3975 217 2 1 2 0 I-II d. C. Phil. Plutarchus De curiositate (515b-523b) Pohlenz, M., Leipzig, Teubner, 1929 Rist. 1972. 21

PLUTARCHUS - De curiositate (515b-523b)

Indice dei Moralia

ΠΕΡΙ ΠΟΛΥΠΡΑΓΜΟΣΥΝΗΣ

[515]   Ἄπνουν ἢ σκοτεινὴν ἢ δυσχείμερον οἰκίαν ἢ νοσώδη φυγεῖν μὲν ἴσως ἄριστον· ἂν δὲ φιλοχωρῇ τις ὑπὸ συνηθείας, ἔστι καὶ φῶτα μεταθέντα καὶ κλίμακα μεταβαλόντα καὶ θύρας τινὰς ἀνοίξαντα τὰς δὲ κλείσαντα λαμπροτέραν εὐπνουστέραν ὑγιεινοτέραν μηχανήσασθαι. καὶ πόλεις τινὲς [c] οὕτω μεταθέντες ὠφέλησαν· ὥσπερ τὴν ἐμὴν πατρίδα πρὸς ζέφυρον ἄνεμον κεκλιμένην καὶ τὸν ἥλιον ἐρείδοντα δείλης ἀπὸ τοῦ Παρνασσοῦ δεχομένην ἐπὶ τὰς ἀνατολὰς τραπῆναι λέγουσιν ὑπὸ τοῦ Χαίρωνος. ὁ δὲ φυσικὸς Ἐμπεδοκλῆς (A 14) ὄρους τινὰ διασφάγα βαρὺν καὶ νοσώδη κατὰ τῶν πεδίων τὸν νότον ἐμπνέουσαν ἐμφράξας λοιμὸν ἔδοξεν ἐκκλεῖσαι τῆς χώρας. ἐπεὶ τοίνυν ἔστι τινὰ πάθη νοσώδη καὶ βλαβερὰ καὶ χειμῶνα παρέχοντα τῇ ψυχῇ καὶ σκότος, ἄριστον μὲν ἐξωθεῖν ταῦτα καὶ καταλύειν εἰς ἔδαφος, αἰθρίαν καὶ φῶς καὶ πνεῦμα καθαρὸν [d] διδόντας ἑαυτοῖς· εἰ δὲ μή, μεταλαμβάνειν γε καὶ μεθαρμόττειν ἁμωσγέπως περιάγοντας ἢ στρέφοντας.

   Οἷον εὐθὺς ἡ πολυπραγμοσύνη φιλομάθειά τίς ἐστιν ἀλλοτρίων κακῶν, οὔτε φθόνου δοκοῦσα καθαρεύειν νόσος οὔτε κακοηθείας·

   'τί τἀλλότριον, ἄνθρωπε βασκανώτατε,

   κακὸν ὀξυδορκεῖς τὸ δ' ἴδιον παραβλέπεις;'

   (Com. adesp. 359)

μετάθες ἔξωθεν καὶ μετάστρεψον εἴσω τὴν πολυπραγμοσύνην· εἰ χαίρεις κακῶν μεταχειριζόμενος ἱστορίαν, ἔχεις οἴκοι πολλὴν διατριβήν· 'ὅσσον ὕδωρ †κατ' Ἀλιζόνος ἢ δρυὸς ἀμφὶ πέτηλα,' τοσοῦτον πλῆθος εὑρήσεις ἁμαρτημάτων [e] ἐν τῷ βίῳ καὶ παθῶν ἐν τῇ ψυχῇ καὶ παροραμάτων ἐν τοῖς καθήκουσιν. ὡς γὰρ ὁ Ξενοφῶν (Oecon. 8, 19) λέγει τοῖς οἰκονομικοῖς ἴδιον εἶναι τῶν ἀμφὶ θυσίαν σκευῶν, ἴδιον τῶν ἀμφὶ δεῖπνα τόπον, ἀλλαχοῦ κεῖσθαι τὰ γεωργικά, χωρὶς τὰ πρὸς πόλεμον, οὕτω σοὶ τὰ μέν ἐστιν ἀπὸ φθόνου κακὰ κείμενα τὰ δ' ἀπὸ ζηλοτυπίας τὰ δ' ἀπὸ δειλίας τὰ δ' ἀπὸ μικρολογίας· ταῦτ' ἔπελθε, ταῦτ' ἀναθεώρησον· τὰς εἰς γειτόνων θυρίδας καὶ [τὰς] παρόδους τῆς πολυπραγμοσύνης ἔμφραξον, ἑτέρας δ' ἄνοιξον εἰς τὴν ἀνδρωνῖτιν τὴν σεαυτοῦ φερούσας, εἰς τὴν γυναικωνῖτιν, εἰς τὰς τῶν θεραπόντων διαίτας· ἐνταῦθ' ἔχει διατριβὰς [f] οὐκ ἀχρήστους οὐδὲ κακοήθεις ἀλλ' ὠφελίμους καὶ σωτηρίους τὸ φιλοπευθὲς τοῦτο καὶ φιλόπραγμον, ἑκάστου πρὸς ἑαυτὸν λέγοντος (Carm. aur. 42)

   'πῆ τραπόμην; τί δ' ἔρεξα; τί μοι δέον οὐκ ἐτελέσθη;'

