[748] Φ. Ἐν Ἑλικῶνι φής, ὦ Αὐτόβουλε, τοὺς περὶ Ἔρωτος λόγους γενέσθαι, οὓς εἴτε γραψάμενος εἴτε καταμνημονεύσας τῷ πολλάκις ἐπανερέσθαι τὸν πατέρα νυνὶ [f] μέλλεις ἡμῖν δεηθεῖσιν ἀπαγγέλλειν;
ΑΥ. Ἐν Ἑλικῶνι παρὰ ταῖς Μούσαις, ὦ Φλαουιανέ, τὰ Ἐρωτίδια Θεσπιέων ἀγόντων· ἄγουσι γὰρ ἀγῶνα πενταετηρικὸν ὥσπερ καὶ ταῖς Μούσαις καὶ τῷ Ἔρωτι φιλοτίμως πάνυ καὶ λαμπρῶς.
Φ. Οἶσθ' οὖν ὃ σοῦ μέλλομεν δεῖσθαι πάντες οἱ πρὸς τὴν ἀκρόασιν ἥκοντες;
[749]
[a] ΑΥ. Οὔκ, ἀλλ' εἴσομαι λεγόντων.
Φ. Ἄφελε τοῦ λόγου τὸ νῦν ἔχον ἐποποιῶν τε λειμῶνας καὶ σκιὰς καὶ ἅμα κιττοῦ τε καὶ σμιλάκων διαδρομὰς καὶ ὅσ' ἄλλα τοιούτων τόπων ἐπιλαβόμενοι γλίχονται τὸν Πλάτωνος (Phaedr. 229a. 230c) Ἰλισσὸν καὶ τὸν ἄγνον ἐκεῖνον καὶ τὴν ἠρέμα προσάντη πόαν πεφυκυῖαν προθυμότερον ἢ κάλλιον ἐπιγράφεσθαι.
ΑΥ. Τί δὲ δεῖται τοιούτων, ὦ ἄριστε Φλαουιανέ, προοιμίων ἡ διήγησις; εὐθὺς ἡ πρόφασις, ἐξ ἧς ὡρμήθησαν οἱ λόγοι, χορὸν αἰτεῖ τῷ πάθει καὶ σκηνῆς δεῖται, τά τ' ἄλλα δράματος οὐδὲν ἐλλείπει· μόνον εὐχώμεθα τῇ μητρὶ [b] τῶν Μουσῶν ἵλεω παρεῖναι καὶ συνανασῴζειν τὸν μῦθον.
Ὁ γὰρ πατήρ, ἐπεὶ πάλαι, πρὶν ἡμᾶς γενέσθαι, τὴν μητέρα νεωστὶ κεκομισμένος ἐκ τῆς γενομένης τοῖς γονεῦσιν αὐτῶν διαφορᾶς καὶ στάσεως ἀφίκετο τῷ Ἔρωτι θύσων, ἐπὶ τὴν ἑορτὴν ἦγε τὴν μητέρα· καὶ γὰρ ἦν ἐκείνης ἡ εὐχὴ καὶ ἡ θυσία. τῶν δὲ φίλων οἴκοθεν μὲν αὐτῷ παρῆσαν οἱ συνήθεις, ἐν δὲ Θεσπιαῖς εὗρε Δαφναῖον τὸν Ἀρχιδάμου [καὶ] Λυσάνδρας ἐρῶντα τῆς Σίμωνος καὶ μάλιστα τῶν μνωμένων αὐτὴν εὐημεροῦντα, καὶ Σώκλαρον ἐκ Τιθόρας ἥκοντα τὸν Ἀριστίωνος· ἦν δὲ καὶ Πρωτογένης ὁ Ταρσεύς, καὶ Ζεύξιππος ὁ Λακεδαιμόνιος, ξένοι· [c] Βοιωτῶν δ' ὁ πατὴρ ἔφη τῶν γνωρίμων τοὺς πλείστους παρεῖναι. δύο μὲν οὖν ἢ τρεῖς ἡμέρας κατὰ πόλιν, ὡς ἔοικεν, ἡσυχῆ πως φιλοσοφοῦντες ἐν ταῖς παλαίστραις καὶ διὰ τῶν θεάτρων ἀλλήλοις συνῆσαν· ἔπειτα φεύγοντες ἀργαλέον ἀγῶνα κιθαρῳδῶν, ἐντεύξεσι καὶ σπουδαῖς προειλημμένον, ἀνέζευξαν οἱ πλείους ὥσπερ ἐκ πολεμίας εἰς τὸν Ἑλικῶνα καὶ κατηυλίσαντο παρὰ ταῖς Μούσαις. ἕωθεν οὖν ἀφίκετο πρὸς αὐτοὺς Ἀνθεμίων, καὶ Πεισίας, ἄνδρες ἔνδοξοι, Βάκχωνι δὲ τῷ καλῷ λεγομένῳ προσήκοντες καὶ τρόπον τινὰ δι' εὔνοιαν ἀμφότεροι τὴν ἐκείνου [d] διαφερόμενοι πρὸς ἀλλήλους. ἦν γὰρ ἐν Θεσπιαῖς Ἰσμηνοδώρα γυνὴ πλούτῳ καὶ γένει λαμπρὰ καὶ νὴ Δία τὸν ἄλλον εὔτακτος βίον· ἐχήρευσε γὰρ οὐκ ὀλίγον χρόνον ἄνευ ψόγου, καίπερ οὖσα νέα καὶ ἱκανὴ τὸ εἶδος. τῷ δὲ Βάκχωνι φίλης ὄντι καὶ συνήθους γυναικὸς υἱῷ πράττουσα γάμον κόρης κατὰ γένος προσηκούσης ἐκ τοῦ συμπαρεῖναι καὶ διαλέγεσθαι πολλάκις ἔπαθε πρὸς τὸ μειράκιον αὐτή· καὶ λόγους φιλανθρώπους ἀκούουσα καὶ λέγουσα περὶ αὐτοῦ καὶ πλῆθος ὁρῶσα γενναίων ἐραστῶν εἰς τὸ ἐρᾶν προήχθη καὶ διενοεῖτο μηθὲν ποιεῖν ἀγεννές, [e] ἀλλὰ γημαμένη φανερῶς συγκαταζῆν τῷ Βάκχωνι. παραδόξου δὲ τοῦ πράγματος αὐτοῦ φανέντος, ἥ τε μήτηρ ὑφεωρᾶτο τὸ βάρος τοῦ οἴκου καὶ τὸν ὄγκον ὡς οὐ κατὰ τὸν ἐραστήν, τινὲς δὲ καὶ συγκυνηγοὶ τῷ μὴ καθ' ἡλικίαν τῆς Ἰσμηνοδώρας δεδιττόμενοι τὸν Βάκχωνα καὶ σκώπτοντες ἐργωδέστεροι τῶν ἀπὸ σπουδῆς ἐνισταμένων ἦσαν ἀνταγωνισταὶ πρὸς τὸν γάμον, ᾐδεῖτο γὰρ ἔφηβος ἔτι ὢν χήρᾳ συνοικεῖν. οὐ μὴν ἀλλὰ τοὺς ἄλλους ἐάσας παρεχώρησε τῷ Πεισίᾳ καὶ τῷ Ἀνθεμίωνι βουλεύσασθαι τὸ συμφέρον, ὧν ὁ μὲν ἀνεψιὸς ἦν αὐτοῦ πρεσβύτερος, ὁ δὲ [f] Πεισίας αὐστηρότατος τῶν ἐραστῶν· διὸ καὶ πρὸς τὸν γάμον ἀντέπραττε καὶ καθήπτετο τοῦ Ἀνθεμίωνος ὡς προϊεμένου τῇ Ἰσμηνοδώρᾳ τὸ μειράκιον· ὁ δ' ἐκεῖνον οὐκ ὀρθῶς ἔλεγε ποιεῖν, ἀλλὰ τὰ ἄλλα χρηστὸν ὄντα μιμεῖσθαι τοὺς φαύλους ἐραστὰς οἴκου καὶ γάμου καὶ πραγμάτων μεγάλων ἀποστεροῦντα τὸν φίλον, ὅπως ἄθικτος αὐτῷ καὶ νεαρὸς [750] [a] ἀποδύοιτο πλεῖστον χρόνον ἐν ταῖς παλαίστραις. ἵν' οὖν μὴ παροξύνοντες ἀλλήλους κατὰ μικρὸν εἰς ὀργὴν προαγάγοιεν, ὥσπερ διαιτητὰς ἑλόμενοι καὶ βραβευτὰς τὸν πατέρα καὶ τοὺς σὺν αὐτῷ παρεγένοντο· καὶ τῶν ἄλλων φίλων οἷον ἐκ παρασκευῆς τῷ μὲν ὁ Δαφναῖος παρῆν τῷ δ' ὁ Πρωτογένης. ἀλλ' οὗτος μὲν ἀνέδην ἔλεγε κακῶς τὴν Ἰσμηνοδώραν· ὁ δὲ Δαφναῖος 'ὦ Ἡράκλεις' ἔφη; 'τί οὐκ ἄν τις προσδοκήσειεν, εἰ καὶ Πρωτογένης Ἔρωτι πολεμήσων πάρεστιν ᾧ καὶ παιδιὰ πᾶσα καὶ σπουδὴ περὶ Ἔρωτα καὶ δι' Ἔρωτος, 'λήθη δὲ λόγων λήθη δὲ πάτρας' [b] (Fr. Tr. Gr. p. 632), οὐχ ὡς τῷ Λαΐῳ πέντε μόνον ἡμερῶν ἀπέχοντι τῆς πατρίδος; βραδὺς γὰρ ὁ ἐκείνου καὶ χερσαῖος Ἔρως, ὁ δὲ σὸς ἐκ Κιλικίας Ἀθήναζε 'λαιψηρὰ κυκλώσας πτερὰ διαπόντιος πέταται', τοὺς καλοὺς ἐφορῶν καὶ συμπλανώμενος.' ἀμέλει γὰρ ἐξ ἀρχῆς ἐγεγόνει τοιαύτη τις αἰτία τῷ Πρωτογένει τῆς ἀποδημίας.
