763 32 0 0 0 0 I-II d. C. Rhet. Plutarchus Comparationis Aristophanis et Menandri compendium (853a-854d) Fowler, H.N., Cambridge, Mass., Harvard University Press, 1936 Rist. 1969. 4

PLUTARCHUS - Comparationis Aristophanis et Menandri compendium (853a-854d)

Indice dei Moralia

ΣΥΓΚΡΙΣΕΩΣ ΑΡΙΣΤΟΦΑΝΟΥΣ ΚΑΙ ΜΕΝΑΝΔΡΟΥ ΕΠΙΤΟΜΗ

[853]   Ὡς μὲν κοινῶς καὶ καθόλου εἰπεῖν πολλῷ προκρίνει τὸν Μένανδρον, ὡς δ' ἐπὶ μέρους καὶ ταῦτα προστίθησι·

[b]    "Τὸ φορτικόν," φησίν, "ἐν λόγοις καὶ θυμελικὸν καὶ βάναυσον ὥς ἐστιν Ἀριστοφάνει, Μενάνδρῳ δ' οὐδαμῶς. καὶ γὰρ ὁ μὲν ἀπαίδευτος καὶ ἰδιώτης, οἷς ἐκεῖνος λέγει, ἁλίσκεται· ὁ δὲ πεπαιδευμένος δυσχερανεῖ· λέγω δὲ τὰ ἀντίθετα καὶ ὁμοιόπτωτα καὶ παρωνυμίας. τούτοις γὰρ ὁ μὲν μετὰ τοῦ προσήκοντος λόγου καὶ ὀλιγάκις χρῆται ἐπιμελείας αὐτὰ ἀξιῶν, ὁ δὲ καὶ πολλάκις καὶ οὐκ εὐκαίρως καὶ ψυχρῶς· ἐπαινεῖται γάρ," φησίν,

   ὅτι τοὺς ταμίας ἐβάπτισεν,

   οὐχὶ ταμίας ἀλλὰ Λαμίας

ὄντας. καὶ

   οὗτος ἤτοι καικίας ἢ συκοφαντίας πνεῖ

[c] καὶ

   γάστριζε καὶ τοῖς ἐντέροις καὶ τοῖς κόλοις

καὶ

   ὑπὸ τοῦ γέλωτος εἰς Γέλαν ἀφίξομαι

καὶ

   τί δῆτα δράσω σ', ὦ κακόδαιμον, ἀμφορεὺς

   ἐξοστρακισθείς;

καὶ

   ἄγρια γὰρ ἡμᾶς, ὦ γυναῖκες, δρᾷ κακά,

   ἅτ' ἐν ἀγρίοισι τοῖς λαχάνοις αὐτὸς τραφείς

καὶ

   ἀλλ' ἦ τριχόβρωτες τὸν λόφον μου κατέφαγον

καὶ

   φέρε δεῦρο γοργόνωτον ἀσπίδος κύκλον.

   κἀμοὶ πλακοῦντος τυρόνωτον δὸς κύκλον

καὶ πολλὰ τοιαῦτα. ἔνεστι μὲν οὖν ἐν τῇ κατασκευῇ τῶν ὀνομάτων αὐτῷ τὸ τραγικὸν τὸ κωμικὸν τὸ σοβαρὸν τὸ πεζόν, ἀσάφεια, κοινότης, ὄγκος καὶ δίαρμα, σπερμολογία καὶ φλυαρία ναυτιώδης. καὶ [d] τοσαύτας διαφορὰς ἔχουσα καὶ ἀνομοιότητας ἡ λέξις οὐδὲ τὸ πρέπον ἑκάστῃ καὶ οἰκεῖον ἀποδίδωσιν· οἷον λέγω βασιλεῖ τὸν ὄγκον ῥήτορι τὴν δεινότητα γυναικὶ τὸ ἁπλοῦν ἰδιώτῃ τὸ πεζὸν ἀγοραίῳ τὸ φορτικόν· ἀλλ' ὥσπερ ἀπὸ κλήρου ἀπονέμει τοῖς προσώποις τὰ προστυχόντα τῶν ὀνομάτων, καὶ οὐκ ἂν διαγνοίης εἴθ' υἱός ἐστιν εἴτε πατὴρ εἴτ' ἄγροικος εἴτε θεὸς εἴτε γραῦς εἴθ' ἥρως ὁ διαλεγόμενος.