   νῦν δ' ὥσπερ ἐν τῷ μύθῳ τὴν Λάμιαν λέγουσιν οἴκοι μὲν εὕδειν τυφλήν, ἐν ἀγγείῳ τινὶ τοὺς ὀφθαλμοὺς ἔχουσαν [516] [a] ἀποκειμένους, ἔξω δὲ προϊοῦσαν ἐντίθεσθαι καὶ βλέπειν, οὕτως ἡμῶν ἕκαστος ἔξω καὶ πρὸς ἑτέρους τῇ κακονοίᾳ τὴν περιεργίαν ὥσπερ ὀφθαλμὸν ἐντίθησι, τοῖς δ' ἑαυτῶν ἁμαρτήμασι καὶ κακοῖς πολλάκις περιπταίομεν ὑπ' ἀγνοίας, ὄψιν ἐπ' αὐτὰ καὶ φῶς οὐ ποριζόμενοι. διὸ καὶ τοῖς ἐχθροῖς ὠφελιμώτερός ἐστιν ὁ πολυπραγμονῶν· τὰ γὰρ ἐκείνων ἐλέγχει καὶ προφέρεται καὶ δείκνυσιν αὐτοῖς ἃ δεῖ φυλάξασθαι καὶ διορθῶσαι, τῶν δ' οἴκοι τὰ πλεῖστα παρορᾷ διὰ τὴν περὶ τὰ ἔξω πτόησιν. ὁ μὲν γὰρ Ὀδυσσεὺς (λ 84 sqq.) οὐδὲ τῇ μητρὶ διαλεχθῆναι πρότερον ὑπέμεινεν ἢ πυθέσθαι παρὰ τοῦ μάντεως, ὧν ἕνεκ' [b] ἦλθεν εἰς Ἅιδου, πυθόμενος δὲ οὕτω πρός τε ταύτην ἔτρεψεν αὑτόν, καὶ τὰς ἄλλας γυναῖκας ἀνέκρινε, τίς ἡ Τυρὼ καὶ τίς ἡ καλὴ Χλωρὶς καὶ διὰ τί ἡ Ἐπικάστη ἀπέθανεν (λ 278) 'ἁψαμένη βρόχον αἰπὺν ἀφ' ὑψηλοῖο μελάθρου'· ἡμεῖς δὲ τὰ καθ' αὑτοὺς ἐν πολλῇ ῥᾳθυμίᾳ καὶ ἀγνοίᾳ θέμενοι καὶ ἀμελήσαντες ἑτέρους γενεαλογοῦμεν, ὅτι τοῦ γείτονος ὁ πάππος ἦν Σύρος, Θρᾷττα δ' ἡ τήθη, ὁ δεῖνα δ' ὀφείλει τάλαντα τρία καὶ τοὺς τόκους οὐκ ἀποδέδωκεν· ἐξετάζομεν δὲ καὶ τὰ τοιαῦτα, πόθεν ἡ γυνὴ τοῦ δεῖνος ἐπανήρχετο, τί δ' ὁ δεῖνα καὶ ὁ δεῖνα καθ' ἑαυτοὺς [c] ἐν τῇ γωνίᾳ διελέγοντο. Σωκράτης δὲ περιῄει διαπορῶν, τί Πυθαγόρας λέγων ἔπειθε· καὶ Ἀρίστιππος Ὀλυμπίασιν Ἰσχομάχῳ συμβαλὼν ἠρώτα τί Σωκράτης διαλεγόμενος οὕτω τοὺς νέους διατίθησι, καὶ μίκρ' ἄττα τῶν λόγων αὐτοῦ σπέρματα καὶ δείγματα λαβὼν οὕτως ἐμπαθῶς ἔσχεν, ὥστε τῷ σώματι συμπεσεῖν καὶ γενέσθαι παντάπασιν ὠχρὸς καὶ ἰσχνός· ἄχρις οὗ πλεύσας Ἀθήναζε διψῶν καὶ διακεκαυμένος ἠρύσατο τῆς πηγῆς καὶ τὸν ἄνδρα καὶ τοὺς λόγους αὐτοῦ καὶ τὴν φιλοσοφίαν ἱστόρησεν, ἧς ἦν τέλος ἐπιγνῶναι τὰ ἑαυτοῦ κακὰ καὶ ἀπαλλαγῆναι.

   Ἀλλ' ἔνιοι τὸν ἴδιον βίον ὡς ἀτερπέστατον θέαμα [d] προσιδεῖν οὐχ ὑπομένουσιν οὐδ' ἀνακλάσαι τὸν λογισμὸν ὡς φῶς ἐφ' ἑαυτοὺς καὶ περιαγαγεῖν, ἀλλ' ἡ ψυχὴ γέμουσα κακῶν παντοδαπῶν καὶ φρίττουσα καὶ φοβουμένη τὰ ἔνδον ἐκπηδᾷ θύραζε καὶ πλανᾶται περὶ τἀλλότρια, βόσκουσα καὶ πιαίνουσα τὸ κακόηθες. ὡς γὰρ ὄρνις ἐν οἰκίᾳ πολλάκις τροφῆς παρακειμένης εἰς γωνίαν καταδῦσα σκαλεύει,

   'ἔνθα γέ που διαφαίνεθ' ἅτ' ἐν κοπρίῃ μία κριθή,'

παραπλησίως οἱ πολυπράγμονες, ὑπερβάντες τοὺς ἐν μέσῳ λόγους καὶ ἱστορίας καὶ ἃ μηδεὶς κωλύει πυνθάνεσθαι μηδ' ἄχθεται πυνθανομένοις, τὰ κρυπτόμενα καὶ λανθάνοντα [e] κακὰ πάσης οἰκίας ἐκλέγουσι. καίτοι τό γε τοῦ Αἰγυπτίου χάριεν πρὸς τὸν ἐρωτῶντα τί φέρει συγκεκαλυμμένον, 'διὰ τοῦτο συγκεκάλυπται'· καὶ σὺ δὴ τί πολυπραγμονεῖς τὸ ἀποκρυπτόμενον; εἰ μή τι κακὸν ἦν, οὐκ ἂν ἀπεκρύπτετο. καίτοι μὴ κόψαντά γε θύραν εἰς οἰκίαν ἀλλοτρίαν οὐ νομίζεται παρελθεῖν, ἀλλὰ νῦν μὲν εἰσὶ θυρωροί, πάλαι δὲ ῥόπτρα κρουόμενα πρὸς ταῖς θύραις αἴσθησιν παρεῖχεν, ἵνα μὴ τὴν οἰκοδέσποιναν ἐν μέσῳ καταλάβῃ ὁ ἀλλότριος ἢ τὴν παρθένον ἢ κολαζόμενον οἰκέτην ἢ κεκραγυίας τὰς θεραπαινίδας· ὁ δὲ πολυπράγμων ἐπ' αὐτὰ ταῦτα παραδύεται, [f] σώφρονος μὲν οἰκίας καὶ καθεστώσης οὐδ' ἂν παρακαλῇ τις ἡδέως γινόμενος θεατής, ὧν δ' ἕνεκα κλεὶς καὶ μοχλὸς καὶ αὔλειος, ταῦτ' ἀνακαλύπτων καὶ φέρων εἰς τὸ μέσον ἑτέροις. καίτοι καὶ 'τῶν ἀνέμων μάλιστα δυσχεραίνομεν' ὡς Ἀρίστων φησίν (St. V. Fr. I 401), 'ὅσοι τὰς περιβολὰς ἀναστέλλουσιν ἡμῶν·' ὁ δὲ πολυπράγμων οὐ τὰ ἱμάτια τῶν πέλας οὐδὲ τοὺς χιτῶνας, ἀλλὰ τοὺς τοίχους ἀπαμφιέννυσι, τὰς θύρας ἀναπετάννυσι, καὶ 'διὰ παρθενικῆς ἁπαλόχροος' (Hes. OD 519) ὡς πνεῦμα διαδύεται καὶ διέρπει, [517] [a] βακχεῖα καὶ χοροὺς καὶ παννυχίδας ἐξετάζων καὶ συκοφαντῶν. καὶ καθάπερ τοῦ κωμῳδουμένου Κλέωνος (Arist. Eq. 79)

   'τὼ χεῖρ' ἐν Αἰτωλοῖς, ὁ νοῦς ἐν Κλωπιδῶν,'