Γενομένου δὲ γέλωτος ὁ Πρωτογένης 'ἐγὼ δέ σοι δοκῶ' εἶπεν 'Ἔρωτι νῦν πολεμεῖν, οὐχ ὑπὲρ Ἔρωτος διαμάχεσθαι πρὸς ἀκολασίαν καὶ ὕβριν αἰσχίστοις πράγμασι καὶ πάθεσιν εἰς τὰ κάλλιστα καὶ σεμνότατα τῶν ὀνομάτων εἰσβιαζομένην;' καὶ ὁ Δαφναῖος 'αἴσχιστα δὲ [c] καλεῖς' ἔφη 'γάμον καὶ σύνοδον ἀνδρὸς καὶ γυναικός, ἧς οὐ γέγονεν οὐδ' ἔστιν ἱερωτέρα κατάζευξις;' 'ἀλλὰ ταῦτα μέν' εἶπεν ὁ Πρωτογένης 'ἀναγκαῖα πρὸς γένεσιν ὄντα σεμνύνουσιν οὐ φαύλως οἱ νομοθέται καὶ κατευλογοῦσι πρὸς τοὺς πολλούς· ἀληθινοῦ δ' Ἔρωτος οὐδ' ὁτιοῦν τῇ γυναικωνίτιδι μέτεστιν, οὐδ' ἐρᾶν ὑμᾶς ἔγωγέ φημι τοὺς γυναιξὶ προσπεπονθότας ἢ παρθένοις, ὥσπερ οὐδὲ μυῖαι γάλακτος οὐδὲ μέλιτται κηρίων ἐρῶσιν οὐδὲ σιτευταὶ καὶ μάγειροι φίλα φρονοῦσι πιαίνοντες ὑπὸ σκότῳ μόσχους καὶ ὄρνιθας. ἀλλ' ὥσπερ ἐπὶ σιτίον ἄγει καὶ ὄψον ἡ φύσις μετρίως καὶ ἱκανῶς τὴν ὄρεξιν, ἡ δ' ὑπερβολὴ πάθος [d] ἐνεργασαμένη λαιμαργία τις ἢ φιλοψία καλεῖται, οὕτως ἔνεστι τῇ φύσει τὸ δεῖσθαι τῆς ἀπ' ἀλλήλων ἡδονῆς γυναῖκας καὶ ἄνδρας, τὴν δ' ἐπὶ τοῦτο κινοῦσαν ὁρμὴν σφοδρότητι καὶ ῥώμῃ γενομένην πολλὴν καὶ δυσκάθεκτον οὐ προσηκόντως Ἔρωτα καλοῦσιν. Ἔρως γὰρ εὐφυοῦς καὶ νέας ψυχῆς ἁψάμενος εἰς ἀρετὴν διὰ φιλίας τελευτᾷ· ταῖς δὲ πρὸς γυναῖκας ἐπιθυμίαις ταύταις, ἂν ἄριστα πέσωσιν, ἡδονὴν περίεστι καρποῦσθαι καὶ ἀπόλαυσιν ὥρας καὶ σώματος, ὡς ἐμαρτύρησεν Ἀρίστιππος, τῷ κατηγοροῦντι Λαΐδος πρὸς αὐτὸν ὡς οὐ φιλούσης ἀποκρινάμενος, ὅτι [e] καὶ τὸν οἶνον οἴεται καὶ τὸν ἰχθῦν μὴ φιλεῖν αὐτόν, ἀλλ' ἡδέως ἑκατέρῳ χρῆται. τέλος γὰρ ἐπιθυμίας ἡδονὴ καὶ ἀπόλαυσις· Ἔρως δὲ προσδοκίαν φιλίας ἀποβαλὼν οὐκ ἐθέλει παραμένειν οὐδὲ θεραπεύειν ἐφ' ὥρᾳ τὸ †λυποῦν καὶ ἀκμάζον, εἰ καρπὸν ἤθους οἰκεῖον εἰς φιλίαν καὶ ἀρετὴν οὐκ ἀποδίδωσιν. ἀκούεις δέ τινος τραγικοῦ γαμέτου λέγοντος πρὸς τὴν γυναῖκα (Trag. adesp. 401)
'μισεῖς; ἐγὼ δὲ ῥᾳδίως μισήσομαι,
πρὸς κέρδος ἕλκων τὴν ἐμὴν ἀτιμίαν.'
τούτου γὰρ οὐδέν ἐστιν ἐρωτικώτερος ὁ μὴ διὰ κέρδος ἀλλ' ἀφροδισίων ἕνεκα καὶ συνουσίας ὑπομένων γυναῖκα [f] μοχθηρὰν καὶ ἄστοργον· ὥσπερ Στρατοκλεῖ τῷ ῥήτορι Φιλιππίδης ὁ κωμικὸς (fr. 31) ἐπεγγελῶν ἐποίησεν
'ἀποστρεφομένης τὴν κορυφὴν φιλεῖς μόλις.'
Εἰ δ' οὖν καὶ τοῦτο τὸ πάθος δεῖ καλεῖν Ἔρωτα, θῆλυν καὶ νόθον ὥσπερ εἰς Κυνόσαργες συντελοῦντα τὴν γυναικωνῖτιν· μᾶλλον δ' ὥσπερ ἀετόν τινα λέγουσι γνήσιον [751] [a] καὶ ὀρεινόν, ὃν Ὅμηρος (Φ 252. Ω 315 s.) 'μέλανα' καὶ 'θηρευτὴν' προσεῖπεν, ἄλλα δὲ γένη νόθων ἐστὶν ἰχθῦς περὶ ἕλη καὶ ὄρνιθας ἀργοὺς λαμβανόντων, ἀπορούμενοι δὲ πολλάκις ἀναφθέγγονταί τι λιμῶδες καὶ ὀδυρτικόν, οὕτως εἷς Ἔρως [ὁ] γνήσιος ὁ παιδικός ἐστιν, οὐ 'πόθῳ στίλβων', ὡς ἔφη τὸν παρθένιον Ἀνακρέων (fr. 13a), οὐδὲ 'μύρων ἀνάπλεως καὶ γεγανωμένος', ἀλλὰ λιτὸν αὐτὸν ὄψει καὶ ἄθρυπτον ἐν σχολαῖς φιλοσόφοις ἤ που περὶ γυμνάσια καὶ παλαίστρας περὶ θήραν νέων ὀξὺ μάλα καὶ γενναῖον ἐγκελευόμενον πρὸς ἀρετὴν τοῖς ἀξίοις ἐπιμελείας. τὸν δ' ὑγρὸν τοῦτον καὶ οἰκουρὸν ἐν κόλποις διατρίβοντα καὶ κλινιδίοις γυναικῶν ἀεὶ διώκοντα τὰ μαλθακὰ [b] καὶ θρυπτόμενον ἡδοναῖς ἀνάνδροις καὶ ἀφίλοις καὶ ἀνενθουσιάστοις καταβάλλειν ἄξιον, ὡς καὶ Σόλων κατέβαλε· δούλοις μὲν γὰρ ἐρᾶν ἀρρένων παίδων ἀπεῖπε καὶ ξηραλοιφεῖν, χρῆσθαι δὲ συνουσίαις γυναικῶν οὐκ ἐκώλυσε· καλὸν γὰρ ἡ φιλία καὶ ἀστεῖον, ἡ δ' ἡδονὴ κοινὸν καὶ ἀνελεύθερον. ὅθεν οὐδὲ δούλων ἐρᾶν παίδων ἐλευθέριόν ἐστιν οὐδ' ἀστεῖον· συνουσίας γὰρ οὗτος ὁ ἔρως, καθάπερ ‹ὁ› τῶν γυναικῶν.'
Ἔτι δὲ πλείονα λέγειν προθυμουμένου τοῦ Πρωτογένους, ἀντικρούσας ὁ Δαφναῖος 'εὖ γε νὴ Δί'' ἔφη 'τοῦ Σόλωνος ἐμνήσθης καὶ χρηστέον αὐτῷ γνώμονι τοῦ ἐρωτικοῦ ἀνδρός,
[c] 'ἔσθ' ἥβης ἐρατοῖσιν ἐπ' ἄνθεσι παιδοφιλήσῃ
μηρῶν ‹ἱμείρων› καὶ γλυκεροῦ στόματος'
(fr. 25 I p. 29 D.).
πρόσλαβε δὲ τῷ Σόλωνι καὶ τὸν Αἰσχύλον λέγοντα (fr. 135)
'σέβας δὲ μηρῶν οὐ κατῃδέσω,
ὦ δυσχάριστε τῶν πυκνῶν φιλημάτων.'
ἕτεροι μὲν γὰρ καταγελῶσιν αὐτῶν, εἰ καθάπερ θύτας καὶ μάντεις εἰς τὰ μηρία καὶ τὴν ὀσφὺν ἀποβλέπειν τοὺς ἐραστὰς κελεύουσιν· ἐγὼ δὲ παμμέγεθες τοῦτο ποιοῦμαι σημεῖον ὑπὲρ τῶν γυναικῶν· εἰ γὰρ ἡ παρὰ φύσιν ὁμιλία πρὸς ἄρρενας οὐκ ἀναιρεῖ τὴν ἐρωτικὴν εὔνοιαν οὐδὲ βλάπτει, πολὺ μᾶλλον εἰκός ἐστι τὸν γυναικῶν ἢ ἀνδρῶν ἔρωτα [d] τῇ φύσει χρώμενον εἰς φιλίαν διὰ χάριτος ἐξικνεῖσθαι. χάρις γὰρ οὖν, ὦ Πρωτόγενες, ἡ τοῦ θήλεος ὕπειξις τῷ ἄρρενι κέκληται πρὸς τῶν παλαιῶν· ὡς καὶ Πίνδαρος ἔφη τὸν Ἥφαιστον 'ἄνευ χαρίτων' ἐκ τῆς Ἥρας γενέσθαι· καὶ τὴν οὔπω γάμων ἔχουσαν ὥραν ἡ Σαπφὼ (fr. 34. I p. 347 D.) προσαγορεύουσά φησιν ὅτι
'σμίκρα μοι πάις ἔμμεν ἐφαίνεο κἄχαρις'.
ὁ δ' Ἡρακλῆς ὑπό τινος ἐρωτᾶται (Trag. adesp. 402)
'βίᾳ δ' ἔπραξας χάριτας ἢ πείσας κόρην;'
ἡ δ' ἀπὸ τῶν ἀρρένων ἀκόντων ‹μὲν› μετὰ βίας γινομένη καὶ λεηλασίας, ἂν δ' ἑκουσίως, σὺν μαλακίᾳ καὶ θηλύτητι, 'βαίνεσθαι' κατὰ Πλάτωνα (Phaedr. 250e) 'νόμῳ τετράποδος [e] καὶ παιδοσπορεῖσθαι' παρὰ φύσιν ἐνδιδόντων, ἄχαρις ‹χάρις› παντάπασι καὶ ἀσχήμων καὶ ἀναφρόδιτος. ὅθεν, οἶμαι, καὶ Σόλων ἐκεῖνα μὲν ἔγραψε νέος ὢν ἔτι καὶ 'σπέρματος πολλοῦ μεστός' ὡς ὁ Πλάτων (Leg. VIII 839b) φησί· ταυτὶ δὲ πρεσβύτης γενόμενος (fr. 26. I p. 32 D.)·
'ἔργα δὲ Κυπρογενοῦς νῦν μοι φίλα καὶ Διονύσου
καὶ Μουσέων, ἃ τίθησ' ἀνδράσιν εὐφροσύνας',
ὥσπερ ἐκ ζάλης καὶ χειμῶνος [καὶ] τῶν παιδικῶν ἐρώτων ἔν τινι γαλήνῃ τῇ περὶ γάμον καὶ φιλοσοφίαν θέμενος τὸν βίον. Εἰ μὲν οὖν τὸ ἀληθὲς σκοποῦμεν, ὦ Πρωτόγενες, ἓν καὶ ταὐτόν ἐστι πρὸς παῖδας καὶ γυναῖκας πάθος [f] τὸ τῶν Ἐρώτων· εἰ δὲ βούλοιο φιλονεικῶν διαιρεῖν, οὐ μέτρι' ἂν δόξειε ποιεῖν ὁ παιδικὸς οὗτος, ἀλλ' ὥσπερ ὀψὲ γεγονὼς καὶ παρ' ὥραν τῷ βίῳ νόθος καὶ σκότιος ἐξελαύνειν τὸν γνήσιον Ἔρωτα καὶ πρεσβύτερον. ἐχθὲς γάρ, ὦ ἑταῖρε, καὶ πρῴην μετὰ τὰς ἀποδύσεις καὶ ἀπογυμνώσεις τῶν νέων παραδὺς εἰς τὰ γυμνάσια καὶ προσανατριβόμενος ἡσυχῆ καὶ προσαγκαλιζόμενος, εἶτα κατὰ μικρὸν ἐν ταῖς παλαίστραις πτεροφυήσας οὐκέτι καθεκτός ἐστιν, [752] [a] ἀλλὰ λοιδορεῖ καὶ προπηλακίζει τὸν γαμήλιον ἐκεῖνον καὶ συνεργὸν ἀθανασίας τῷ θνητῷ γένει, σβεννυμένην ἡμῶν τὴν φύσιν αὖθις ἐξανάπτοντα διὰ τῶν γενέσεων. οὗτος δ' ἀρνεῖται τὴν ἡδονήν; αἰσχύνεται γὰρ καὶ φοβεῖται· δεῖ δέ τινος εὐπρεπείας ἁπτομένῳ καλῶν καὶ ὡραίων· πρόφασις οὖν φιλία καὶ ἀρετή. κονίεται δὴ καὶ ψυχρολουτεῖ καὶ τὰς ὀφρῦς αἴρει καὶ φιλοσοφεῖν φησι καὶ σωφρονεῖν ἔξω διὰ τὸν νόμον· εἶτα νύκτωρ καὶ καθ' ἡσυχίαν
'γλυκεῖ' ὀπώρα φύλακος ἐκλελοιπότος' (Trag. ad. 403).
