ἀλλ' ὅτι μὲν ἡ ποιητικὴ περὶ μυθοποιίαν ἐστί, καὶ Πλάτων εἴρηκεν (Phaedo 61b). ὁ δὲ μῦθος εἶναι βούλεται λόγος ψευδὴς ἐοικὼς ἀληθινῷ· διὸ καὶ πολὺ τῶν ἔργων ἀφέστηκεν, εἰ λόγος μὲν ἔργου, [b] [καὶ] λόγου δὲ μῦθος εἰκὼν καὶ εἴδωλόν ἐστι. καὶ τοσοῦτον τῶν ἱστορούντων οἱ πλάττοντες τὰς πράξεις ὑστεροῦσιν, ὅσον ἀπολείπονται τῶν πραττόντων οἱ λέγοντες.

   ‹Ἐπι›κῆς μὲν οὖν ποιήσεως ἡ πόλις οὐκ ἔσχηκεν ἔνδοξον δημιουργὸν οὐδὲ μελικῆς· ὁ γὰρ Κινησίας ἀργαλέος ἔοικε ποιητὴς γεγονέναι διθυράμβων· καὶ αὐτὸς μὲν ἄγονος καὶ ἀκλεὴς γέγονε, σκωπτόμενος δὲ καὶ χλευαζόμενος ὑπὸ τῶν κωμῳδιοποιῶν οὐκ εὐτυχοῦς δόξης μετέσχηκε. τῶν δὲ δραματοποιῶν τὴν μὲν κωμῳδιοποιίαν οὕτως ἄσεμνον ἡγοῦντο καὶ φορτικόν, ὥστε νόμος ἦν μηδένα ποιεῖν κωμῳδίας Ἀρεοπαγίτην. ἤνθησε δ' ἡ [c] τραγῳδία καὶ διεβοήθη, θαυμαστὸν ἀκρόαμα καὶ θέαμα τῶν τότ' ἀνθρώπων γενομένη καὶ παρασχοῦσα τοῖς μύθοις καὶ τοῖς πάθεσιν ἀπάτην, ὡς Γοργίας φησίν (Vorsokr. 76 B 23), ἣν ὅ τ' ἀπατήσας δικαιότερος τοῦ μὴ ἀπατήσαντος, καὶ ὁ ἀπατηθεὶς σοφώτερος τοῦ μὴ ἀπατηθέντος. ὁ μὲν γὰρ ἀπατήσας δικαιότερος, ὅτι τοῦθ' ὑποσχόμενος πεποίηκεν· ὁ δ' ἀπατηθεὶς σοφώτερος· εὐάλωτον γὰρ ὑφ' ἡδονῆς λόγων τὸ μὴ ἀναίσθητον. τίν' οὖν αἱ καλαὶ τραγῳδίαι ταῖς Ἀθήναις ὄνησιν ἤνεγκαν; ὡς ἡ Θεμιστοκλέους δεινότης ἐτείχισε τὴν πόλιν, ὡς ἡ Περικλέους ἐπιμέλεια τὴν ἄκραν ἐκόσμησεν, ὡς Μιλτιάδης [d] ἠλευθέρωσεν, ὡς Κίμων προῆγεν εἰς τὴν ἡγεμονίαν. εἰ οὕτως ἡ Εὐριπίδου σοφία καὶ ἡ Σοφοκλέους λογιότης καὶ τὸ Αἰσχύλου στόμα τι τῶν δυσχερῶν ἀπήλλαξεν ἤ τι τῶν λαμπρῶν περιεποίησεν, ἄξιόν γε τὰ δράματα τοῖς τροπαίοις ἀντιπαραθεῖναι καὶ τῷ στρατηγίῳ τὸ θέατρον ἀνταναστῆσαι καὶ ταῖς ἀριστείαις τὰς διδασκαλίας ἀντιπαραβαλεῖν.