οὕτω τοῦ πολυπράγμονος ὁ νοῦς ἅμ' ἐν πλουσίων οἴκοις ἐστὶν ἐν δωματίοις πενήτων ἐν αὐλαῖς βασιλέων ἐν θαλάμοις νεογάμων· πάντα πράγματα ζητεῖ, τὰ ξένων τὰ ἡγεμόνων, οὐδ' ἀκινδύνως ταῦτα ζητῶν, ἀλλ' οἷον, εἴ τις ἀκονίτου γεύοιτο πολυπραγμονῶν τὴν ποιότητα, φθάσει τῆς αἰσθήσεως προανελὼν τὸ αἰσθανόμενον, οὕτως οἱ τὰ τῶν μειζόνων κακὰ ζητοῦντες προαναλίσκουσι τῆς γνώσεως [b] ἑαυτούς. καὶ γὰρ οἱ τοῦ ἡλίου τὴν ἄφθονόν γε ταύτην καὶ κατακεχυμένην ἅπασιν ἀκτῖνα παρορῶντες, αὐτὸν δὲ τὸν κύκλον ἀναιδῶς καταβλέπειν καὶ διαστέλλειν τὸ φῶς εἴσω βιαζόμενοι καὶ τολμῶντες ἀποτυφλοῦνται. διὸ καλῶς Φιλιππίδης ὁ κωμῳδιοποιὸς εἰπόντος αὐτῷ ποτε Λυσιμάχου τοῦ βασιλέως 'τίνος σοι τῶν ἐμῶν μεταδῶ;' 'μόνον' εἶπεν, 'ὦ βασιλεῦ, μὴ τῶν ἀπορρήτων.' τὰ γὰρ ἥδιστα καὶ κάλλιστα τῶν βασιλέων ἔξω πρόκειται, τὰ δεῖπνα οἱ πλοῦτοι αἱ πανηγύρεις αἱ χάριτες· εἰ δέ τι ἀπόρρητόν ἐστι, μὴ προσέλθῃς μηδὲ κινήσῃς. οὐ κρύπτεται χαρὰ βασιλέως [c] εὐτυχοῦντος οὐδὲ γέλως παίζοντος οὐδὲ φιλανθρωπίας παρασκευὴ καὶ χάριτος· φοβερόν ἐστι τὸ κρυπτόμενον, σκυθρωπὸν ἀγέλαστον δυσπρόσιτον, ὀργῆς τινος ὑπούλου θησαυρὸς ἢ τιμωρίας βαρυθύμου σκέψις ἢ ζηλοτυπία γυναικὸς ἢ πρὸς υἱὸν ὑποψία τις ἢ πρὸς φίλον ἀπιστία. φεῦγε τὸ μελαῖνον τοῦτο καὶ συνιστάμενον νέφος· οὐ λήσεταί σε βροντῆσαν οὐδ' ἀστράψαν, ὅταν ἐκραγῇ τὸ νῦν κρυπτόμενον.

   Τίς οὖν ἡ φυγή; περισπασμός, ὡς εἴρηται (p. 515d), καὶ μεθολκὴ τῆς πολυπραγμοσύνης μάλιστα μὲν ἐπὶ τὰ βελτίω καὶ τὰ ἡδίω τρέψαντι τὴν ψυχήν. τὰ ἐν οὐρανῷ πολυπραγμόνει, τὰ ἐν γῇ τὰ ἐν ἀέρι τὰ ἐν θαλάττῃ. μικρῶν [d] πέφυκας ἢ μεγάλων φιλοθεάμων; εἰ μεγάλων, ἥλιον πολυπραγμόνει ποῦ κάτεισι καὶ πόθεν ἄνεισι· ζήτει τὰς ἐν σελήνῃ καθάπερ ἀνθρώπῳ μεταβολάς, ποῦ τοσοῦτον κατανήλωσε φῶς πόθεν αὖθις ἐκτήσατο, πῶς (Soph. fr. 787)

   'ἐξ ἀδήλου πρῶτον ἔρχεται νέα

   πρόσωπα καλλύνουσα καὶ πληρουμένη,

   χὤταν περ αὑτῆς εὐγενεστάτη φανῇ,

   πάλιν διαρρεῖ κἀπὶ μηδὲν ἔρχεται.'

καὶ ταῦτ' ἀπόρρητ' ἐστὶ φύσεως, ἀλλ' οὐκ ἄχθεται τοῖς ἐλέγχουσιν. ἀλλὰ τῶν μεγάλων ἀπέγνωκας; πολυπραγμόνει τὰ μικρότερα, πῶς τῶν φυτῶν τὰ μὲν ἀεὶ τέθηλε καὶ χλοάζει καὶ ἀγάλλεται παντὶ καιρῷ τὸν ἑαυτῶν ἐπιδεικνύμενα [e] πλοῦτον, τὰ δὲ νῦν μέν ἐστιν ὅμοια τούτοις νῦν δ' ὥσπερ ἀνοικονόμητος ἄνθρωπος ἀθρόως ἐκχέαντα τὴν περιουσίαν γυμνὰ καὶ πτωχὰ καταλείπεται, διὰ τί δὲ τὰ μὲν προμήκεις τὰ δὲ γωνιώδεις τὰ δὲ στρογγύλους καὶ περιφερεῖς ἐκδίδωσι καρπούς. ἴσως δὲ ταῦτ' οὐ πολυπραγμονήσεις, ὅτι τούτοις οὐθὲν κακὸν ἔνεστιν. ἀλλ' εἰ δεῖ πάντως τὸ περίεργον ἐν φαύλοις τισὶν ὥσπερ ἑρπετὸν ἐν θανασίμοις ὕλαις ἀεὶ νέμεσθαι καὶ διατρίβειν, ἐπὶ τὰς ἱστορίας ἀγάγωμεν αὐτὸ καὶ παραβάλωμεν ἀφθονίαν κακῶν καὶ περιουσίαν. ἐνταῦθα γὰρ ἔνεισι

   'πεσήματ' ἀνδρῶν καὶ ἀπολακτισμοὶ βίων'

   (Aesch. Suppl. 937),

[f] φθοραὶ γυναικῶν, ἐπιθέσεις οἰκετῶν, διαβολαὶ φίλων, παρασκευαὶ φαρμάκων, φθόνοι, ζηλοτυπίαι, ναυάγι' οἴκων, ἐκπτώσεις ἡγεμονιῶν· ἐμπίπλασο καὶ τέρπε σαυτὸν ἐνοχλῶν μηδενὶ τῶν συνόντων μηδὲ λυπῶν.

   Ἀλλ' ἔοικεν ἡ πολυπραγμοσύνη μὴ χαίρειν ἑώλοις κακοῖς ἀλλὰ θερμοῖς καὶ προσφάτοις καὶ καινὰς τραγῳδίας ἡδέως θεᾶσθαι, [518] [a] τοῖς δὲ κωμικοῖς καὶ ἱλαρωτέροις πράγμασιν οὐ μάλα προθύμως ὁμιλεῖν. διὸ γάμον μέν τινος ἢ θυσίαν ἢ προπομπὴν διεξιόντος ἀμελὴς ὁ πολυπράγμων καὶ ῥᾴθυμος ἀκροατής ἐστι, καὶ προακηκοέναι τὰ πλεῖστά φησι καὶ κελεύει ταῦτα συντέμνειν καὶ παρέρχεσθαι τὸν διηγούμενον· ἂν δ' ἢ φθοράν τις παρθένου παρακαθήμενος ἢ μοιχείαν γυναικὸς ἢ δίκης παρασκευὴν ἢ στάσιν ἀδελφῶν διηγῆται, οὔτε νυστάζει οὔτ' ἀσχολεῖται, 'ἄλλα τε δίζηται ἐπέων παρά τ' οὔατα βάλλει.' καὶ τὸ (Tr. adesp. 386)

   'οἴμοι, τὸ κακὸν τῆς εὐτυχίας

   ὡς μᾶλλον ἐς οὖς φέρεται θνητῶν'

[b] ἐπὶ τῶν πολυπραγμόνων ἐστὶν εἰρημένον ἀληθῶς. ὡς γὰρ αἱ σικύαι τὸ χείριστον ἐκ τῆς σαρκὸς ἕλκουσιν, οὕτως τὰ τῶν πολυπραγμόνων ὦτα τοὺς φαυλοτάτους λόγους ἐπισπᾶται. μᾶλλον δ', ὥσπερ αἱ πόλεις ἔχουσί τινας πύλας ἀποφράδας καὶ σκυθρωπάς, δι' ὧν ἐξάγουσι τοὺς θανατουμένους καὶ τὰ λύματα καὶ τοὺς καθαρμοὺς ἐκβάλλουσιν, εὐαγὲς δ' οὐδὲν οὐδ' ἱερὸν εἴσεισι οὐδ' ἔξεισι δι' αὐτῶν, οὕτω καὶ τὰ τῶν πολυπραγμόνων ὦτα χρηστὸν οὐδὲν οὐδ' ἀστεῖον ἀλλ' οἱ φονικοὶ λόγοι διέρχονται καὶ τρίβουσιν, ἐκθύσιμα καὶ μιαρὰ διηγήματα παρακομίζοντες.