Εἰ δ', ὥς φησι Πρωτογένης, οὐκ ἔστιν ἀφροδισίων †παιδικῶν κοινωνία, πῶς Ἔρως ἔστιν Ἀφροδίτης μὴ παρούσης, [b] ἣν εἴληχε θεραπεύειν ἐκ θεῶν καὶ περιέπειν, τιμῆς τε μετέχειν καὶ δυνάμεως ὅσον ἐκείνη δίδωσιν; εἰ δ' ἔστι τις Ἔρως χωρὶς Ἀφροδίτης, ὥσπερ μέθη χωρὶς οἴνου πρὸς σύκινον πόμα καὶ κρίθινον, ἄκαρπον αὐτοῦ καὶ ἀτελὲς τὸ ταρακτικόν ἐστι καὶ πλήσμιον καὶ ἁψίκορον.'
Λεγομένων τούτων ὁ Πεισίας ἦν δῆλος ἀγανακτῶν καὶ παροξυνόμενος ἐπὶ τὸν Δαφναῖον· μικρὸν δ' αὐτοῦ καταλιπόντος 'ὦ Ἡράκλεις' ἔφη 'τῆς εὐχερείας καὶ θρασύτητος, ἀνθρώπους ὁμολογοῦντας ὥσπερ οἱ κύνες ἐκ ‹τῶν› μορίων συνηρτῆσθαι πρὸς τὸ θῆλυ μεθιστάναι καὶ μετοικίζειν [c] τὸν θεὸν ἐκ γυμνασίων καὶ περιπάτων καὶ τῆς ἐν ἡλίῳ καθαρᾶς καὶ ἀναπεπταμένης διατριβῆς εἰς ματρυλεῖα καὶ κοπίδας καὶ φάρμακα καὶ μαγεύματα καθειργνύμενον ἀκολάστων γυναικῶν· ἐπεὶ ταῖς γε σώφροσιν οὔτ' ἐρᾶν οὔτ' ἐρᾶσθαι δήπου προσῆκόν ἐστιν.' ἐνταῦθα μέντοι καὶ ὁ πατὴρ ἔφη τοῦ Πρωτογένους ἐπιλαβέσθαι καὶ εἰπεῖν
''τόδ' ἐξοπλίζει τοὔπος Ἀργεῖον λεών' (Trag. ad. 404),
καὶ νὴ Δία Δαφναίῳ συνδίκους ἡμᾶς προστίθησιν οὐ μετριάζων ὁ Πεισίας, ἀλλὰ τοῖς γάμοις ἀνέραστον ἐπάγων καὶ ἄμοιρον ἐνθέου φιλίας κοινωνίαν, ἣν τῆς ἐρωτικῆς πειθοῦς καὶ χάριτος ἀπολιπούσης μονονοὺ ζυγοῖς καὶ [d] χαλινοῖς ὑπ' αἰσχύνης καὶ φόβου μάλα μόλις συνεχομένην ὁρῶμεν.' καὶ ὁ Πεισίας 'ἐμοὶ μέν' εἶπεν 'ὀλίγον μέλει τοῦ λόγου· Δαφναῖον δ' ὁρῶ ταὐτὸν πάσχοντα τῷ χαλκῷ· καὶ γὰρ ἐκεῖνος οὐχ οὕτως ὑπὸ τοῦ πυρὸς ὡς ὑπὸ τοῦ πεπυρωμένου χαλκοῦ καὶ ῥέοντος, ἂν ἐπιχέῃ τις, ἀνατήκεται καὶ ῥεῖ συνεξυγραινόμενος· καὶ τοῦτον οὐκ ἐνοχλεῖ τὸ Λυσάνδρας κάλλος, ἀλλὰ συνδιακεκαυμένῳ καὶ γέμοντι πυρὸς ἤδη πολὺν χρόνον [ὁ] πλησιάζων καὶ ἁπτόμενος ἀναπίμπλαται· καὶ δῆλός ἐστιν, εἰ μὴ ταχὺ φύγοι πρὸς ἡμᾶς, συντακησόμενος. ἀλλ' ὁρῶ' εἶπε 'γινόμενον ὅπερ ἂν μάλιστα σπουδάσειεν Ἀνθεμίων, προσκρούοντα [e] τοῖς δικασταῖς καὶ ἐμαυτόν, ὥστε παύομαι.' καὶ ὁ Ἀνθεμίων 'ὤνησας' εἶπεν, 'ὡς ἔδει γ' ἀπ' ἀρχῆς λέγειν τι πρὸς τὴν ὑπόθεσιν.'
'Λέγω τοίνυν' ὁ Πεισίας ἔφη, 'προκηρύξας ἐμοῦ †γ' ἕνεκα πάσαις γυναιξὶν ἂν ἐραστήν, ὅτι τῆς γυναικὸς ὁ πλοῦτός ἐστι φυλακτέος τῷ νεανίσκῳ, μὴ συμμίξαντες αὐτὸν ὄγκῳ καὶ βάρει τοσούτῳ λάθοιμεν ὥσπερ ἐν χαλκῷ κασσίτερον ἀφανίσαντες. μέγα γάρ, ἂν ἐλαφρᾷ καὶ λιτῇ γυναικὶ μειρακίου συνελθόντος εἰς ταὐτὸν ἡ κρᾶσις οἴνου δίκην ἐπικρατήσῃ· ταύτην δ' ὁρῶμεν ἄρχειν καὶ κρατεῖν δοκοῦσαν· οὐ γὰρ ἂν ἀπορρίψασα δόξας καὶ γένη τηλικαῦτα [f] καὶ πλούτους ἐμνᾶτο μειράκιον ἐκ χλαμύδος, ἔτι παιδαγωγεῖσθαι δεόμενον. ὅθεν οἱ νοῦν ἔχοντες αὐτοὶ προΐενται καὶ περικόπτουσιν ὥσπερ ὠκύπτερα τῶν γυναικῶν τὰ περιττὰ χρήματα, τρυφὰς ἐμποιοῦντα καὶ χαυνότητας ἀβεβαίους καὶ κενάς, ὑφ' ὧν ἐπαιρόμεναι πολλάκις ἀποπέτονται· [753] [a] κἂν μένωσι, χρυσαῖς ὥσπερ ἐν Αἰθιοπίᾳ πέδαις δεδέσθαι βέλτιον ἢ πλούτῳ γυναικός.'
'Ἐκεῖνο δ' οὐ λέγεις' ‹ὁ› Πρωτογένης εἶπεν 'ὅτι κινδυνεύομεν ἀναστρέφειν ἀτόπως καὶ γελοίως τὸν Ἡσίοδον, ἄν, ἐκείνου λέγοντος (OD 696)
'μήτε τριηκόντων ἐτέων μάλα πόλλ' ἀπολείπων
μήτ' ἐπιθεὶς μάλα πολλά· γάμος δέ τοι ὥριος οὗτος·
ἡ δὲ γυνὴ τέτορ' ἡβώοι, πέμπτῳ δὲ γαμοῖτο',
σχεδὸν ἡμεῖς ἔτεσι τοσούτοις γυναικὶ πρεσβυτέρᾳ καθάπερ οἱ φοίνικας ἢ σῦκα ....... καὶ ἄωρον ἄνδρα περιάψωμεν. 'Ἐρᾶται γὰρ αὐτοῦ νὴ Δία καὶ κάεται·' τίς οὖν ὁ κωλύων ἐστὶ κωμάζειν ἐπὶ θύρας, ᾄδειν τὸ παρακλαυσίθυρον, [b] ἀναδεῖν τὰ εἰκόνια, παγκρατιάζειν πρὸς τοὺς ἀντεραστάς; ταῦτα γὰρ ἐρωτικά· καὶ καθείσθω τὰς ὀφρῦς καὶ παυσάσθω τρυφῶσα, [καὶ] σχῆμα λαβοῦσα τῶν τοῦ πάθους οἰκείων. εἰ δ' αἰσχύνεται καὶ σωφρονεῖ, κοσμίως οἴκοι καθήσθω περιμένουσα τοὺς μνωμένους καὶ σπουδάζοντας. ἐρᾶν δὲ φάσκουσαν γυναῖκα φυγεῖν τις ἂν ἔχοι καὶ βδελυχθείη, μήτι γε λάβοι γάμου ποιησάμενος ἀρχὴν τὴν τοιαύτην ἀκρασίαν.'