   "Ἡ δὲ Μενάνδρου φράσις οὕτω συνέξεσται καὶ συμπέπνευκε κεκραμένη πρὸς ἑαυτήν, ὥστε διὰ [e] πολλῶν ἀγομένη παθῶν καὶ ἠθῶν καὶ προσώποις ἐφαρμόττουσα παντοδαποῖς μία τε φαίνεσθαι καὶ τὴν ὁμοιότητα τηρεῖν ἐν τοῖς κοινοῖς καὶ συνήθεσι καὶ ὑπὸ τὴν χρείαν ὀνόμασιν· ἐὰν δέ τινος ἄρα τερατείας εἰς τὸ πρᾶγμα καὶ ψόφου δεήσῃ, καθάπερ αὐλοῦ πάντρητον ἀνασπάσας ταχὺ πάλιν καὶ πιθανῶς ἐπέβαλε καὶ κατέστησε τὴν φωνὴν εἰς τὸ οἰκεῖον. πολλῶν δὲ γεγονότων εὐδοκίμων τεχνιτῶν, οὔθ' ὑπόδημα δημιουργὸς οὔτε προσωπεῖον σκευοποιὸς οὔτε τις ἱμάτιον ἅμα ταὐτὸν ἀνδρὶ καὶ γυναικὶ καὶ μειρακίῳ καὶ γέροντι καὶ οἰκότριβι [f] πρέπον ἐποίησεν· ἀλλὰ Μένανδρος οὕτως ἔμιξε τὴν λέξιν, ὥστε πάσῃ καὶ φύσει καὶ διαθέσει καὶ ἡλικίᾳ σύμμετρον εἶναι, καὶ ταῦτα νέος μὲν ἔτι τοῦ πράγματος ἁψάμενος, ἐν ἀκμῇ δὲ τοῦ ποιεῖν καὶ διδάσκειν τελευτήσας, ὅτε μάλιστα καὶ πλείστην ἐπίδοσιν, ὡς Ἀριστοτέλης φησί, λαμβάνει τὰ περὶ τὴν λέξιν τοῖς γράφουσιν. εἰ οὖν πρὸς τὰ πρῶτα τῶν Μενάνδρου δραμάτων τὰ μέσα καὶ τὰ τελευταῖα παραβάλοι τις, ἐξ αὐτῶν ἐπιγνώσεται, ὅσα ἔμελλεν, εἰ ἐπεβίω, καὶ τούτοις ἕτερα προσθήσειν.

[854]