   'ἀεὶ δ' ἀοιδῶν μοῦνος ἐν στέγαις ἐμαῖς

   κωκυτὸς ἐμπέπτωκεν' (Tr. adesp. 387)·

[c] αὕτη τοῖς πολυπράγμοσι 'μοῦσα καὶ σειρὴν μία', τοῦθ' ἥδιστον ἀκουσμάτων αὐτοῖς.

   Ἔστι γὰρ ἡ πολυπραγμοσύνη φιλοπευστία τῶν ἐν ἀποκρύψει καὶ λανθανόντων· οὐδεὶς δ' ἀγαθὸν ἀποκρύπτει κεκτημένος, ὅπου καὶ τὰ μὴ ὄντα προσποιοῦνται. κακῶν οὖν ἱστορίας ὁ πολυπράγμων ὀρεγόμενος ἐπιχαιρεκακίας συνέχεται πάθει, φθόνου καὶ βασκανίας ἀδελφῷ. φθόνος μὲν γάρ ἐστι λύπη ἐπ' ἀλλοτρίοις ἀγαθοῖς, ἐπιχαιρεκακία δ' ἡδονὴ ἐπ' ἀλλοτρίοις κακοῖς· ἀμφότερα δ' ἐκ πάθους ἀνημέρου καὶ θηριώδους γεγένηται τῆς κακοηθείας.

   οὕτω δ' ἑκάστῳ λυπηρόν ἐστιν ἡ τῶν περὶ αὐτὸν

[d]κακῶν ἀνακάλυψις, ὥστε πολλοὺς ἀποθανεῖν πρότερον ἢ δεῖξαί τι τῶν ἀπορρήτων νοσημάτων ἰατροῖς. φέρε γὰρ Ἡρόφιλον ἢ Ἐρασίστρατον ἢ τὸν Ἀσκληπιὸν αὐτόν, ὅτ' ἦν ἄνθρωπος, ἔχοντα τὰ φάρμακα καὶ τὰ ὄργανα κατ' οἰκίαν προσιστάμενον ἀνακρίνειν, μή τις ἔχει σύριγγα παρὰ δακτύλιον ἢ γυνὴ καρκίνον ἐν ὑστέρᾳ· καίτοι σωτήριόν ἐστι τῆς τέχνης ταύτης τὸ πολύπραγμον· ἀλλὰ πᾶς ἄν τις, οἶμαι, τὸν τοιοῦτον ἀπήλασεν, ὅτι τὴν χρείαν οὐ περιμένων ἄκλητος ἐπ' ἀλλοτρίων κακῶν ἔρχεται κατανόησιν. οἱ δὲ πολυπράγμονες αὐτὰ ταῦτα καὶ τὰ τούτων ἔτι χείρονα ζητοῦσιν, οὐ θεραπεύοντες ἀλλὰ μόνον ἀνακαλύπτοντες. ὅθεν μισοῦνται δικαίως. καὶ γὰρ τοὺς τελώνας βαρυνόμεθα καὶ δυσχεραίνομεν, οὐχ ὅταν τὰ ἐμφανῆ τῶν εἰσαγομένων ἐκλέγωσιν, ἀλλ' ὅταν τὰ κεκρυμμένα ζητοῦντες ἐν ἀλλοτρίοις σκεύεσι καὶ φορτίοις ἀναστρέφωνται. καίτοι τοῦτο ποιεῖν ὁ νόμος δίδωσιν αὐτοῖς, καὶ βλάπτονται μὴ ποιοῦντες· οἱ δὲ πολυπράγμονες ἀπολλύουσι καὶ προΐενται τὰ αὑτῶν ἀσχολούμενοι περὶ τὰ ἀλλότρια, καὶ σπανίως μὲν εἰς ἀγρὸν βαδίζουσι τὸ ἥσυχον καὶ σιωπηρὸν τῆς ἐρημίας οὐ φέροντες, ἐὰν δὲ καὶ παραβάλωσι διὰ [e] χρόνου, ταῖς τῶν γειτόνων ἀμπέλοις μᾶλλον ἐμβλέπουσιν ἢ ταῖς ἰδίαις καὶ πυνθάνονται πόσοι βόες τοῦ γείτονος ἀποτεθνήκασιν ἢ πόσος οἶνος ὀξίνης γέγονε· ταχὺ δὲ τούτων ἐμπλησθέντες ἀποτρέχουσιν. ὁ μὲν γὰρ ἀληθινὸς ἐκεῖνος γεωργὸς οὐδὲ τὸν αὐτομάτως ἐρχόμενον ἐκ πόλεως λόγον ἡδέως προσδέχεται, λέγων (Com. adesp. 347)

[519]

[a]    'εἶτά μοι σκάπτων ἐρεῖ,

   ἐφ' οἷς γεγόνασιν αἱ διαλύσεις· ταῦτα γὰρ

   πολυπραγμονῶν νῦν ὁ κατάρατος περιπατεῖ,'

   οἱ δὲ πολυπράγμονες ὡς ἕωλόν τι πρᾶγμα καὶ ψυχρὸν καὶ ἀτράγῳδον φεύγοντες τὴν ἀγροικίαν εἰς τὸ δεῖγμα καὶ τὴν ἀγορὰν καὶ τοὺς λιμένας ὠθοῦνται· 'μή τι καινόν;' ‑ 'οὐ γὰρ ἦς πρωῒ κατ' ἀγοράν;' ‑ 'τί οὖν; ἐν ὥραις τρισὶν οἴει τὴν πόλιν μετακεκοσμῆσθαι;' οὐ μὴν ἀλλ' ἂν μέν τις ἔχῃ τι τοιοῦτον εἰπεῖν, καταβὰς ἀπὸ τοῦ ἵππου δεξιωσάμενος καταφιλήσας ἕστηκεν ἀκροώμενος· ἐὰν δ' ἀπαντήσας εἴπῃ τις ὅτι οὐθὲν καινόν, ὥσπερ ἀχθόμενος 'τί [b] λέγεις;' φησίν 'οὐ γέγονας κατ' ἀγοράν; οὐ παρελήλυθας τὸ στρατήγιον; οὐδὲ τοῖς ἐξ Ἰταλίας ἥκουσιν ἐντετύχηκας;' διὸ καλῶς οἱ τῶν Λοκρῶν ἄρχοντες· ἐπεὶ γάρ τις ἐξ ἀποδημίας προσιὼν ἠρώτησε 'μή τι καινόν;' ἐζημίωσαν αὐτόν. ὡς γὰρ οἱ μάγειροι φορὰν εὔχονται βοσκημάτων οἱ δ' ἁλιεῖς ἰχθύων, οὕτως οἱ πολυπράγμονες εὔχονται φορὰν κακῶν καὶ πλῆθος πραγμάτων καὶ καινότητας καὶ μεταβολάς, ἵν' ἀεί τι θηρεύειν καὶ κατακόπτειν ἔχωσιν. εὖ δὲ καὶ ὁ τῶν Θουρίων νομοθέτης· κωμῳδεῖσθαι γὰρ ἐκώλυσε τοὺς πολίτας πλὴν μοιχοὺς καὶ πολυπράγμονας. ἔοικε γὰρ ἥ τε μοιχεία πολυπραγμοσύνη τις ἀλλοτρίας [c] ἡδονῆς εἶναι καὶ ζήτησις καὶ ἔρευνα τῶν φυλαττομένων καὶ λανθανόντων τοὺς πολλούς, ἥ τε πολυπραγμοσύνη παράδυσίς ἐστι καὶ φθορὰ καὶ ἀπογύμνωσις τῶν ἀπορρήτων.