Παυσαμένου δὲ τοῦ Πρωτογένους, 'ὁρᾷς' εἶπεν ὁ πατήρ, 'ὦ Ἀνθεμίων, ὅτι πάλιν κοινὴν ποιοῦσι τὴν ὑπόθεσιν καὶ τὸν λόγον ἀναγκαῖον ἡμῖν τοῖς οὐκ ἀρνουμένοις [c] οὐδὲ φεύγουσι τοῦ περὶ γάμον Ἔρωτος εἶναι χορευταῖς;' [καὶ] 'ναὶ μὰ Δί'' εἶπεν ὁ Ἀνθεμίων· †'ἀμύνει διὰ πλειόνων νῦν αὐτοὺς ἐρᾶν· εἰ †δὲ τῷ πλούτῳ βοηθήσων, ᾧ μάλιστα δεδίττεται Πεισίας ἡμᾶς.' 'τί δ'' εἶπεν ὁ πατήρ 'οὐκ ἂν ἔγκλημα γένοιτο γυναικός, εἰ δι' ἔρωτα καὶ πλοῦτον ἀπορρίψομεν Ἰσμηνοδώραν; 'βαρεῖα γὰρ καὶ πλουσία·' τί δ' εἰ καλὴ καὶ νέα; τί δ' εἰ γένει σοβαρὰ καὶ ἔνδοξος; αἱ δὲ σώφρονες οὐ τὸ αὐστηρὸν καὶ κατεγρυπωμένον ἐπαχθὲς .... καὶ δυσκαρτέρητον ἔχουσι, καὶ ποινὰς καλοῦσιν αὐτὰς καὶ τοῖς ἀνδράσιν ὀργιζομένας, ὅτι σωφρονοῦσιν; [d] ἆρ' οὖν κράτιστον ἐξ ἀγορᾶς γαμεῖν Ἀβρότονόν τινα Θρῇσσαν ἢ Βακχίδα Μιλησίαν ‹ἀν›έγγυον ἐπαγομένην δι' ὠνῆς καὶ καταχυσμάτων; ἀλλὰ καὶ ταύταις ἴσμεν οὐκ ὀλίγους αἴσχιστα δουλεύσαντας. αὐλητρίδες δὲ Σάμιαι καὶ ὀρχηστρίδες, Ἀριστονίκα καὶ τύμπανον ἔχουσ' Οἰνάνθη καὶ Ἀγαθόκλεια διαδήμασι βασιλέων ἐπέβησαν. ἡ δὲ Σύρα Σεμίραμις οἰκότριβος μὲν ἦν βασιλικοῦ θεράπαινα παλλακευομένη· Νίνου δὲ τοῦ μεγάλου βασιλέως ἐντυχόντος αὐτῇ καὶ στέρξαντος οὕτως ἐκράτησε καὶ κατεφρόνησεν, ὥστ' ἀξιῶσαι καὶ μίαν ἡμέραν αὐτὴν περιιδεῖν ἐν τῷ θρόνῳ καθεζομένην ἔχουσαν τὸ διάδημα καὶ [e] χρηματίζουσαν. δόντος δ' ἐκείνου καὶ κελεύσαντος πάντας ὑπηρετεῖν ὥσπερ αὐτῷ καὶ πείθεσθαι, μετρίως ἐχρῆτο τοῖς πρώτοις ἐπιτάγμασι, πειρωμένη τῶν δορυφόρων· ἐπεὶ δ' ἑώρα μηδὲν ἀντιλέγοντας μηδ' ὀκνοῦντας, ἐκέλευσε συλλαβεῖν τὸν Νίνον εἶτα δῆσαι, τέλος δ' ἀποκτεῖναι· πραχθέντων δὲ πάντων, ἐβασίλευσε τῆς Ἀσίας ἐπιφανῶς πολὺν χρόνον. ἡ δὲ Βελεστίχη, πρὸς Διός, οὐ βάρβαρον ἐξ ἀγορᾶς γύναιον, ἧς ἱερὰ καὶ ναοὺς Ἀλεξανδρεῖς ἔχουσιν, ἐπιγράψαντος δι' ἔρωτα τοῦ βασιλέως 'Ἀφροδίτης Βελεστίχης'; ἡ δὲ σύνναος μὲν ἐνταυθοῖ καὶ συνίερος τοῦ [f] Ἔρωτος, ἐν ‹δὲ› Δελφοῖς κατάχρυσος [δ'] ἑστῶσα μετὰ τῶν βασιλέων καὶ βασιλειῶν, ποίᾳ προικὶ τῶν ἐραστῶν ἐκράτησεν; ἀλλ' ὥσπερ ἐκεῖνοι δι' ἀσθένειαν ἑαυτῶν καὶ μαλακίαν ἔλαθον ‹ἑαυτοὺς› γενόμενοι λεία γυναικῶν, οὕτω πάλιν ἄδοξοι καὶ πένητες ἕτεροι πλουσίαις γυναιξὶ [754] [a] καὶ λαμπραῖς συνελθόντες οὐ διεφθάρησαν οὐδ' ὑφῆκάν τι τοῦ φρονήματος, ἀλλὰ τιμώμενοι καὶ κρατοῦντες μετ' εὐνοίας συγκατεβίωσαν. ὁ δὲ συστέλλων τὴν γυναῖκα καὶ συνάγων εἰς μικρόν, ὥσπερ δακτύλιον ἰσχνὸς ὢν μὴ περιρρυῇ δεδιώς, ὅμοιός ἐστι τοῖς ἀποκείρουσι τὰς ἵππους εἶτα πρὸς ποταμὸν ἢ λίμνην ἄγουσι· καθορῶσαν γὰρ ἑκάστην τὴν εἰκόνα τῆς ὄψεως ἀκαλλῆ καὶ ἄμορφον ἀφιέναι τὰ φρυάγματα λέγεται καὶ προσδέχεσθαι τὰς τῶν ὄνων ἐπιβάσεις. πλοῦτον δὲ γυναικὸς αἱρεῖσθαι μὲν πρὸ ἀρετῆς ἢ γένους ἀφιλότιμον καὶ ἀνελεύθερον, ἀρετῇ δὲ καὶ γένει [b] προσόντα φεύγειν ἀβέλτερον. ὁ μὲν γὰρ Ἀντίγονος ὠχυρωμένῳ τὴν Μουνιχίαν τῷ φρουροῦντι γράφων ἐκέλευε ποιεῖν μὴ μόνον τὸν κλοιὸν ἰσχυρὸν ἀλλὰ καὶ τὸν κύνα λεπτόν, ὅπως ὑφαιρῇ τὰς εὐπορίας τῶν Ἀθηναίων· ἀνδρὶ δὲ πλουσίας ἢ καλῆς οὐ προσήκει, μηδὲ τὴν γυναῖκα ποιεῖν ἄμορφον ἢ πενιχράν, ἀλλ' ἑαυτὸν ἐγκρατείᾳ καὶ φρονήσει καὶ τῷ μηθὲν ἐκπεπλῆχθαι τῶν περὶ ἐκείνην ἴσον παρέχειν καὶ ἀδούλωτον, ὥσπερ ἐπὶ ζυγοῦ ῥοπὴν τῷ ἤθει προστιθέντα καὶ βάρος, ὑφ' οὗ κρατεῖται καὶ ἄγεται ‹δι›καίως ἅμα ‹καὶ› συμφερόντως. Καὶ μὴν ἡλικία γε πρὸς γάμον καὶ ὥρα τὸ τίκτειν ἔχουσα καὶ τὸ γεννᾶν [c] εὐάρμοστός ἐστιν· ἀκμάζειν δὲ τὴν γυναῖκα πυνθάνομαι·' καὶ ἅμα τῷ Πεισίᾳ προσμειδιάσας 'οὐδενὸς γάρ' ἔφη 'τῶν ἀντεραστῶν πρεσβυτέρα, οὐδ' ἔχει πολιὰς ὥσπερ ἔνιοι τῶν Βάκχωνι προσαναχρωννυμένων. εἰ δ' οὗτοι καθ' ὥραν ὁμιλοῦσι, τί κωλύει κἀκείνην ἐπιμεληθῆναι τοῦ νεανίσκου βέλτιον ἡστινοσοῦν νέας; δύσμικτα γὰρ τὰ νέα καὶ δυσκέραστα καὶ μόλις ἐν χρόνῳ πολλῷ τὸ φρύαγμα καὶ τὴν ὕβριν ἀφίησιν, ἐν ἀρχῇ δὲ κυμαίνει καὶ ζυγομαχεῖ, καὶ μᾶλλον ἂν Ἔρως ἐγγένηται [καὶ] καθάπερ πνεῦμα κυβερνήτου μὴ παρόντος ἐτάραξε καὶ συνέχεε τὸν γάμον οὔτ' [d] ἄρχειν δυναμένων οὔτ' ἄρχεσθαι βουλομένων. εἰ δ' ἄρχει βρέφους μὲν ἡ τίτθη καὶ παιδὸς ὁ διδάσκαλος ἐφήβου δὲ γυμνασίαρχος ἐραστὴς δὲ μειρακίου γενομένου δ' ἐν ἡλικίᾳ νόμος καὶ στρατηγὸς οὐδεὶς δ' ἄναρκτος οὐδ' αὐτοτελής, τί δεινὸν εἰ γυνὴ νοῦν ἔχουσα πρεσβυτέρα κυβερνήσει νέου βίον ἀνδρός, ὠφέλιμος μὲν οὖσα τῷ φρονεῖν μᾶλλον ἡδεῖα δὲ τῷ φιλεῖν καὶ προσηνής; τὸ δ' ὅλον' ἔφη 'καὶ τὸν Ἡρακλέα Βοιωτοὺς ὄντας ἔδει σέβεσθαι καὶ μὴ δυσχεραίνειν τῷ παρ' ἡλικίαν τοῦ γάμου, γιγνώσκοντας ὅτι κἀκεῖνος τὴν ἑαυτοῦ γυναῖκα Μεγάραν Ἰολάῳ συνῴκισεν [e] ἑκκαιδεκαέτει τότ' ὄντι τρία καὶ τριάκοντ' ἔτη γεγενημένην.'
Τοιούτων λόγων ὁ πατὴρ ἔφη παρόντων αὐτοῖς ἐλθεῖν τῷ Πεισίᾳ ἑταῖρον ἐκ πόλεως ἵππῳ θέοντα, πρᾶγμα θαυμαστὸν ἀπαγγέλλοντα τετολμημένον. ἡ γὰρ Ἰσμηνοδώρα, ὡς ἔοικεν, αὐτὸν μὲν οὐκ ἀηδῶς ἔχειν οἰομένη τὸν Βάκχωνα πρὸς τὸν γάμον, αἰσχύνεσθαι δὲ τοὺς ἀποτρέποντας, ἔγνω μὴ προέσθαι τὸ μειράκιον. τῶν οὖν φίλων τοὺς μάλιστα τοῖς βίοις νεαροὺς καὶ συνερῶντας αὐτῇ καὶ τῶν γυναικῶν τὰς συνήθεις μεταπεμψαμένη καὶ συγκροτήσασα παρεφύλαττε τὴν ὥραν, ἣν ὁ Βάκχων ἔθος εἶχεν [f] ἀπιὼν ἐκ παλαίστρας παρὰ τὴν οἰκίαν αὐτῆς παρεξιέναι κοσμίως. ὡς οὖν τότε προσῄει μετὰ δυοῖν ἢ τριῶν ἑταίρων ἀληλιμμένος, αὐτὴ μὲν ἐπὶ τὰς θύρας ἀπήντησεν ἡ Ἰσμηνοδώρα καὶ τῆς χλαμύδος ἔθιγε μόνον, οἱ δὲ φίλοι καλὸν καλῶς ἐν τῇ χλαμύδι καὶ τῇ διβολίᾳ συναρπάσαντες εἰς τὴν οἰκίαν παρήνεγκαν ἀθρόοι καὶ τὰς θύρας εὐθὺς ἀπέκλεισαν· [755] [a] ἅμα δ' αἱ μὲν γυναῖκες ἔνδον αὐτοῦ τὸ χλαμύδιον ἀφαρπάσασαι περιέβαλον ἱμάτιον νυμφικόν· οἰκέται δὲ περὶ κύκλῳ δραμόντες ἀνέστεφον ἐλαίᾳ καὶ δάφνῃ τὰς θύρας οὐ μόνον τὰς τῆς Ἰσμηνοδώρας ἀλλὰ καὶ τὰς τοῦ Βάκχωνος· ἡ δ' αὐλητρὶς αὐλοῦσα διεξῆλθε τὸν στενωπόν. τῶν δὲ Θεσπιέων καὶ τῶν ξένων οἱ μὲν ἐγέλων, οἱ δ' ἠγανάκτουν καὶ τοὺς γυμνασιάρχους παρώξυνον· ἄρχουσι γὰρ ἰσχυρῶς τῶν ἐφήβων καὶ προσέχουσι τὸν νοῦν σφόδρα τοῖς ὑπ' αὐτῶν πραττομένοις. ἦν δὲ λόγος οὐθεὶς τῶν ἀγωνιζομένων, ἀλλ' ἀφέντες τὸ θέατρον ἐπὶ τῶν [b] θυρῶν τῆς Ἰσμηνοδώρας ἐν λόγοις ἦσαν καὶ φιλονεικίαις πρὸς ἀλλήλους.