   Βούλεσθε τοὺς ἄνδρας εἰσάγωμεν αὐτοὺς τὰ σύμβολα καὶ τὰ παράσημα τῶν ἔργων κομίζοντας, ἰδίαν ἑκατέρῳ πάροδον ἀποδόντες; ἔνθεν μὲν δὴ προσίτωσαν ὑπ' αὐλοῖς καὶ λύραις ποιηταὶ λέγοντες καὶ ᾄδοντες (Arist. Ran. 353)

   'εὐφημεῖν χρὴ κἀξίστασθαι τοῖς ἡμετέροισι ‹χοροῖσιν›

[e]    ὅστις ἄπειρος τοιῶνδε λόγων ἢ γνώμῃ μὴ καθαρεύει,

   ἢ γενναίων ὄργια Μουσῶν μήτ' ᾖσεν μήτ' ἐχόρευσε,

   μηδὲ Κρατίνου τοῦ ταυροφάγου γλώσσης βακχεῖ' ἐτελέσθη·'

καὶ σκευὰς καὶ προσωπεῖα καὶ βωμοὺς καὶ μηχανὰς ἀπὸ σκηνῆς περιάκτους καὶ τρίποδας ἐπινικίους κομίζοντες· τραγικοὶ δ' αὐτοῖς ὑποκριταὶ [καὶ] Νικόστρατοι καὶ Καλλιππίδαι καὶ Μηνίσκοι καὶ Θεόδωροι καὶ Πῶλοι συνίτωσαν, ὥσπερ γυναικὸς πολυτελοῦς τῆς τραγῳδίας κομμωταὶ καὶ διφροφόροι, μᾶλλον δ' ὡς ἀγαλμάτων ἐγκαυσταὶ καὶ χρυσωταὶ καὶ βαφεῖς παρακολουθοῦντες· [f] σκευῶν δὲ καὶ προσώπων καὶ ξυστίδων ἁλουργῶν καὶ μηχανῶν ἀπὸ σκηνῆς καὶ χοροποιῶν καὶ δορυφόρων δυσπραγμάτευτος λαὸς καὶ χορηγία πολυτελὴς παρασκευαζέσθω. πρὸς ἃ Λάκων ἀνὴρ ἀποβλέψας οὐ κακῶς εἶπεν, ὡς ἁμαρτάνουσιν Ἀθηναῖοι μεγάλα τὴν σπουδὴν εἰς τὴν παιδιὰν καταναλίσκοντες, τουτέστι μεγάλων ἀποστόλων δαπάνας καὶ στρατευμάτων ἐφόδια καταχορηγοῦντες [349] [a] εἰς τὸ θέατρον. ἂν γὰρ ἐκλογισθῇ τῶν δραμάτων ἕκαστον ὅσου κατέστη, πλέον ἀνηλωκὼς φανεῖται ὁ δῆμος εἰς Βάκχας καὶ Φοινίσσας καὶ Οἰδίποδας καὶ Ἀντιγόνην καὶ τὰ Μηδείας κακὰ καὶ Ἠλέκτρας, ὧν ὑπὲρ τῆς ἡγεμονίας καὶ τῆς ἐλευθερίας πολεμῶν τοὺς βαρβάρους ἀνάλωσεν. οἱ μὲν γὰρ στρατηγοὶ πολλάκις παραγγείλαντες ἄπυρα σιτία κομίζειν ἐξῆγον ἐπὶ τὰς μάχας τοὺς ἄνδρας· καὶ νὴ Δί' οἱ τριήραρχοι τοῖς ἐλαύνουσιν ἄλφιτα παρασκευάσαντες, ὄψον δὲ κρόμμυα ‹καὶ› τυρόν, ἐνεβίβαζον εἰς τὰς τριήρεις· οἱ δὲ χορηγοὶ τοῖς χορευταῖς ἐγχέλεια καὶ θριδάκια καὶ σκελίδας καὶ μυελὸν παρατιθέντες, εὐώχουν ἐπὶ πολὺν χρόνον φωνασκουμένους καὶ τρυφῶντας.