   Τῇ μὲν οὖν πολυμαθείᾳ τὴν πολυλογίαν ἕπεσθαι συμβαίνει (διὸ καὶ Πυθαγόρας ἔταξε τοῖς νέοις πενταετῆ σιωπήν, ἐχεμυθίαν προσαγορεύσας), τῇ δὲ περιεργίᾳ τὴν κακολογίαν ἀνάγκη συνακολουθεῖν· ἃ γὰρ ἡδέως ἀκούουσιν ἡδέως λαλοῦσι, καὶ ἃ παρ' ἄλλων σπουδῇ συλλέγουσι πρὸς ἑτέρους μετὰ χαρᾶς ἐκφέρουσιν. ὅθεν αὐτοῖς μετὰ τῶν ἄλλων κακῶν τὸ νόσημα καὶ πρὸς τὴν ἐπιθυμίαν [d] ἐμποδών ἐστι. πάντες γὰρ αὐτοὺς φυλάττονται καὶ ἀποκρύπτονται, καὶ οὔτε πρᾶξαί τι πολυπράγμονος ὁρῶντος οὔτ' εἰπεῖν ἀκούοντος ἡδέως ἔχουσιν, ἀλλὰ καὶ βουλὰς ἀνατίθενται καὶ σκέψεις πραγμάτων ὑπερβάλλονται, μέχρις ἂν ἐκποδὼν ὁ τοιοῦτος γένηται· κἂν ἢ λόγου τινὸς ἀπορρήτου παρόντος ἢ πράξεως σπουδαίας περαινομένης ἀνὴρ πολυπράγμων ἐπιφανῇ, καθάπερ ὄψον γαλῆς παραδραμούσης αἴρουσιν ἐκ μέσου καὶ ἀποκρύπτουσιν· ὥστε πολλάκις τὰ τοῖς ἄλλοις ῥητὰ καὶ θεατὰ τούτοις μόνοις ἄρρητα καὶ ἀθέατα γίνεσθαι.

   Διὸ καὶ πίστεως πάσης ἔρημος ὁ πολυπράγμων ἐστίν· [e] οἰκέταις γοῦν καὶ ξένοις πιστεύομεν μᾶλλον ἐπιστολὰς καὶ γράμματα καὶ σφραγῖδας ἢ φίλοις καὶ οἰκείοις πολυπράγμοσιν. ὁ δὲ Βελλεροφόντης ἐκεῖνος (Ζ 155 sqq.) οὐδὲ καθ' ἑαυτοῦ γράμματα κομίζων ἔλυσεν, ἀλλ' ἀπέσχετο τῆς ἐπιστολῆς τοῦ βασιλέως ὡς τῆς γυναικὸς διὰ τὴν αὐτὴν ἐγκράτειαν. ἀκρασίας γὰρ τὸ πολυπραγμονεῖν ὡς καὶ τὸ μοιχεύειν, καὶ πρὸς τῇ ἀκρασίᾳ δεινῆς ἀνοίας καὶ ἀφροσύνης· τὸ γὰρ τοσαύτας παρελθόντα κοινὰς καὶ δεδημοσιωμένας γυναῖκας ἐπὶ τὴν κατάκλειστον ὠθεῖσθαι καὶ πολυτελῆ, πολλάκις ἂν οὕτω τύχῃ καὶ ἄμορφον οὖσαν, ὑπερβολὴ μανίας καὶ παραφροσύνης.

[f] ταὐτὸν δ' οἱ πολυπράγμονες ποιοῦσι· πολλὰ καὶ καλὰ θεάματα καὶ ἀκούσματα καὶ σχολὰς καὶ διατριβὰς παρελθόντες ἐπιστόλια διορύττουσιν ἀλλότρια καὶ παραβάλλουσι γειτόνων τοίχοις τὰ ὦτα καὶ συμψιθυρίζουσιν οἰκέταις καὶ γυναίοις, πολλάκις μὲν οὐδ' ἀκινδύνως ἀεὶ δ' ἀδόξως.

   Διὸ καὶ χρήσιμον ὡς ἔνι μάλιστα πρὸς τὴν ἀποτροπὴν τοῖς πολυπράγμοσιν ἡ τῶν προεγνωσμένων ἀνάμνησις. [520] [a] ἂν γάρ, ὥσπερ ὁ Σιμωνίδης ἔλεγε τὰς κιβωτοὺς ἀνοίγων διὰ χρόνου τὴν μὲν τῶν μισθῶν ἀεὶ μεστὴν τὴν δὲ τῶν χαρίτων εὑρίσκειν κενήν, οὕτως τῆς πολυπραγμοσύνης τὴν ἀποθήκην ἀνοίγῃ διὰ χρόνου καὶ κατασκέπτηται πολλῶν ἀχρήστων καὶ ματαίων καὶ ἀτερπῶν γέμουσαν, ἴσως ἂν αὐτῷ τὸ πρᾶγμα προσταίη, φανὲν ἀηδὲς παντάπασι καὶ φλυαρῶδες. φέρε γάρ, εἴ τις ἐπιὼν τὰ συγγράμματα τῶν παλαιῶν ἐκλαμβάνοι τὰ κάκιστα τῶν ἐν αὐτοῖς καὶ βιβλίον ἔχοι συντεταγμένον οἷον Ὁμηρικῶν στίχων ἀκεφάλων καὶ τραγικῶν σολοικισμῶν καὶ τῶν ὑπ' Ἀρχιλόχου [b] πρὸς τὰς γυναῖκας ἀπρεπῶς καὶ ἀκολάστως εἰρημένων, ἑαυτὸν παραδειγματίζοντος, ἆρ' οὐκ ἔστι τῆς τραγικῆς κατάρας ἄξιος (Tr. adesp. 388)

   'ὄλοιο θνητῶν ἐκλέγων τὰς συμφοράς';