Ὡς οὖν ὁ τοῦ Πεισίου φίλος ὥσπερ ἐν πολέμῳ προσελάσας τὸν ἵππον αὐτὸ τοῦτο τεταραγμένος εἶπεν, ὅτι Βάκχων' ἥρπακεν Ἰσμηνοδώρα, τὸν μὲν Ζεύξιππον ὁ πατὴρ ἔφη γελάσαι καὶ εἰπεῖν, ἅτε δὴ καὶ φιλευριπίδην ὄντα, (Eur. fr. 986)
'πλούτῳ χλιδῶσα θνητὰ δ' ὦ γύναι φρονεῖς·'
τὸν δὲ Πεισίαν ἀναπηδήσαντα βοᾶν 'ὦ θεοί, τί πέρας ἔσται τῆς ἀνατρεπούσης τὴν πόλιν ἡμῶν ἐλευθερίας; ἤδη γὰρ εἰς ἀνομίαν τὰ πράγματα διὰ τῆς αὐτονομίας βαδίζει. καίτοι γελοῖον ἴσως ἀγανακτεῖν περὶ νόμων καὶ δικαίων, [c] ἡ γὰρ φύσις παρανομεῖται γυναικοκρατουμένη. τί τοιοῦτον ἡ Λῆμνος; ἴωμεν ἡμεῖς, ἴωμεν' εἶπεν, 'ὅπως καὶ τὸ γυμνάσιον ταῖς γυναιξὶ παραδῶμεν καὶ τὸ βουλευτήριον, εἰ παντάπασιν ἡ πόλις ἐκνενεύρισται.' προάγοντος οὖν τοῦ Πεισίου, ὁ μὲν Πρωτογένης οὐκ ἀπελείπετο τὰ μὲν συναγανακτῶν τὰ δὲ πραΰνων ἐκεῖνον· ὁ δ' Ἀνθεμίων 'νεανικὸν μέν' ἔφη 'τὸ τόλμημα καὶ Λήμνιον ὡς ἀληθῶς, αὐτοὶ γάρ ἐσμεν, σφόδρ' ἐρώσης γυναικός.' καὶ ὁ Σώκλαρος ὑπομειδιῶν 'οἴει γὰρ ἁρπαγήν' ἔφη 'γεγονέναι καὶ βιασμόν, οὐκ ἀπολόγημα καὶ στρατήγημα τοῦ νεανίσκου [d] νοῦν ἔχοντος, ὅτι τὰς τῶν ἐραστῶν ἀγκάλας διαφυγὼν ἐξηυτομόληκεν εἰς χεῖρας καλῆς καὶ πλουσίας γυναικός;' 'μὴ λέγε ταῦτ',' εἶπεν 'ὦ Σώκλαρε, μηδ' ὑπονόει ἐπὶ Βάκχωνος' ὁ Ἀνθεμίων· 'καὶ γὰρ εἰ μὴ φύσει τὸν τρόπον ἁπλοῦς ἦν καὶ ἀφελής, ἐμὲ γοῦν ‹οὐκ ἂν› ἀπεκρύψατο, τῶν τ' ἄλλων μεταδιδοὺς ἁπάντων ἔν τε τούτοις ὁρῶν προθυμότατον ὄντα τῆς Ἰσμηνοδώρας βοηθόν· Ἔρωτι δὲ 'μάχεσθαι χαλεπόν' οὐ 'θυμῷ' καθ' Ἡράκλειτον (fr. 85)· 'ὅ τι γὰρ ἂν θελήσῃ, καὶ ψυχῆς ὠνεῖται' καὶ χρημάτων καὶ δόξης. ἐπεὶ τί κοσμιώτερον Ἰσμηνοδώρας ἐν τῇ πόλει; πότε δ' εἰσῆλθεν ἢ λόγος αἰσχρὸς ἢ πράξεως [e] ὑπόνοια φαύλης ἔθιγε τῆς οἰκίας; ἀλλ' ἔοικε θεία τις ὄντως εἰληφέναι τὴν ἄνθρωπον ἐπίπνοια καὶ κρείττων ἀνθρωπίνου λογισμοῦ.'
Καὶ ὁ Πεμπτίδης ἐπιγελάσας 'ἀμέλει καὶ σώματός τις' ἔφη 'νόσος ἔστιν, ἣν ἱερὰν καλοῦσιν· οὐδὲν οὖν ἄτοπον, εἰ καὶ ψυχῆς τὸ μανικώτατον πάθος καὶ μέγιστον ἱερὸν καὶ θεῖον ἔνιοι προσαγορεύουσιν. εἶθ' ὥσπερ ἐν Αἰγύπτῳ ποτὲ γείτονας ἑώρων δύο διαμφισβητοῦντας, ὄφεως προερπύσαντος εἰς τὴν ὁδόν, ἀμφοτέρων μὲν ἀγαθὸν δαίμονα καλούντων ἑκατέρου δ' ἔχειν ἀξιοῦντος ὡς ἴδιον, οὕτως ὁρῶν ὑμῶν ἄρτι τοὺς μὲν εἰς τὴν ἀνδρωνῖτιν [f] ἕλκοντας τὸν Ἔρωτα τοὺς δ' εἰς τὴν γυναικωνῖτιν, ὑπερφυὲς καὶ θεῖον ἀγαθόν, οὐκ ἐθαύμαζον, εἰ τηλικαύτην δύναμιν ἔσχε καὶ τιμὴν τὸ πάθος, οἷς ἦν προσῆκον ἐξελαύνειν αὐτὸ πανταχόθεν καὶ κολούειν, ὑπὸ τούτων αὐξανόμενον καὶ σεμνυνόμενον. ἄρτι μὲν οὖν ἡσυχίαν ἦγον· ἐν γὰρ ἰδίοις μᾶλλον ἢ κοινοῖς ἑώρων τὴν ἀμφισβήτησιν [756] [a] οὖσαν· νυνὶ δ' ἀπηλλαγμένος Πεισίου, ἡδέως ἂν ὑμῶν ἀκούσαιμι πρὸς τί βλέψαντες ἀπεφήναντο τὸν Ἔρωτα θεὸν οἱ πρῶτοι τοῦτο λέξαντες.'
Παυσαμένου δὲ τοῦ Πεμπτίδου καὶ τοῦ πατρὸς ἀρξαμένου τι περὶ τούτων λέγειν, ἕτερος ἧκεν ἐκ πόλεως, τὸν Ἀνθεμίωνα μεταπεμπομένης τῆς Ἰσμηνοδώρας· ἐπέτεινε γὰρ ἡ ταραχή, καὶ τῶν γυμνασιάρχων ἦν διαφορά, τοῦ μὲν οἰομένου δεῖν τὸν Βάκχωνα ἀπαιτεῖν τοῦ δὲ πολυπραγμονεῖν οὐκ ἐῶντος. ὁ μὲν οὖν Ἀνθεμίων ἀναστὰς ἐβάδιζεν· ὁ δὲ πατὴρ τὸν Πεμπτίδην ὀνομαστὶ προσαγορεύσας 'μεγάλου μοι δοκεῖς ἅπτεσθαι' εἶπεν 'καὶ [b] παραβόλου πράγματος, ὦ Πεμπτίδη, μᾶλλον δ' ὅλως τὰ ἀκίνητα κινεῖν τῆς περὶ θεῶν δόξης ἣν ἔχομεν, περὶ ἑκάστου λόγον ἀπαιτῶν καὶ ἀπόδειξιν. ἀρκεῖ γὰρ ἡ πάτριος καὶ παλαιὰ πίστις, ἧς οὐκ ἔστιν εἰπεῖν οὐδ' ἀνευρεῖν τεκμήριον ἐναργέστερον (Eur. Bacch. 203)
'οὐδ' εἰ δι' ἄκρας τὸ σοφὸν εὕρηται φρενός'·
ἀλλ' ἕδρα τις αὕτη καὶ βάσις ὑφεστῶσα κοινὴ πρὸς εὐσέβειαν, ἐὰν ἐφ' ἑνὸς ταράττηται καὶ σαλεύηται τὸ βέβαιον αὐτῆς καὶ νενομισμένον, ἐπισφαλὴς γίνεται πᾶσι καὶ ὕποπτος. ἀκούεις δὲ δήπου τὸν Εὐριπίδην ὡς ἐθορυβήθη ποιησάμενος ἀρχὴν τῆς Μελανίππης ἐκείνην (fr. 480)
'Ζεύς, ‹ὅστις ὁ Ζεύς,› οὐ γὰρ οἶδα πλὴν λόγῳ,'
[c] μεταλαβὼν δὲ χορὸν ἄλλον (ἐθάρρει ‹γὰρ› ὡς ἔοικε τῷ δράματι γεγραμμένῳ πανηγυρικῶς καὶ περιττῶς) ἤλλαξε τὸν στίχον ὡς νῦν γέγραπται (fr. 481)
'Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο.'
τί οὖν διαφέρει τὴν περὶ τοῦ Διὸς δόξαν ἢ τῆς Ἀθηνᾶς ἢ τοῦ Ἔρωτος εἰς ἀμφίβολον τῷ λόγῳ θέσθαι [ἢ] καὶ ἄδηλον; οὐ γὰρ νῦν αἰτεῖ πρῶτον βωμὸν ὁ Ἔρως καὶ θυσίαν οὐδ' ἔπηλυς ἔκ τινος βαρβαρικῆς δεισιδαιμονίας, ὥσπερ Ἄτται τινὲς καὶ Ἀδωναῖοι λεγόμενοι, δι' ἀνδρογύνων καὶ γυναικῶν παραδύεται [καὶ] κρύφα τιμὰς οὐ προσηκούσας καρπούμενος, ὥστε παρεισγραφῆς δίκην φεύγειν καὶ νοθείας [d] τῆς ἐν θεοῖς. Ἀλλ' ὅταν Ἐμπεδοκλέους (fr. 17, 20) ἀκούσῃς λέγοντος, ὦ ἑταῖρε,
'καὶ Φιλότης ἐν τοῖσιν ἴση μῆκός τε πλάτος τε,
τὴν σὺ νόῳ δέρκου, μηδ' ὄμμασιν ἧσο τεθηπώς',
ταῦτ' οἴεσθαι χρὴ λέγεσθαι ‹καὶ› περὶ Ἔρωτος· οὐ γάρ ἐστιν ὁρατός, ἀλλὰ δοξαστὸς ἡμῖν ὁ θεὸς οὗτος ἐν τοῖς πάνυ παλαιοῖς· ὧν ἂν περὶ ἑκάστου τεκμήριον ἀπαιτῇς, παντὸς ἁπτόμενος ἱεροῦ καὶ παντὶ βωμῷ σοφιστικὴν ἐπάγων πεῖραν, οὐδέν' ἀσυκοφάντητον οὐδ' ἀβασάνιστον ἀπολείψεις· πόρρω γὰρ οὐκ ἄπειμι (Eur. fr. 898, 1),
'τὴν δ' Ἀφροδίτην οὐχ ὁρᾷς ὅση θεός;'
'ἥδ' ἐστὶν ἡ σπείρουσα καὶ διδοῦσ' ἔρον,
οὗ πάντες ἐσμὲν οἱ κατὰ χθόν' ἔκγονοι' (Eur. Hipp. 449).
[e]'ζείδωρον' γὰρ αὐτὴν Ἐμπεδοκλῆς (fr. 151) 'εὔκαρπον' δὲ Σοφοκλῆς (fr. 763) ἐμμελῶς πάνυ καὶ πρεπόντως ὠνόμασαν. ἀλλ' ὅμως τὸ μέγα τοῦτο καὶ θαυμαστὸν Ἀφροδίτης μὲν ἔργον Ἔρωτος δὲ πάρεργόν ἐστιν Ἀφροδίτῃ συμπαρόντος· μὴ συμπαρόντος δὲ κομιδῇ τὸ γινόμενον ἄζηλον ἀπολείπεται καὶ 'ἄτιμον καὶ ἄφιλον'. ἀνέραστος γὰρ ὁμιλία καθάπερ πεῖνα καὶ δίψα πλησμονὴν ἔχουσα πέρας εἰς οὐθὲν ἐξικνεῖται καλόν· ἀλλ' ἡ θεὸς Ἔρωτι τὸν κόρον ἀφαιροῦσα τῆς ἡδονῆς φιλότητα ποιεῖ καὶ σύγκρασιν. διὸ Παρμενίδης (fr. 13) μὲν ἀποφαίνει τὸν Ἔρωτα τῶν Ἀφροδίτης ἔργων πρεσβύτατον ἐν τῇ κοσμογονίᾳ γράφων
[f] 'πρώτιστον μὲν Ἔρωτα θεῶν μητίσατο πάντων'·
Ἡσίοδος (Th. 120) δὲ φυσικώτερον ἐμοὶ δοκεῖ ποιεῖν Ἔρωτα πάντων προγενέστατον, ἵνα πάντα δι' ἐκεῖνον μετάσχῃ γενέσεως. ἂν οὖν τὸν Ἔρωτα τῶν νενομισμένων τιμῶν ἐκβάλλωμεν, οὐδ' αἱ τῆς Ἀφροδίτης κατὰ χώραν [757] [a] μενοῦσιν. Οὐδὲ γὰρ τοῦτ' ἔστιν εἰπεῖν, ὅτι τῷ μὲν Ἔρωτι λοιδοροῦνταί τινες [ἀλλὰ] ἀπέχονται ‹δ'› ἐκείνης, ἀλλ' ἀπὸ μιᾶς σκηνῆς ἀκούομεν (Eur. fr. 322, 1)
'Ἔρως γὰρ ἀργὸν κἀπὶ τοιούτοις ἔφυ'
καὶ πάλιν (Soph. fr. 855, 1)
'ὦ παῖδες, ‹ἥ τοι Κύπρις› οὐ Κύπρις μόνον,
ἀλλ' ἔστι πολλῶν ὀνομάτων ἐπώνυμος.
ἔστιν μὲν Ἅιδης, ἔστι δ' ἄφθιτος βίος,
ἔστιν δὲ λύσσα μανιάς·'
ὥσπερ οὐδὲ τῶν ἄλλων θεῶν σχεδὸν ἀλοιδόρητος οὐδεὶς ἐκπέφευγε τὴν εὐλοιδόρητον ἀμαθίαν. σκόπει δὲ τὸν Ἄρην καθάπερ ἐν πίνακι χαλκῷ τὴν ἀντικειμένην ἐκ διαμέτρου τῷ Ἔρωτι χώραν ἔχοντα πηλίκας εἴληχε τιμὰς ὑπ' ἀνθρώπων καὶ πάλιν ὅσα κακῶς ἀκούει, (Soph. fr. 754)
[b] 'τυφλὸς γάρ, ὦ γυναῖκες, οὐδ' ὁρῶν Ἄρης
συὸς προσώπῳ πάντα τυρβάζει κακά'
καὶ 'μιαιφόνον' Ὅμηρος (Ε 31. 831 al.) αὐτὸν καλεῖ καὶ 'ἀλλοπρόσαλλον.' Ὁ δὲ Χρύσιππος (St. V. Fr. II 1094) ἐξηγούμενος τοὔνομα τοῦ θεοῦ κατηγορίαν ποιεῖ καὶ διαβολήν· Ἀναίρην γὰρ εἶναι τὸν Ἄρην φησίν, ἀρχὰς διδοὺς τοῖς τὸ μαχητικὸν ἐν ἡμῖν καὶ διάφορον καὶ θυμοειδὲς Ἄρην κεκλῆσθαι νομίζουσιν. ἕτεροι δ' αὖ φήσουσι τὴν Ἀφροδίτην ἐπιθυμίαν εἶναι καὶ τὸν Ἑρμῆν λόγον καὶ τέχνας τὰς Μούσας καὶ φρόνησιν τὴν Ἀθηνᾶν. ὁρᾷς δήπου τὸν ὑπολαμβάνοντα βυθὸν ἡμᾶς ἀθεότητος, ἂν εἰς [c] πάθη καὶ δυνάμεις καὶ ἀρετὰς διαγράφωμεν ἕκαστον τῶν θεῶν.'
'Ὁρῶ' εἶπεν ὁ Πεμπτίδης, 'ἀλλ' οὔτε πάθη τοὺς θεοὺς ποιεῖν ὅσιον οὔτ' αὖ πάλιν τὰ πάθη θεοὺς νομίζειν.' καὶ ὁ πατήρ 'τί οὖν' ἔφη 'τὸν Ἄρην, θεὸν εἶναι νομίζεις ἢ πάθος ἡμέτερον;' ἀποκριναμένου δὲ τοῦ Πεμπτίδου θεὸν ἡγεῖσθαι τὸν Ἄρην κοσμοῦντα τὸ θυμοειδὲς ἡμῶν καὶ ἀνδρῶδες, ἀνακραγὼν ὁ πατήρ 'εἶτ'' ἔφη 'τὸ μὲν μαχητικόν, ὦ Πεμπτίδη, καὶ πολεμικὸν καὶ ἀντίπαλον θεὸν ἔχει, τὸ δὲ φιλητικὸν καὶ κοινωνικὸν καὶ συνελευστικὸν ἄθεόν ἐστι; καὶ κτείνοντας μὲν ἄρα καὶ κτεινομένους ἀνθρώπους ὅπλα τε καὶ βέλη καὶ τειχομαχίας καὶ λεηλασίας [d] ἔστι τις ἐφορῶν καὶ βραβεύων θεὸς Ἐνυάλιος καὶ Στράτιος· †πάθους δὲ γάμου καὶ φιλότητος εἰς ὁμοφροσύνην καὶ κοινωνίαν τελευτώσης οὐδεὶς θεῶν μάρτυς οὐδ' ἐπίσκοπος οὐδ' ἡγεμὼν ἢ συνεργὸς ἡμῖν γέγονεν; ἀλλὰ δορκάδας μὲν θηρεύουσι καὶ λαγωοὺς καὶ ἐλάφους Ἀγροτέρα τις συνεπιθωΰσσει καὶ συνεξορμᾷ θεός, εὔχονται δ' Ἀρισταίῳ δολοῦντες ὀρύγμασι καὶ βρόχοις λύκους καὶ ἄρκτους,
'ὃς πρῶτος θήρεσσιν ἔπηξε ποδάγρας·'
ὁ δ' Ἡρακλῆς ἕτερον θεὸν παρακαλεῖ μέλλων ἐπὶ τὸν ὄρνιν αἴρεσθαι τὸ τόξον, ὡς Αἰσχύλος (fr. 200) φησίν,
'Ἀγρεὺς δ' Ἀπόλλων ὀρθὸν ἰθύνοι βέλος·'
[e] ἀνδρὶ δὲ τὸ κάλλιστον ἐπιχειροῦντι θήραμα φιλίαν ἑλεῖν οὔτε θεὸς οὔτε δαίμων ἀπευθύνει καὶ συνεφάπτεται τῆς ὁρμῆς; ἐγὼ μὲν γὰρ οὐδὲ δρυὸς οὐδὲ μορίας οὐδ' ἣν Ὅμηρος (ε 69) 'ἡμερίδα' σεμνύνων προσεῖπεν ἀκαλλέστερον ἔρνος οὐδὲ φαυλότερον ἡγοῦμαι φυτὸν ἄνθρωπον, ὦ φίλε Δαφναῖε, βλαστήσεως ὁρμὴν ἔχοντα διαφαίνουσαν ὥραν καὶ κάλλος ἅμα σώματος καὶ ψυχῆς.' καὶ ὁ Δαφναῖος 'τίς δ' ἄλλως' εἶπεν, 'ὦ πρὸς τῶν θεῶν;' 'οὗτοι νὴ Δί'' ἔφη 'πάντες' ὁ πατήρ 'οἱ νομίζοντες ἀρότου καὶ σπόρου καὶ φυτείας ἐπιμέλειαν θεοῖς προσήκειν (ἢ γὰρ οὐ νύμφαι τινὲς αὐτοῖς δρυάδες εἰσίν
'ἰσοδένδρου τέκμαρ αἰῶνος λαχοῦσαι·'
[f] 'δενδρέων δὲ νομὸν Διόνυσος πολυγαθὴς αὐξάνει,
φέγγος ἁγνὸν ὀπώρας' (fr. 165. 153)
κατὰ Πίνδαρον;), μειρακίων δ' ἄρα καὶ παίδων ἐν ὥρᾳ καὶ ἄνθει πλαττομένων καὶ ῥυθμιζομένων τροφαὶ καὶ αὐξήσεις οὐδενὶ θεῶν ἢ δαιμόνων προσήκουσιν, οὐδ' ἔστιν ᾧ μέλει φυόμενον ἄνθρωπον εἰς ἀρετὴν ὀρθὸν [758] [a] ἐλθεῖν καὶ μὴ παρατραπῆναι μηδὲ κλασθῆναι τὸ γενναῖον ἐρημίᾳ κηδεμόνος ἢ κακίᾳ τῶν προστυγχανόντων.
Ἢ καὶ τὸ λέγειν ταῦτα δεινόν ἐστι καὶ ἀχάριστον, ἀπολαύοντάς γε τοῦ θείου τοῦ φιλανθρώπου πανταχόσε νενεμημένου καὶ μηδαμοῦ προλείποντος ἐν χρείαις, ὧν ἀναγκαιότερον ἔνιαι τὸ τέλος ἢ κάλλιον ἔχουσιν; ὥσπερ εὐθὺς ἡ περὶ τὴν γένεσιν ἡμῶν, οὐκ εὐπρεπὴς οὖσα δι' αἵματος καὶ ὠδίνων, ὅμως ἔχει θεῖον ἐπίσκοπον Εἰλείθυιαν καὶ Λοχείαν· ἦν δέ που μὴ γίνεσθαι κρεῖττον ἢ γίνεσθαι κακόν, ἁμαρτάνοντα κηδεμόνος ἀγαθοῦ καὶ φύλακος. οὐ μὴν οὐδὲ νοσοῦντος ἀνθρώπου θεὸς ἀποστατεῖ [b] τὴν περὶ τοῦτο χρείαν καὶ δύναμιν εἰληχώς, ἀλλ' οὐδ' ἀποθανόντος· ἔστι δέ τις ἐκεῖ κομιστὴρ ἐνθένδε καὶ ἀρωγὸς ἐν τέλει γενομένων κατευναστὴς καὶ ψυχοπομπὸς ὥσπερ οὗτος·
'οὐ γάρ με Νὺξ ἔτικτε δεσπότην λύρας,
οὐ μάντιν οὐδ' ἰατρόν, ἀλλὰ †θνητὸν ἅμα
ψυχαῖς' (Trag. ad. 405).
καὶ τὰ τοιαῦτα πολλὰς ἔχει δυσχερείας· ἐκείνου δ' οὐκ ἔστιν εἰπεῖν ἔργον ἱερώτερον οὐδ' ἅμιλλαν ἑτέραν οὐδ' ἀγῶνα θεῷ πρέπειν μᾶλλον ἐφορᾶν καὶ βραβεύειν ἢ τὴν περὶ τοὺς καλοὺς καὶ ὡραίους ἐπιμέλειαν τῶν ἐρώντων καὶ δίωξιν· οὐδὲν γάρ ἐστιν αἰσχρὸν οὐδ' ἀναγκαῖον, ἀλλὰ πειθὼ καὶ χάρις ἐνδιδοῦσα 'πόνον ἡδὺν' ὡς ἀληθῶς 'κάματόν ‹τ' εὐκάματον'› (Eur.
[c] Bacch. 66) ὑφηγεῖται πρὸς ἀρετὴν καὶ φιλίαν, οὔτ' 'ἄνευ θεοῦ' (Hom. β 372. ο 531) τὸ προσῆκον τέλος λαμβάνουσαν, οὔτ' ἄλλον ἔχουσαν ἡγεμόνα καὶ δεσπότην θεὸν ἀλλὰ τὸν Μουσῶν καὶ Χαρίτων καὶ Ἀφροδίτης ἑταῖρον Ἔρωτα.