[b] καὶ τούτων τοῖς μὲν ἡττηθεῖσι περιῆν προσυβρίσθαι καὶ γεγονέναι καταγελάστους· τοῖς δὲ νικήσασιν ὁ τρίπους ὑπῆρχεν, οὐκ ἀνάθημα τῆς νίκης, ὡς Δημήτριός φησιν, ἀλλ' ἐπίσπεισμα τῶν ἐκκεχυμένων βίων καὶ τῶν ἐκλελοιπότων κενοτάφιον οἴκων. τοιαῦτα γὰρ τὰ ποιητικῆς τέλη καὶ λαμπρότερον οὐδὲν ἐξ αὐτῶν.

   Τοὺς δὲ στρατηγοὺς αὖ πάλιν ἐνθένδε παριόντας σκοπῶμεν, ὧν παρερχομένων ὡς ἀληθῶς 'εὐφημεῖν χρὴ κἀξίστασθαι' τοὺς ἀπράκτους καὶ ἀπολιτεύτους καὶ ἀστρατεύτους, 'ὅστις ἄτολμος πρὸς ἔργα τοιαῦτα καὶ γνώμῃ μὴ καθαρεύει, μηδὲ Μιλτιάδου τοῦ μηδοφόνου [c] μηδὲ τοῦ περσοκτόνου Θεμιστοκλέους χειρὸς βακχεῖ' ἐτελέσθη.' Ἀρήιος ὁ κῶμος οὗτος ἐκ γῆς ἅμα φάλαγξι καὶ στόλοις ἐκ θαλάττης καὶ μεμιγμένοις σκύλοις καὶ τροπαίοις βεβριθώς. 'κλῦθ' Ἀλαλά, Πολέμου θύγατερ, ἐγχέων προοίμιον, ᾇ θύεται ἄνδρες' (Pind. fr. 78 Schr.) τὸν 'ἱρόθυτον θάνατον,' ὡς ὁ Θηβαῖος Ἐπαμεινώνδας εἶπεν, ὑπὲρ πατρίδος καὶ τάφων καὶ ἱερῶν ἐπιδιδόντες ἑαυτοὺς τοῖς καλλίστοις καὶ λαμπροτάτοις ἀγῶσιν. ὧν τὰς Νίκας ὁρᾶν μοι δοκῶ προσερχομένας, οὐ βοῦν ἔπαθλον ἑλκούσας ἢ τράγον, οὐδ' ἀνεστεμμένας κιττῷ καὶ Διονυσιακῆς τρυγὸς ὀδωδυίας· ἀλλ' ὅλαι μὲν πόλεις αὐτῶν εἰσι καὶ νῆσοι καὶ ἤπειροι, καὶ ναοὶ χιλιοτάλαντοι [d] καὶ δήμων ἀποικισμοὶ μυρίανδροι, τροπαίοις δὲ παντοδαποῖς ἀναστέφονται καὶ λαφύροις· ὧν ἀγάλματα καὶ σύμβολα παρθενῶνες ἑκατόμπεδοι, νότια τείχη, νεώσοικοι, προπύλαια, Χερρόνησος, Ἀμφίπολις. Μαραθὼν τὴν Μιλτιάδου Νίκην προπέμπει, καὶ Σαλαμὶς τὴν Θεμιστοκλέους, χιλίων σκαφῶν ναυαγίοις ἐπιβεβηκυῖαν. φέρει δ' ἡ μὲν Κίμωνος τριήρεις ἑκατὸν Φοινίσσας ἀπ' Εὐρυμέδοντος, ἡ δὲ Δημοσθένους καὶ Κλέωνος ἀπὸ Σφακτηρίας τὴν Βρασίδου ἀσπίδ' αἰχμάλωτον καὶ δεδεμένους Σπαρτιάτας. τειχίζει δὲ τὴν πόλιν ἡ Κόνωνος, ἡ δὲ Θρασυβούλου