[a]    "Ὅτι τῶν διδασκόντων οἱ μὲν πρὸς τὸν ὄχλον καὶ τὸν δῆμον γράφουσιν οἱ δὲ τοῖς ὀλίγοις, τὸ δ' ἐν ἀμφοῖν ἁρμόττον τοῖς γένεσιν οὐ ῥᾴδιον ὅτῳ τῶν πάντων ὑπῆρξεν εἰπεῖν. Ἀριστοφάνης μὲν οὖν οὔτε τοῖς πολλοῖς ἀρεστὸς οὔτε τοῖς φρονίμοις ἀνεκτός, ἀλλ' ὥσπερ ἑταίρας τῆς ποιήσεως παρηκμακυίας, εἶτα μιμουμένης γαμετήν, οὔθ' οἱ πολλοὶ τὴν αὐθάδειαν ὑπομένουσιν οἵ τε σεμνοὶ βδελύττονται τὸ ἀκόλαστον καὶ κακόηθες. ὁ δὲ Μένανδρος μετὰ χαρίτων μάλιστα ἑαυτὸν αὐτάρκη παρέσχηκεν, ἐν θεάτροις ἐν διατριβαῖς ἐν συμποσίοις, ἀνάγνωσμα [b] καὶ μάθημα καὶ ἀγώνισμα κοινότατον ὧν ἡ Ἑλλὰς ἐνήνοχε καλῶν παρέχων τὴν ποίησιν, δεικνὺς ὅ τι δὴ καὶ ὁποῖον ἦν ἄρα δεξιότης λόγου, ἐπιὼν ἁπανταχόσε μετὰ πειθοῦς ἀφύκτου καὶ χειρούμενος ἅπασαν ἀκοὴν καὶ διάνοιαν Ἑλληνικῆς φωνῆς. τίνος γὰρ ἄξιον ἀληθῶς εἰς θέατρον ἐλθεῖν ἄνδρα πεπαιδευμένον ἢ Μενάνδρου ἕνεκα; πότε δὲ θέατρα πίμπλαται ἀνδρῶν φιλολόγων, κωμικοῦ προσώπου δειχθέντος; ἐν δὲ συμποσίοις τίνι δικαιότερον ἡ τράπεζα παραχωρεῖ καὶ τόπον ὁ Διόνυσος δίδωσι; φιλοσόφοις δὲ καὶ φιλολόγοις, ὥσπερ ὅταν οἱ γραφεῖς ἐκπονηθῶσι τὰς ὄψεις, ἐπὶ τὰ ἀνθηρὰ [c] καὶ ποώδη χρώματα τρέπουσιν, ἀνάπαυλα τῶν ἀκράτων καὶ συντόνων ἐκείνων Μένανδρός ἐστιν, οἷον εὐανθεῖ λειμῶνι καὶ σκιερῷ καὶ πνευμάτων μεστῷ δεχόμενος τὴν διάνοιαν.

   "Ὅτι κωμῳδίας ὑποκριτὰς τοῦ χρόνου τούτου πολλοὺς καὶ ἀγαθοὺς τῆς πόλεως ἐνεγκούσης, μόναι αἱ Μενάνδρου κωμῳδίαι ἀφθόνων ἁλῶν καὶ ἱλαρῶν μετέχουσιν, ὥσπερ ἐξ ἐκείνης γεγονότων τῆς θαλάττης, ἐξ ἧς Ἀφροδίτη γέγονεν. οἱ δ' Ἀριστοφάνους ἅλες πικροὶ καὶ τραχεῖς ὄντες ἑλκωτικὴν δριμύτητα καὶ δηκτικὴν ἔχουσι· καὶ οὐκ οἶδ' ἐν οἷς ἔστιν ἡ θρυλουμένη δεξιότης ὑπ' αὐτοῦ, ἐν λόγοις ἢ προσώποις· ἀμέλει καὶ τὰ μεμιμημένα πρὸς τὸ χεῖρον [d] μεμίμηται· τὸ γὰρ πανοῦργον οὐ πολιτικὸν ἀλλὰ κακόηθες, καὶ τὸ ἄγροικον οὐκ ἀφελὲς ἀλλ' ἠλίθιον, καὶ τὸ γελοῖον οὐ παιγνιῶδες ἀλλὰ καταγέλαστον, καὶ τὸ ἐρωτικὸν οὐχ ἱλαρὸν ἀλλ' ἀκόλαστον. οὐδενὶ γὰρ ὁ ἄνθρωπος ἔοικε μετρίῳ τὴν ποίησιν γεγραφέναι, ἀλλὰ τὰ μὲν αἰσχρὰ καὶ ἀσελγῆ τοῖς ἀκολάστοις, τὰ βλάσφημα δὲ καὶ πικρὰ τοῖς βασκάνοις καὶ κακοήθεσιν."