'γλυκὺ γὰρ θέρος ἀνδρὸς ὑποσπείρων πραπίδων πόθῳ'
κατὰ τὸν Μελανιππίδην (fr. 7 II p. 154 D.), τὰ ἥδιστα μίγνυσι τοῖς καλλίστοις· ἢ πῶς' ἔφη 'λέγομεν, ὦ Ζεύξιππε;' κἀκεῖνος 'οὕτως' ἔφη 'νὴ Δία παντὸς μᾶλλον· ἄτοπον γὰρ ἀμέλει τοὐναντίον.' 'Ἐκεῖνο δ'' ὁ πατήρ 'οὐκ ἄτοπον' εἶπεν, 'εἰ τέσσαρα γένη τῆς φιλίας ἐχούσης, ὥσπερ οἱ παλαιοὶ διώρισαν, τὸ φυσικὸν πρῶτον εἶτα τὸ [d] ξενικὸν ἐπὶ τούτῳ καὶ τρίτον τὸ ἑταιρικὸν καὶ τελευταῖον τὸ ἐρωτικόν, ἔχει τούτων ἕκαστον ἐπιστάτην θεὸν ἢ φίλιον ἢ ξένιον ἢ ὁμόγνιον καὶ πατρῷον· μόνον δὲ τὸ ἐρωτικὸν ὥσπερ δυσιεροῦν ἄθεον καὶ ἀδέσποτον ἀφεῖται, καὶ ταῦτα πλείστης ἐπιμελείας καὶ κυβερνήσεως δεόμενον;' 'ἔχει καὶ ταῦθ'' ὁ Ζεύξιππος εἶπεν 'οὐ μικρὰν ἀλογίαν.' 'Ἀλλὰ μήν' ὁ πατὴρ ἔφη 'τά γε τοῦ Πλάτωνος (Phaedr. 244 ss. 265a al.) ἐπιλάβοιτ' ἂν τοῦ λόγου καὶ παρεξιόντος. μανία γὰρ ἡ μὲν ἀπὸ σώματος ἐπὶ ψυχὴν ἀνεσταλμένη δυσκρασίαις τισὶν ἢ συμμίξεσιν [ἢ] πνεύματος βλαβεροῦ περιφερομένου τραχεῖα καὶ χαλεπὴ [e] καὶ νοσώδης· ἑτέρα δ' ἐστὶν οὐκ ἀθείαστος οὐδ' οἰκογενής, ἀλλ' ἔπηλυς ἐπίπνοια καὶ παρατροπὴ τοῦ λογιζομένου καὶ φρονοῦντος ἀρχὴν κρείττονος δυνάμεως ἀρχὴν ἔχουσα καὶ κίνησιν, ἧς τὸ μὲν κοινὸν ἐνθουσιαστικὸν καλεῖται πάθος· ὡς γὰρ ἔμπνουν τὸ πνεύματος πληρωθὲν ἔμφρον δὲ τὸ φρονήσεως, οὕτως ὁ τοιοῦτος σάλος ψυχῆς ἐνθουσιασμὸς ὠνόμασται μετοχῇ καὶ κοινωνίᾳ θειοτέρας δυνάμεως· ἐνθουσιασμοῦ δὲ τὸ μαντικὸν ἐξ Ἀπόλλωνος ἐπιπνοίας καὶ κατοχῆς, τὸ δὲ βακχεῖον ἐκ Διονύσου,
'κἀπὶ Κυρβάντεσι χορεύσατε'
φησὶ Σοφοκλῆς (fr. 778)· τὰ γὰρ μητρῷα καὶ πανικὰ [f] κοινωνεῖ τοῖς βακχικοῖς ὀργιασμοῖς. 'τρίτη δ' ἀπὸ Μουσῶν λαβοῦσ' ἁπαλὴν καὶ ἄβατον ψυχὴν' (Plat. Phaedr. 245a) τὸ ποιητικὸν καὶ μουσικὸν ἐξώρμησε καὶ ἀνερρίπισεν. ἡ δ' ἀρειμάνιος αὕτη λεγομένη καὶ πολεμικὴ παντὶ δῆλον ὅτῳ θεῶν ἀνίεται καὶ βακχεύεται
'ἄχορον ἀκίθαριν δακ‹ρυο›γόνον Ἄρ‹η
βο›άν τ' ἔνδημον ἐξοπλίζουσα' (Aesch. Suppl. 681).
[759] [a] λείπεται δὲ τῆς ἐξαλλαγῆς ἐν ἀνθρώπῳ καὶ παρατροπῆς οὐκ ἀμαυρὸν οὐδ' ἡσυχαῖον, ὦ Δαφναῖε, μόριον, ὑπὲρ οὗ βούλομαι τουτονὶ Πεμπτίδην ἐρέσθαι ...
'τί‹ς καλλί›καρπον θύρσον ἀνασείει θεῶν;' (Trag. ad. 406)
τὸν φιλητικὸν τοῦτον περὶ παῖδας ἀγαθοὺς καὶ σώφρονας γυναῖκας ἐνθουσιασμὸν πολὺ δριμύτατον ὄντα καὶ θερμότατον; ἢ γὰρ οὐχ ὁρᾷς, ὡς ὁ μὲν στρατιώτης τὰ ὅπλα θεὶς πέπαυται τῆς πολεμικῆς μανίας,
'τοῦ μὲν ἔπειτα
γηθόσυνοι θεράποντες ἀπ' ὤμων τεύχε' ἕλοντο' (Η 121),
καὶ κάθηται τῶν ἄθλων ἀπόλεμος θεατής, ταυτὶ δὲ τὰ βακχικὰ καὶ κορυβαντικὰ σκιρτήματα τὸν ῥυθμὸν [b] μεταβάλλοντες ἐκ τροχαίου καὶ τὸ μέλος ἐκ Φρυγίου πραΰνουσι καὶ καταπαύουσιν, ὡς δ' αὔτως ἡ Πυθία τοῦ τρίποδος ἐκβᾶσα καὶ τοῦ πνεύματος ἐν γαλήνῃ καὶ ἡσυχίᾳ διατελεῖ; τὴν δ' ἐρωτικὴν μανίαν τοῦ ἀνθρώπου καθαψαμένην ἀληθῶς καὶ διακαύσασαν οὐ μοῦσά τις οὐκ 'ἐπῳδὴ θελκτήριος' οὐ τόπου μεταβολὴ καθίστησιν· ἀλλὰ καὶ παρόντες ἐρῶσι καὶ ἀπόντες ποθοῦσι καὶ μεθ' ἡμέραν διώκουσι καὶ νύκτωρ θυραυλοῦσι καὶ νήφοντες καλοῦσι τοὺς καλοὺς καὶ πίνοντες ᾄδουσι. καὶ οὐχ ὥς τις εἶπεν αἱ ποιητικαὶ φαντασίαι διὰ [c] τὴν ἐνάργειαν ἐγρηγορότων ἐνύπνι' εἰσίν, ἀλλὰ μᾶλλον αἱ τῶν ἐρώντων, διαλεγομένων ὡς πρὸς παρόντας, ἀσπαζομένων, ἐγκαλούντων. ἡ γὰρ ὄψις ἔοικε τὰς μὲν ἄλλας φαντασίας ἐφ' ὑγροῖς ζωγραφεῖν, ταχὺ μαραινομένας καὶ ἀπολειπούσας τὴν διάνοιαν· αἱ δὲ τῶν ἐρωμένων εἰκόνες ὑπ' αὐτῆς οἷον ἐν ἐγκαύμασι γραφόμεναι διὰ πυρὸς εἴδωλα ταῖς μνήμαις ἐναπολείπουσι κινούμενα καὶ ζῶντα καὶ φθεγγόμενα καὶ παραμένοντα τὸν ἄλλον χρόνον. ὁ μὲν γὰρ Ῥωμαῖος Κάτων ἔλεγε τὴν ψυχὴν τοῦ ἐρῶντος ἐνδιαιτᾶσθαι τῇ τοῦ ἐρωμένου· καὶ τὸ εἶδος καὶ τὸ ἦθος καὶ ὁ βίος καὶ αἱ πράξεις, ὑφ' ὧν ἀγόμενος [d] ταχὺ συναιρεῖ πολλὴν ὁδόν, ὥσπερ οἱ Κυνικοὶ λέγουσι 'σύντονον ὁμοῦ καὶ σύντομον εὑρηκέναι πορείαν ἐπ' ἀρετήν·' καὶ γὰρ ἐπὶ τὴν φιλίαν ... καθάπερ ἐπὶ κύματος τοῦ πάθους ἅμα θεῷ φερομένη. λέγω δὴ κεφάλαιον, ὡς οὔτ' ἀθείαστον ὁ τῶν ἐρώντων ἐνθουσιασμός ἐστιν οὔτ' ἄλλον ἔχει θεὸν ἐπιστάτην καὶ ἡνίοχον ἢ τοῦτον, ᾧ νῦν ἑορτάζομεν καὶ θύομεν.'
'Ὅμως δ' ἐπεὶ δυνάμει καὶ ὠφελείᾳ μάλιστα θεοῦ ...
καθότι καὶ τῶν ἀνθρωπίνων ἀγαθῶν δύο ταῦτα, βασιλείαν καὶ ἀρετήν, θειότατα καὶ νομίζομεν καὶ ὀνομάζομεν, ὥρα [e] σκοπεῖν πρότερον, εἴ τινι θεῶν ὁ Ἔρως ὑφίεται δυνάμεως. καίτοι
'μέγα μὲν σθένος ἁ Κύπρις ἐκφέρεται νίκας'
ὥς φησι καὶ Σοφοκλῆς (Trach. 497), μεγάλη δ' ἡ τοῦ Ἄρεος ἰσχύς· καὶ τρόπον τινὰ τῶν ἄλλων θεῶν νενεμημένην δίχα τὴν δύναμιν ἐν τούτοις ὁρῶμεν· ἡ μὲν γὰρ οἰκειωτικὴ πρὸς τὸ καλὸν ἡ δ' ἀντιτακτικὴ πρὸς τὸ αἰσχρὸν ἀρχῆθεν ἐγγέγονε ταῖς ψυχαῖς, ὥς που καὶ Πλάτων ... τὰ εἴδη. σκοπῶμεν οὖν εὐθύς, ὅτι τῆς Ἀφροδίτης τὸ ἔργον †ἔρωτος ὤνιόν ἐστι δραχμῆς, καὶ οὔτε πόνον οὐδεὶς οὔτε κίνδυνον ἀφροδισίων ἕνεκα μὴ ἐρῶν ὑπέμεινε. καὶ ὅπως ἐνταῦθα μὴ Φρύνην ὀνομάζωμεν, ὦ ἑταῖρε, Λαΐς τις ἢ Γναθαίνιον
[f] 'ἐφέσπερον δαίουσα λαμπτῆρος σέλας' (Trag. ad. 407)
ἐκδεχομένη καὶ καλοῦσα παροδεύεται πολλάκις· 'ἐλθὼν δ' ἐξαπίνης ἄνεμος' (Ρ 57) σὺν ἔρωτι πολλῷ καὶ πόθῳ ταὐτὸ τοῦτο τῶν Ταντάλου λεγομένων ταλάντων καὶ τῆς Γύγου ἀρχῆς ἀντάξιον ἐποίησεν. οὕτως ἀσθενὴς καὶ ἁψίκορός ἐστιν ἡ τῆς Ἀφροδίτης χάρις Ἔρωτος μὴ ἐπιπνεύσαντος. Ἔτι δὲ μᾶλλον κἀκεῖθεν ἂν συνίδοις· πολλοὶ γὰρ ἀφροδισίων ἑτέροις ἐκοινώνησαν, οὐ μόνον ἑταίρας ἀλλὰ καὶ γαμετὰς προαγωγεύοντες· ὥσπερ καὶ ὁ Ῥωμαῖος ἐκεῖνος, [760] [a] ὦ ἑταῖρε, Γάββας εἱστία Μαικήναν ὡς ἔοικεν, εἶθ' ὁρῶν διαπληκτιζόμενον ἀπὸ νευμάτων πρὸς τὸ γύναιον, ἀπέκλινεν ἡσυχῆ τὴν κεφαλὴν ὡς δὴ καθεύδων· ἐν τούτῳ δὴ τῶν οἰκετῶν τινος προσρυέντος ἔξωθεν τῇ τραπέζῃ καὶ τὸν οἶνον ὑφαιρουμένου, διαβλέψας 'κακόδαιμον' εἶπεν, 'οὐκ οἶσθ' ὅτι μόνῳ Μαικήνᾳ καθεύδω;' τοῦτο μὲν οὖν ἴσως ‹οὐ› δεινόν ἐστιν· ἦν γὰρ ὁ Γάββας γελωτοποιός. ἐν δ' Ἄργει