κατάγει τὸν δῆμον ἀπὸ Φυλῆς ἐλεύθερον, αἱ δ' Ἀλκιβιάδου [e] περὶ Σικελίαν ὀλισθοῦσαν τὴν πόλιν ἐγείρουσιν· ἐκ δὲ τῶν Νείλεω καὶ Ἀνδρόκλου περὶ Λυδίαν καὶ Καρίαν ἀγώνων Ἰωνίαν ἀνισταμένην ἐπεῖδεν ἡ Ἑλλάς. τῶν δ' ἄλλων ἑκάστης ἂν πύθῃ τί τῇ πόλει γέγονεν ἐξ αὐτῆς ἀγαθόν, ἡ μὲν ἐρεῖ Λέσβον, ἡ δὲ Σάμον, ἡ δὲ Κύπρον, ἡ δὲ Πόντον Εὔξεινον, ἡ δὲ πεντακοσίας τριήρεις, ἡ δὲ μυρία τάλαντα, προῖκα τῆς δόξης καὶ τῶν τροπαίων. ταῦθ' ἡ πόλις ἑορτάζει καὶ ὑπὲρ τούτων θύει τοῖς θεοῖς, οὐκ ἐπὶ ταῖς Αἰσχύλου νίκαις ἢ Σοφοκλέους· οὐδ' ὅτε Καρκίνος Ἀερόπῃ (Nauck2 p. 797) †συνῆν ἢ Ἕκτορι Ἀστυδάμας (Nauck2 p. 778), ἀλλ' ἕκτῃ μὲν ἱσταμένου Βοηδρομιῶνος ἐσέτι νῦν τὴν ἐν Μαραθῶνι νίκην ἡ πόλις ἑορτάζει· ἕκτῃ δ' ‹ἐπὶ δέκα τοῦ αὐτοῦ› μηνὸς οἰνοχοεῖται τῆς [f] Χαβρίου περὶ Νάξον ἐπινίκια ναυμαχίας· τῇ δὲ δωδεκάτῃ χαριστήρια ἔθυον ἐλευθερίας· ἐν ἐκείνῃ γὰρ οἱ ἀπὸ Φυλῆς κατῆλθον· τρίτῃ δ' ἱσταμένου τὴν ἐν Πλαταιαῖς μάχην ἐνίκων. τὴν δ' ἕκτην ἐπὶ δέκα τοῦ Μουνιχιῶνος Ἀρτέμιδι καθιέρωσαν, ἐν ᾗ τοῖς Ἕλλησι περὶ Σαλαμῖνα [350] [a] νικῶσιν ἐπέλαμψεν ἡ θεὸς πανσέληνος. τὴν σὲ δωδεκάτην τοῦ Σκιρροφοριῶνος ἱερωτέραν ἐποίησεν ὁ Μαντινειακὸς ἀγών, ἐν ᾧ τῶν ἄλλων συμμάχων ἐκβιασθέντων καὶ τραπέντων μόνοι τὸ καθ' ἑαυτοὺς νικήσαντες ἔστησαν τρόπαιον ἀπὸ τῶν νικώντων πολεμίων. ταῦτα τὴν πόλιν ᾖρεν εἰς δόξαν, ταῦτ' εἰς μέγεθος· ἐπὶ τούτοις Πίνδαρος (fr. 76. 77 Schr. p. 414) 'ἔρεισμα τῆς Ἑλλάδος' προσεῖπε τὰς Ἀθήνας, οὐχ ὅτι ταῖς Φρυνίχου τραγῳδίαις καὶ Θέσπιδος ὤρθουν τοὺς Ἕλληνας, ἀλλ' ὅτι πρῶτον, ὥς φησιν αὐτός, ἐπ' Ἀρτεμισίῳ 'παῖδες Ἀθαναίων ἐβάλοντο φαεννὰν κρηπῖδ' ἐλευθερίας·' ἐπί τε Σαλαμῖνι [b] καὶ Μυκάλῃ καὶ Πλαταιαῖς ὥσπερ ἀδαμαντίνοι‹ς κίοσι› στηρίξαντες τὴν ἐλευθερίαν τῆς Ἑλλάδος παρέδοσαν τοῖς ἄλλοις ἀνθρώποις.