καὶ ἄνευ δὲ τῆς κατάρας ἀπρεπὴς καὶ ἀνωφελὴς ὁ θησαυρισμὸς αὐτοῦ τῶν ἀλλοτρίων ἁμαρτημάτων· ὥσπερ ἡ πόλις, ἣν ἐκ τῶν κακίστων καὶ ἀναγωγοτάτων κτίσας ὁ Φίλιππος Πονηρόπολιν προσηγόρευσεν. οἱ τοίνυν πολυπράγμονες οὐ στίχων οὐδὲ ποιημάτων, ἀλλὰ βίων ἀστοχήματα καὶ πλημμελήματα καὶ σολοικισμοὺς ἀναλεγόμενοι καὶ συνάγοντες ἀμουσότατον καὶ ἀτερπέστατον κακῶν γραμματοφυλακεῖον τὴν ἑαυτῶν μνήμην περιφέρουσιν. ὥσπερ [c] οὖν ἐν Ῥώμῃ τινὲς τὰς γραφὰς καὶ τοὺς ἀνδριάντας καὶ νὴ Δία τὰ κάλλη τῶν ὠνίων παίδων καὶ γυναικῶν ἐν μηδενὶ λόγῳ τιθέμενοι περὶ τὴν τῶν τεράτων ἀγορὰν ἀναστρέφονται, τοὺς ἀκνήμους καὶ τοὺς γαλεάγκωνας καὶ τοὺς τριοφθάλμους καὶ τοὺς στρουθοκεφάλους καταμανθάνοντες καὶ ζητοῦντες εἴ τι γεγένηται 'σύμμικτον εἶδος καὶ ἀποφώλιον τέρας' (Eur. fr. 996), ἀλλ' ἐὰν συνεχῶς τις ἐπαγάγῃ τοῖς τοιούτοις αὐτοὺς θεάμασι, ταχὺ πλησμονὴν καὶ ναυτίαν παρέξει, οὕτως οἱ τὰ περὶ τὸν βίον ἀστοχήματα καὶ γενῶν αἴσχη καὶ διαστροφάς τινας ἐν οἴκοις ἀλλοτρίοις καὶ πλημμελείας πολυπραγμονοῦντες τῶν πρώτων [d] ἀναμιμνησκέτωσαν ἑαυτοὺς ὅτι χάριν καὶ ὄνησιν οὐδεμίαν ἤνεγκε.

   Μέγιστον μέντοι πρὸς τὴν τοῦ πάθους ἀποτροπὴν ὁ ἐθισμός, ἐὰν πόρρωθεν ἀρξάμενοι γυμνάζωμεν ἑαυτοὺς καὶ διδάσκωμεν ἐπὶ ταύτην τὴν ἐγκράτειαν· καὶ γὰρ ἡ αὔξησις ἔθει γέγονε τοῦ νοσήματος κατὰ μικρὸν εἰς τὸ πρόσω χωροῦντος. ὃν δὲ τρόπον, εἰσόμεθα περὶ τῆς ἀσκήσεως ὁμοῦ διαλεγόμενοι. πρῶτον μὲν οὖν ἀπὸ τῶν βραχυτάτων καὶ φαυλοτάτων ἀρξώμεθα. τί γὰρ χαλεπόν ἐστιν ἐν ταῖς ὁδοῖς τὰς ἐπὶ τῶν τάφων ἐπιγραφὰς μὴ ἀναγινώσκειν, ἢ τί δυσχερὲς ἐν τοῖς περιπάτοις τὰ κατὰ τῶν τοίχων [e] γράμματα τῇ ὄψει παρατρέχειν, ὑποβάλλοντας αὑτοῖς ὅτι χρήσιμον οὐθὲν οὐδ' ἐπιτερπὲς ἐν τούτοις γέγραπται, ἀλλ' 'ἐμνήσθη' ὁ δεῖνα τοῦ δεῖνος 'ἐπ' ἀγαθῷ' καὶ 'φίλων ἄριστος' ὅδε τις, καὶ πολλὰ τοιαύτης γέμοντα φλυαρίας; ἃ δοκεῖ μὲν οὐ βλάπτειν ἀναγινωσκόμενα, βλάπτει δὲ λεληθότως τῷ μελέτην παρεμποιεῖν τοῦ ζητεῖν τὰ μὴ προσήκοντα. καὶ καθάπερ οἱ κυνηγοὶ τοὺς σκύλακας οὐκ ἐῶσιν ἐκτρέπεσθαι καὶ διώκειν πᾶσαν ὀδμήν, ἀλλὰ τοῖς ῥυτῆρσιν ἕλκουσι καὶ ἀνακρούουσι καθαρὸν αὐτῶν καὶ ἄκρατον φυλάττοντες τὸ αἰσθητήριον ἐπὶ τὸ οἰκεῖον ἔργον, ἵν' εὐτονώτερον ἐμφύηται τοῖς ἴχνεσι

[f]    'πέλματα θηρείων μελέων μυκτῆρσιν ἐρευνῶν,'

οὕτω δεῖ τὰς ἐπὶ πᾶν θέαμα καὶ πᾶν ἄκουσμα τοῦ πολυπράγμονος ἐκδρομὰς καὶ περιπλανήσεις ἀφαιρεῖν καὶ ἀντισπᾶν ἐπὶ τὰ χρήσιμα φυλάττοντας. ὥσπερ γὰρ οἱ †ἀετοὶ καὶ οἱ λέοντες ἐν τῷ περιπατεῖν συστρέφουσιν εἴσω τοὺς ὄνυχας, ἵνα μὴ τὴν ἀκμὴν αὐτῶν καὶ τὴν ὀξύτητα [521] [a] κατατρίβωσιν, οὕτω τὸ πολύπραγμον τοῦ φιλομαθοῦς ἀκμήν τινα καὶ στόμωμα νομίζοντες ἔχειν μὴ καταναλίσκωμεν μηδ' ἀπαμβλύνωμεν ἐν τοῖς ἀχρήστοις.

   Δεύτερον τοίνυν ἐθιζώμεθα θύραν παριόντες ἀλλοτρίαν μὴ βλέπειν εἴσω μηδὲ τῶν ἐντὸς ἐπιδράττεσθαι [τῇ ὄψει] καθάπερ χειρὶ τῇ περιεργίᾳ, ἀλλὰ τὸ τοῦ Ξενοκράτους ἔχωμεν πρόχειρον, ὃς ἔφη μηδὲν διαφέρειν, ἢ τοὺς πόδας ἢ τοὺς ὀφθαλμοὺς εἰς ἀλλοτρίαν οἰκίαν τιθέναι· οὔτε γὰρ δίκαιον οὔτε καλόν, ἀλλ' οὐδ' ἡδὺ τὸ θέαμα·

   'δύσμορφα μέντοι τἄνδον εἰσιδεῖν, ξένε·' (Eur. fr. 790)

τὰ πολλὰ τοιαῦτα τῶν ἐν ταῖς οἰκίαις, σκευάρια κείμενα [b] καὶ θεραπαινίδια καθεζόμενα, καὶ σπουδαῖον οὐδὲν οὐδ' ἐπιτερπές. ἡ δὲ συνδιαστρέφουσα τὴν ψυχὴν παράβλεψις αὕτη καὶ παρατόξευσις αἰσχρὰ καὶ τὸ ἔθος μοχθηρόν. ὁ μὲν γὰρ Διογένης θεασάμενος εἰσελαύνοντα τὸν ὀλυμπιονίκην Διώξιππον ἐφ' ἅρματος καὶ γυναικὸς εὐμόρφου θεωμένης τὴν πομπὴν ἀποσπάσαι τὰς ὄψεις μὴ δυνάμενον ἀλλ' ὑποβλέποντα καὶ παρεπιστρεφόμενον 'ὁρᾶτ'' εἶπε 'τὸν ἀθλητὴν ὑπὸ παιδισκαρίου τραχηλιζόμενον;' τοὺς δὲ πολυπράγμονας ἴδοις ἂν ὑπὸ παντὸς ὁμοίως θεάματος τραχηλιζομένους καὶ περιαγομένους, ὅταν ἔθος καὶ μελέτη [c] γένηται τῆς ὄψεως αὐτοῖς πανταχοῦ διαφορουμένης. δεῖ δ', ὡς οἶμαι, μὴ καθάπερ θεράπαιναν ἀνάγωγον ἔξω ῥέμβεσθαι τὴν αἴσθησιν, ἀλλ' ἀποπεμπομένην ὑπὸ τῆς ψυχῆς ἐπὶ τὰ πράγματα συντυγχάνειν αὐτοῖς ταχὺ καὶ διαγγέλλειν, εἶτα πάλιν κοσμίως ἐντὸς εἶναι τοῦ λογισμοῦ καὶ προσέχειν αὐτῷ. νῦν δὲ συμβαίνει τὸ τοῦ Σοφοκλέους (El. 724)