   Ἀλλὰ νὴ Δία παιδιὰ τὰ τῶν ποιητῶν· οἱ δὲ ῥήτορες ἔχουσί τι παραβαλλόμενοι πρὸς τοὺς στρατηγοὺς εἰκός, ὡς ‹δῆλον› ἐξ ὧν Αἰσχίνης (Ctes. 146) σκώπτων τὸν Δημοσθένην λέγειν φησίν, ὅτι γράψεται τῷ βήματι διαδικασίαν πρὸς τὸ στρατήγιον. ἆρ' οὖν ἄξιον προκρῖναι τὸν Ὑπερείδου Πλαταϊκὸν τῆς Ἀριστείδου †παραγγελίας νίκης; ἢ τὸν Λυσίου κατὰ τῶν τριάκοντα τῆς Θρασυβούλου καὶ Ἀρχί‹ν›ου τυραννοκτονίας; ἢ τὸν Αἰσχίνου κατὰ Τιμάρχου ἑταιρήσεως τῆς Φωκίωνος εἰς Βυζάντιον [c] βοηθείας, δι' ἧς ἐκώλυσε τοὺς τῶν συμμάχων υἱοὺς ἐνύβρισμά τε καὶ παροίνημα γενέσθαι Μακεδόνων; ἢ τοῖς Κόνωνος στεφάνοις, οὓς τὴν Ἑλλάδα ἐλευθερώσας ἔλαβε, τὸν Δημοσθένους περὶ τοῦ στεφάνου παραβάλλωμεν, ἐν ᾧ τοῦτο λαμπρότατον καὶ λογιώτατον ὁ ῥήτωρ πεποίηκεν, ὀμόσας τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας τῶν προγόνων, οὐ τοὺς ἐν ταῖς σχολαῖς τὰ μειράκια προδιδάσκοντας· ἐφ' οἷς ‹οὐ› τοὺς Ἰσοκράτεις καὶ Ἀντιφῶντας καὶ Ἰσαίους, ἀλλὰ τούτους ἡ πόλις δημοσίαις ταφαῖς ἔθαψεν, ὑποδεξαμένη τὰ λείψανα τῶν σωμάτων, καὶ τούτους [d] ἀπεθέωσε τοῖς ὅρκοις ὁ ῥήτωρ ὀμνύων οὓς οὐκ ἐμιμεῖτο. Ἰσοκράτης δὲ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας ὥσπερ ἀλλοτρίαις ψυχαῖς φήσας ἐναγωνίσασθαι καὶ καθυμνήσας τὴν τόλμαν αὐτῶν καὶ τὴν ὑπεροψίαν τοῦ ζῆν αὐτός, ὥς φασιν, ἤδη γέρων γεγονὼς πρὸς τὸν πυθόμενον πῶς διάγει, 'οὕτως' εἶπεν 'ὡς ἄνθρωπος ὑπὲρ ἐνενήκοντα ἔτη γεγονὼς καὶ μέγιστον ἡγούμενος τῶν κακῶν τὸν θάνατον.' οὐ γὰρ ἀκονῶν ξίφος οὐδὲ λόγχην χαράττων οὐδὲ λαμπρύνων κράνος οὐδὲ στρατευόμενος οὐδ' ἐρέσσων, ἀλλ' ἀντίθετα καὶ πάρισα καὶ ὁμοιόπτωτα κολλῶν καὶ συντιθεὶς, μονονοὺ κολαπτῆρσι καὶ ξυστῆρσι [e] τὰς περιόδους ἀπολεαίνων καὶ ῥυθμίζων ἐγήρασε. πῶς οὖν οὐκ ἔμελλεν ἄνθρωπος ψόφον ὅπλων φοβεῖσθαι καὶ σύρρηγμα φάλαγγος ὁ φοβούμενος φωνῆεν φωνήεντι συγκροῦσαι καὶ συλλαβῇ τὸ ἰσόκωλον ἐνδεὲς ἐξενεγκεῖν; Μιλτιάδης μὲν γὰρ ἄρας ἐς Μαραθῶνα τῇ ὑστεραίᾳ τὴν μάχην συνάψας ἧκεν εἰς ἄστυ μετὰ τῆς στρατιᾶς νενικηκώς, καὶ Περικλῆς ἐννέα μησὶ Σαμίους καταστρεψάμενος ἐφρόνει τοῦ Ἀγαμέμνονος μεῖζον ἔτει δεκάτῳ τὴν Τροίαν ἑλόντος· Ἰσοκράτης δὲ μικροῦ τρεῖς ὀλυμπιάδας ἀνήλωσεν, ἵνα γράψῃ τὸν πανηγυρικὸν λόγον, οὐ στρατευσάμενος ἐν τούτοις τοῖς χρόνοις οὐδὲ πρεσβεύσας οὐδὲ [f] πόλιν κτίσας οὐδὲ ναύαρχος ἐκπεμφθείς, καίτοι μυρίους τοῦ τότε χρόνου πολέμους ἐνέγκαντος· ἀλλ' ἐν ᾧ Τιμόθεος Εὔβοιαν ἠλευθέρου καὶ Χαβρίας περὶ Νάξον ἐναυμάχει καὶ περὶ Λέχαιον Ἰφικράτης κατέκοπτε τὴν Λακεδαιμονίων μόραν, καὶ πᾶσαν ἐλευθερώσας πόλιν ὁ [351] [a] δῆμος ἰσόψηφον αὐτοῖς τὴν Ἑλλάδα κατέστησεν, οἴκοι καθῆστο βιβλίον ἀναπλάττων τοῖς ὀνόμασιν, ὅσῳ χρόνῳ τὰ προπύλαια Περικλῆς ἀνέστησε καὶ τοὺς ἑκατομπέδους. καίτοι καὶ τοῦτον ὡς βραδέως ἀνύοντα τοῖς ἔργοις ἐπισκώπτων Κρατῖνος (fr. 300 K.) οὕτω πως λέγει περὶ τοῦ διὰ μέσου τείχους, 'λόγοισι γὰρ αὐτὸ προάγει Περικλέης, ἔργοισι δ' οὐδὲ κινεῖ.' σκόπει δὲ σοφιστικὴν μικροφροσύνην, τὸ ἔνατον μέρος τοῦ βίου εἰς ἕνα λόγον καταναλίσκουσαν. ἀλλὰ νὴ Δία τοὺς Δημοσθένους τοῦ ῥήτορος λόγους ἄξιόν ἐστι τοῖς ‹τοῦ› στρατη‹γοῦ ἔρ›γοις παραβάλλειν; τὸν κατὰ Κόνωνος αἰκίας (or. LIV) τοῖς περὶ [b] Πύλον τροπαίοις ἐκείνου; ‹τὸν› πρὸς Ἀρεθούσιον (or. LIII) περὶ ἀνδραπόδων τοῖς ἐξανδραποδισθεῖσιν ὑπ' ἐκείνου Σπαρτιάταις; ἢ ‹οὐχ,› ὅτε τοὺς ἐπιτροπικοὺς ἔγραψε, ταύτην ‹τὴν ἡλικίαν› Ἀλκιβιάδης ἔχων Μαντινεῖς καὶ Ἠλείους ἐπὶ τὴν Λακεδαίμονα συνέστησε; καὶ μὴν οἵ γε δημόσιοι λόγοι τοῦτ' ἔχουσι θαυμαστόν, ὅτι τοῖς Φιλιππικοῖς ἐπὶ πράξεις προτρέπεται καὶ τὴν Λεπτίνου πρᾶξιν ἐπαινεῖ * * *