   'ἔπειτα δ' Αἰνιᾶνος ἀνδρὸς ἄστομοι

   πῶλοι βίᾳ φοροῦσιν·'

αἱ μὴ τυχοῦσαι παιδαγωγίας ὥσπερ λέγομεν ὀρθῆς μηδ' ἀσκήσεως αἰσθήσεις προεκτρέχουσαι καὶ συνεφελκόμεναι πολλάκις εἰς ἃ μὴ δεῖ καταβάλλουσι τὴν διάνοιαν. ὅθεν ἐκεῖνο μὲν ψεῦδός ἐστι, τὸ Δημόκριτον (A 27) ἑκουσίως [d] σβέσαι τὰς ὄψεις ἀπερεισάμενον εἰς ἔσοπτρα πυρωθέντα καὶ τὴν ἀπ' αὐτῶν ἀνάκλασιν δεξάμενον, ὅπως μὴ παρέχωσι θόρυβον τὴν διάνοιαν ἔξω καλοῦσαι πολλάκις, ἀλλ' ἐῶσιν ἔνδον οἰκουρεῖν καὶ διατρίβειν πρὸς τοῖς νοητοῖς, ὥσπερ παρόδιοι θυρίδες ἐμφραγεῖσαι· τοῦτο μέντοι παντὸς μᾶλλον ἀληθές ἐστιν, ὅτι τὴν αἴσθησιν ὀλίγα κινοῦσιν οἱ πλεῖστα τῇ διανοίᾳ χρώμενοι. καὶ γὰρ τὰ μουσεῖα πορρωτάτω τῶν πόλεων ἱδρύσαντο, καὶ τὴν νύκτα προσεῖπον 'εὐφρόνην', μέγα πρὸς εὕρεσιν τῶν ζητουμένων καὶ σκέψιν ἡγούμενοι τὴν ἡσυχίαν καὶ τὸ ἀπερίσπαστον.

[e]    Ἀλλὰ μὴν οὐδ' ἐκεῖνο χαλεπὸν καὶ δύσκολον, ἀνθρώπων λοιδορουμένων ἐν ἀγορᾷ καὶ κακῶς λεγόντων ἀλλήλους μὴ προσελθεῖν ἢ συνδρομῆς ἐπί τι πλειόνων γενομένης μεῖναι καθήμενον, ἐὰν δ' ἀκρατῶς ἔχῃς, ἀπελθεῖν ἀναστάντα. χρηστοῦ μὲν γὰρ οὐδενὸς τοῖς πολυπραγμονοῦσιν ἀναμίξας σεαυτὸν ἀπολαύσεις, μεγάλα δ' ὠφεληθήσῃ τὸ πολύπραγμον ἀποστρέψας βίᾳ καὶ κολούσας, ὑπακούειν τῷ λογισμῷ συνεθιζόμενον. ἐκ δὲ τούτου μᾶλλον ἐπιτείνοντα τὴν ἄσκησιν ὀρθῶς ἔχει καὶ θέατρον ἀκροάματος εὐημεροῦντος παρελθεῖν, καὶ φίλους ἐπ' ὀρχηστοῦ τινος ἢ κωμῳδοῦ θέαν παραλαμβάνοντας διώσασθαι [f] καὶ βοῆς ἐν σταδίῳ γινομένης ἢ ἱπποδρόμῳ μὴ ἐπιστραφῆναι. καθάπερ γὰρ ὁ Σωκράτης (Xen. Mem. I 3, 6) παρῄνει φυλάττεσθαι τῶν βρωμάτων ὅσα μὴ πεινῶντας ἐσθίειν ἀναπείθει καὶ τῶν πομάτων ὅσα πίνειν μὴ διψῶντας, οὕτω χρὴ καὶ ἡμᾶς τῶν θεαμάτων καὶ ἀκουσμάτων φυλάττεσθαι καὶ φεύγειν ὅσα κρατεῖ καὶ προσάγεται τοὺς μηδὲν δεομένους. ὁ γοῦν Κῦρος (Xen. Cyrup. V 1, 8) οὐκ ἐβούλετο τὴν Πάνθειαν ἰδεῖν, ἀλλὰ τοῦ Ἀράσπου λέγοντος ὡς ἄξιον θέας εἴη τὸ τῆς γυναικὸς εἶδος [522] [a] 'οὐκοῦν' ἔφη 'διὰ τοῦτο μᾶλλον αὐτῆς ἀφεκτέον· εἰ γὰρ ὑπὸ σοῦ πεισθεὶς ἀφικοίμην πρὸς αὐτήν, ἴσως ἄν με πάλιν ἀναπείσειεν αὐτὴ καὶ μὴ σχολάζοντα φοιτᾶν καὶ θεᾶσθαι καὶ παρακαθῆσθαι προέμενον πολλὰ τῶν σπουδῆς ἀξίων.' ὁμοίως οὐδ' ὁ Ἀλέξανδρος εἰς ὄψιν ἦλθε τῆς Δαρείου γυναικὸς ἐκπρεπεστάτης εἶναι λεγομένης, ἀλλὰ πρὸς τὴν μητέρα φοιτῶν αὐτῆς πρεσβῦτιν οὖσαν οὐχ ὑπέμεινε τὴν νέαν καὶ καλὴν ἰδεῖν. ἡμεῖς δὲ τοῖς φορείοις τῶν γυναικῶν ὑποβάλλοντες τὰ ὄμματα καὶ τῶν θυρίδων ἐκκρεμαννύντες οὐδὲν ἁμαρτάνειν δοκοῦμεν οὕτως ὀλισθηρὰν [b] καὶ ῥευστὴν εἰς ἅπαντα τὴν πολυπραγμοσύνην ποιοῦντες.

   Ἔστι τοίνυν ‹οὐκ ἄχρηστον› καὶ πρὸς δικαιοσύνης ἄσκησιν ὑπερβῆναί ποτε λῆμμα δίκαιον, ἵνα πόρρω τῶν ἀδίκων ἐθίσῃς σεαυτὸν εἶναι, καὶ πρὸς σωφροσύνης ὁμοίως ἀποσχέσθαι ποτὲ γυναικὸς ἰδίας, ἵνα μηδέποτε κινηθῇς ὑπ' ἀλλοτρίας. τοῦτο δὴ τὸ ἔθος ἐπάγων τῇ πολυπραγμοσύνῃ πειρῶ καὶ τῶν ἰδίων ἔνια παρακοῦσαί ποτε καὶ παριδεῖν καὶ βουλομένου τινὸς ἀγγεῖλαί τι τῶν ἐπὶ τῆς οἰκίας ὑπερβαλέσθαι καὶ λόγους περὶ σοῦ λελέχθαι δοκοῦντας ἀπώσασθαι. καὶ γὰρ τὸν Οἰδίποδα τοῖς μεγίστοις κακοῖς ἡ περιεργία περιέβαλε. ζητῶν γὰρ ἑαυτὸν [c] ὡς οὐκ ὄντα Κορίνθιον ἀλλὰ ξένον ἀπήντησε τῷ Λαΐῳ, καὶ τοῦτον ἀνελὼν καὶ τὴν μητέρα λαβὼν ἐπὶ τῇ βασιλείᾳ γυναῖκα καὶ δοκῶν εἶναι μακάριος πάλιν ἑαυτὸν ἐζήτει· καὶ τῆς γυναικὸς οὐκ ἐώσης ἔτι μᾶλλον ἤλεγχε τὸν συνειδότα γέροντα, πᾶσαν προσφέρων ἀνάγκην· τέλος δὲ τοῦ πράγματος ἤδη περιφέροντος αὐτὸν τῇ ὑπονοίᾳ καὶ τοῦ γέροντος ἀναβοήσαντος

   'οἴμοι, πρὸς αὐτῷ γ' εἰμὶ τῷ δεινῷ λέγειν'

   (Soph. O. R. 1169)

ὅμως ἐξημμένος ὑπὸ τοῦ πάθους καὶ σφαδᾴζων ἀποκρίνεται

   'κἄγωγ' ἀκούειν· ἀλλ' ὅμως ἀκουστέον·' (ib. 1170).

οὕτω τίς ἐστι γλυκύπικρος καὶ ἀκατάσχετος ὁ τῆς πολυπραγμοσύνης γαργαλισμός, ὥσπερ ἕλκος αἱμάσσων ἑαυτόν, [d] ὅταν ἀμύσσηται. ὁ δ' ἀπηλλαγμένος τῆς νόσου ταύτης καὶ φύσει πρᾶος ἀγνοήσας τι τῶν δυσχερῶν εἴποι ἄν (Eur. Or. 213) 'ὦ πότνια λήθη τῶν κακῶν, ὡς εἶ σοφή.'

   διὸ καὶ πρὸς ταῦτα συνεθιστέον αὑτούς, ἐπιστολὴν κομισθεῖσαν μὴ ταχὺ μηδὲ κατεσπευσμένως λῦσαι, καθάπερ οἱ πολλοὶ ποιοῦσιν, ἂν αἱ χεῖρες βραδύνωσι, τοῖς ὀδοῦσι τοὺς δεσμοὺς διαβιβρώσκοντες, ἀγγέλου ποθὲν ἥκοντος μὴ προσδραμεῖν μηδ' ἐξαναστῆναι, φίλου τινὸς εἰπόντος 'ἔχω σοί τι καινὸν εἰπεῖν πρᾶγμα' 'μᾶλλον, εἴ τι χρήσιμον ἔχεις ἢ ὠφέλιμον.' ἐμοῦ ποτ' ἐν Ῥώμῃ διαλεγομένου Ῥουστικὸς ἐκεῖνος, ὃν ὕστερον ἀπέκτεινε Δομετιανὸς [e] τῇ δόξῃ φθονήσας, ἠκροᾶτο, καὶ διὰ μέσου στρατιώτης παρελθὼν ἐπιστολὴν αὐτῷ Καίσαρος ἀπέδωκε· γενομένης δὲ σιωπῆς κἀμοῦ διαλιπόντος, ὅπως ἀναγνῷ τὴν ἐπιστολήν, οὐκ ἠθέλησεν οὐδ' ἔλυσε πρότερον ἢ διεξελθεῖν ἐμὲ τὸν λόγον καὶ διαλυθῆναι τὸ ἀκροατήριον· ἐφ' ᾧ πάντες ἐθαύμασαν τὸ βάρος τοῦ ἀνδρός. ὅταν δέ τις οἷς ἔξεστι τρέφων τὸ πολύπραγμον ἰσχυρὸν ἀπεργάσηται καὶ βίαιον, οὐκέτι ῥᾳδίως πρὸς ἃ κεκώλυται φερομένου διὰ συνήθειαν κρατεῖν δυνατός ἐστιν· ἀλλ' ἐπιστόλια παραλύουσιν οὗτοι φίλων, συνεδρίοις ἀπορρήτοις ἑαυτοὺς παρεμβάλλουσιν, ἱερῶν ἃ μὴ θέμις ὁρᾶν γίνονται θεαταί, τόπους ἀβάτους πατοῦσι, πράγματα καὶ λόγους βασιλικοὺς ἀνερευνῶσι.

   Καίτοι τούς γε τυράννους, οἷς ἀνάγκη πάντα γινώσκειν, ἐπαχθεστάτους ποιεῖ τὸ τῶν λεγομένων ὤτων καὶ προσαγωγέων γένος. ὠτακουστὰς μὲν οὖν πρῶτος ἔσχεν ὁ νόθος Δαρεῖος ἀπιστῶν ἑαυτῷ καὶ πάντας ὑφορώμενος [523] [a] καὶ δεδοικώς, τοὺς δὲ προσαγωγίδας οἱ Διονύσιοι τοῖς Συρακοσίοις κατέμιξαν· ὅθεν ἐν τῇ μεταβολῇ τῶν πραγμάτων τούτους πρώτους οἱ Συρακόσιοι συλλαμβάνοντες ἀπετυμπάνιζον. καὶ γὰρ τὸ τῶν συκοφαντῶν γένος ἐκ τῆς τῶν πολυπραγμόνων φατρίας καὶ ἑστίας ἐστίν· ἀλλ' οἱ μὲν συκοφάνται ζητοῦσιν, εἴ τις ἢ βεβούλευται κακὸν ἢ πεποίηκεν, οἱ δὲ πολυπράγμονες καὶ τὰς ἀβουλήτους ἀτυχίας τῶν πέλας ἐλέγχοντες εἰς μέσον ἐκφέρουσι. λέγεται δὲ καὶ τὸν ἀλιτήριον ἐκ φιλοπραγμοσύνης κατονομασθῆναι τὸ πρῶτον. λιμοῦ γὰρ ὡς ἔοικεν Ἀθηναίοις ἰσχυροῦ γενομένου [b] καὶ τῶν ἐχόντων πυρὸν εἰς μέσον οὐ φερόντων ἀλλὰ κρύφα καὶ νύκτωρ ἐν ταῖς οἰκίαις ἀλούντων, περιιόντες ἐτήρουν τῶν μύλων τὸν ψόφον, εἶτ' 'ἀλιτήριοι' προσηγορεύθησαν. ὁμοίως δὲ καὶ τῷ συκοφάντῃ τοὔνομα γενέσθαι· κεκωλυμένου γὰρ ἐκφέρειν τὰ σῦκα μηνύοντες καὶ φαίνοντες τοὺς ἐξάγοντας ἐκλήθησαν 'συκοφάνται.' καὶ τοῦτ' οὖν οὐκ ἄχρηστόν ἐστιν ἐννοεῖν τοὺς πολυπράγμονας, ὅπως αἰσχύνωνται τὴν πρὸς τοὺς μισουμένους μάλιστα καὶ δυσχεραινομένους ὁμοιότητα καὶ συγγένειαν τοῦ ἐπιτηδεύματος.