Νικόστρατος ἀντεπολιτεύσατο πρὸς Φάυλλον· ἐπιδημήσαντος οὖν Φιλίππου τοῦ βασιλέως, ἐπίδοξος ἦν διὰ τῆς γυναικὸς ὁ Φάυλλος ἐκπρεποῦς οὔσης, εἰ συγγένοιτο τῷ Φιλίππῳ, διαπράξασθαί τινα [b] δυναστείαν αὑτῷ καὶ ἀρχήν. αἰσθομένων δὲ τῶν περὶ Νικόστρατον τοῦτο καὶ παρὰ τὰς θύρας τῆς οἰκίας περιπατούντων, ὁ Φάυλλος ὑποδήσας τὴν γυναῖκα κρηπῖσι καὶ χλαμύδα περιθεὶς καὶ καυσίαν Μακεδονικήν, ὡς ἕνα τῶν βασιλικῶν νεανίσκων παρεισέπεμψε λαθοῦσαν. ἆρ' οὖν, ἐραστῶν τοσούτων γεγονότων καὶ ὄντων, οἶσθ' ἐπὶ ταῖς τοῦ Διὸς τιμαῖς προαγωγὸν ἐρωμένου γενόμενον; ἐγὼ μὲν οὐκ οἶμαι· πόθεν γάρ, ὅπου καὶ τοῖς τυράννοις ἀντιλέγων μὲν οὐδεὶς οὔτ' ἀντιπολιτευόμενός ἐστιν, ἀντερῶντες δὲ πολλοὶ καὶ φιλοτιμούμενοι περὶ τῶν καλῶν καὶ ὡραίων; ἀκούετε γὰρ ὅτι καὶ Ἀριστογείτων [c] ὁ Ἀθηναῖος καὶ Ἀντιλέων ὁ Μεταποντῖνος καὶ Μελάνιππος ὁ Ἀκραγαντῖνος οὐ διεφέροντο τοῖς τυράννοις, πάντα τὰ πράγματα λυμαινομένους καὶ παροινοῦντας ὁρῶντες· ἐπεὶ δὲ τοὺς ἐρωμένους αὐτῶν ἐπείρων, ὥσπερ ἱεροῖς ἀσύλοις καὶ ἀθίκτοις ἀμύνοντες ἠφείδησαν ἑαυτῶν. λέγεται καὶ Ἀλέξανδρος ἐπιστεῖλαι Θεοδώρῳ Πρωτέου ἀδελφῷ 'πέμψον μοι τὴν μουσουργὸν δέκα τάλαντα λαβών, εἰ μὴ ἐρᾷς αὐτῆς·' ἑτέρου δὲ τῶν ἑταίρων Ἀντιπατρίδου μετὰ ψαλτρίας ἐπικωμάσαντος, ἡδέως διατεθεὶς πρὸς τὴν ἄνθρωπον ἐρέσθαι τὸν Ἀντιπατρίδην 'οὐ δήπου [d] σὺ τυγχάνεις ἐρῶν ταύτης;' τοῦ δέ 'καὶ πάνυ' φήσαντος, εἰπών 'ἀπόλοιο τοίνυν κακὸς κακῶς' ἀποσχέσθαι καὶ μὴ θιγεῖν τῆς γυναικός. Σκόπει τοίνυν αὖθις' ἔφη 'τοῖς ἀρηίοις ἔργοις ὅσον Ἔρως περίεστιν, οὐκ ἀργὸς ὤν, ὡς Εὐριπίδης (fr. 322, 1) ἔλεγεν, οὐδ' ἀστράτευτος οὐδ' 'ἐν μαλακαῖσιν ‹ἐννυχεύ›ων παρειαῖς νεανίδων' (Soph. Ant. 783). ἀνὴρ γὰρ ὑποπλησθεὶς Ἔρωτος οὐδὲν Ἄρεος δεῖται μαχόμενος πολεμίοις, ἀλλὰ τὸν αὑτοῦ θεὸν ἔχων συνόντα
'πῦρ καὶ θάλασσαν καὶ πνοὰς τὰς αἰθέρος
περᾶν ἕτοιμος' (Trag. ad. 408)
ὑπὲρ τοῦ φίλου οὗπερ ἂν κελεύῃ. τῶν μὲν γὰρ τοῦ Σοφοκλέους Νιοβιδῶν βαλλομένων καὶ θνησκόντων ἀνακαλεῖταί [e] τις οὐθένα βοηθὸν ἄλλον οὐδὲ σύμμαχον ἢ τὸν ἐραστήν,
'ὦ ... ἀμφ' ἐμοῦ στεῖλαι' (Soph. fr. 410).
Κλεόμαχον δὲ τὸν Φαρσάλιον ἴστε δήπουθεν ἐξ ἧς αἰτίας ἐτελεύτησεν ἀγωνιζόμενος.' 'οὐχ ἡμεῖς γοῦν' οἱ περὶ Πεμπτίδην ἔφασαν, 'ἀλλ' ἡδέως ἂν πυθοίμεθα.' 'καὶ γὰρ ἄξιον' ἔφη ὁ πατήρ· 'ἧκεν ἐπίκουρος Χαλκιδεῦσι τοῦ †Θεσσαλικοῦ πολέμου πρὸς Ἐρετριεῖς ἀκμάζοντος· καὶ τὸ μὲν πεζὸν ἐδόκει τοῖς Χαλκιδεῦσιν ἐρρῶσθαι, τοὺς δ' ἱππέας μέγ' ἔργον ἦν ὤσασθαι τῶν πολεμίων παρεκάλουν δὴ τὸν Κλεόμαχον ἄνδρα λαμπρὸν ὄντα τὴν ψυχὴν οἱ σύμμαχοι πρῶτον ἐμβάλλειν εἰς τοὺς ἱππέας.
[f] ὁ δ' ἠρώτησε παρόντα τὸν ἐρώμενον, εἰ μέλλοι θεᾶσθαι τὸν ἀγῶνα· φήσαντος δὲ τοῦ νεανίσκου καὶ φιλοφρόνως αὐτὸν ἀσπασαμένου καὶ τὸ κράνος ἐπιθέντος, ἐπιγαυρωθεὶς ὁ Κλεόμαχος καὶ τοὺς ἀρίστους τῶν Θεσσαλῶν συναγαγὼν περὶ αὑτὸν ἐξήλασε λαμπρῶς καὶ προσέπεσε τοῖς πολεμίοις, ὥστε συνταράξαι καὶ τρέψασθαι τὸ ἱππικόν· ἐκ δὲ τούτου καὶ τῶν ὁπλιτῶν φυγόντων, [761] [a] ἐνίκησαν κατὰ κράτος οἱ Χαλκιδεῖς. τὸν μέντοι Κλεόμαχον ἀποθανεῖν συνέτυχε· τάφον δ' αὐτοῦ δεικνύουσιν ἐν ἀγορᾷ Χαλκιδεῖς, ἐφ' οὗ μέχρι νῦν ὁ μέγας ἐφέστηκε κίων· καὶ τὸ παιδεραστεῖν πρότερον ἐν ψόγῳ τιθέμενοι τότε μᾶλλον ἑτέρων ἠγάπησαν καὶ ἐτίμησαν. Ἀριστοτέλης (FHG II 141) δὲ τὸν μὲν Κλεόμαχον ἄλλως ἀποθανεῖν φησι, κρατήσαντα τῶν Ἐρετριέων τῇ μάχῃ· τὸν δ' ὑπὸ τοῦ ἐρωμένου φιληθέντα τῶν ἀπὸ Θρᾴκης Χαλκιδέων γενέσθαι, πεμφθέντα τοῖς ἐν Εὐβοίᾳ Χαλκιδεῦσιν ἐπίκουρον· ὅθεν ᾄδεσθαι παρὰ τοῖς Χαλκιδεῦσιν
'ὦ παῖδες, οἳ χαρίτων τε καὶ πατέρων λάχετ' ἐσθλῶν, [b] μὴ φθονεῖθ' ὥρας ἀγαθοῖσιν ὁμιλίαν· σὺν γὰρ ἀνδρείᾳ καὶ ὁ λυσιμελὴς Ἔρως ἐνὶ Χαλκιδέων θάλλει πόλεσιν.' (Carm. popul. 44 Bgk. II p. 205 D.)
Ἄντων ἦν ὄνομα τῷ ἐραστῇ τῷ δ' ἐρωμένῳ Φίλιστος, ὡς ἐν τοῖς Αἰτίοις Διονύσιος ὁ ποιητὴς ἱστόρησε. παρ' ὑμῖν δ', ὦ Πεμπτίδη, τοῖς Θηβαίοις οὐ πανοπλίᾳ ὁ ἐραστὴς ἐδωρεῖτο τὸν ἐρώμενον εἰς ἄνδρας ἐγγραφόμενον; ἤλλαξε δὲ καὶ μετέθηκε τάξιν τῶν ὁπλιτῶν ἐρωτικὸς ἀνὴρ Παμμένης, Ὅμηρον (Β 362) ἐπιμεμψάμενος ὡς ἀνέραστον, ὅτι κατὰ φῦλα καὶ φρήτρας συνελόχιζε τοὺς Ἀχαιούς, οὐκ ἐρώμενον ἔταττε παρ' ἐραστήν, ἵν' οὕτω γένηται τὸ
'ἀσπὶς δ' ἀσπίδ' ἔρειδε κόρυς δὲ κόρυν' (Ν 131. Π 215),
μόνον ἀήττητον ὂν πάντων τῶν στρατηγημάτων. καὶ [c] γὰρ φυλέτας καὶ οἰκείους καὶ νὴ Δία γονεῖς καὶ παῖδας ἐγκαταλείπουσιν· ἐραστοῦ δ' ἐνθέου καὶ ἐρωμένου μέσος οὐδεὶς πώποτε διεξῆλθε πολέμιος οὐδὲ διεξήλασεν· ὅπου καὶ μηθὲν δεομένοις ‹ἔπεισιν› ἐπιδεικνύναι τὸ φιλοκίνδυνον κἀφιλόψυχον· ὡς Θήρων ὁ Θεσσαλὸς προσβαλὼν τὴν χεῖρα τῷ τοίχῳ τὴν εὐώνυμον καὶ σπασάμενος τὴν μάχαιραν ἀπέκοψε τὸν ἀντίχειρα προκαλούμενος τὸν ἀντεραστήν. ἕτερος δέ τις ἐν μάχῃ πεσὼν ἐπὶ πρόσωπον, ὡς ἔμελλε παίσειν αὐτὸν ὁ πολέμιος, ἐδεήθη περιμεῖναι μικρόν, ‹ὅπως μὴ› ὁ ἐρώμενος ἴδῃ κατὰ νώτου τετρωμένον. οὐ μόνον τοίνυν τὰ μαχιμώτατα τῶν ἐθνῶν ἐρωτικώτατα, [d] Βοιωτοὶ καὶ Λακεδαιμόνιοι καὶ Κρῆτες, ἀλλὰ καὶ τῶν παλαιῶν ὁ Μελέαγρος ὁ Ἀχιλλεὺς ὁ Ἀριστομένης ὁ Κίμων ὁ Ἐπαμεινώνδας· καὶ γὰρ οὗτος ἐρωμένους ἔσχεν Ἀσώπιχον καὶ Καφισόδωρον, ὃς αὐτῷ συναπέθανεν ἐν Μαντινείᾳ καὶ τέθαπται πλησίον. τὸν δὲ μω..... φοβερώτατον γενόμενον τοῖς πολεμίοις καὶ δεινότατον ὁ πρῶτος ὑποστὰς καὶ πατάξας Εὔκναμος Ἀμφισσεὺς ἡρωικὰς ἔσχε τιμὰς παρὰ Φωκεῦσιν. Ἡρακλέους δὲ τοὺς μὲν ἄλλους ἔρωτας ἔργον ἐστὶν εἰπεῖν διὰ πλῆθος· Ἰόλαον δὲ νομίζοντες ἐρώμενον αὐτοῦ γεγονέναι μέχρι νῦν σέβονται καὶ τιμῶσιν ‹οἱ› ἐρῶντες, ὅρκους τε [e] καὶ πίστεις ἐπὶ τοῦ τάφου παρὰ τῶν ἐρωμένων λαμβάνοντες. λέγεται δὲ καὶ τὴν Ἄλκηστιν ἰατρικὸς ὢν ἀπεγνωσμένην σῶσαι τῷ Ἀδμήτῳ χαριζόμενος, ἐρῶντι μὲν αὐτῷ τῆς γυναικός, ἐρωμένου δ' αὐτοῦ γενομένου· καὶ γὰρ τὸν Ἀπόλλωνα μυθολογοῦσιν ἐραστὴν γενόμενον
'Ἀδμήτῳ πάρα θητεῦσαι μέγαν εἰς ἐνιαυτόν'.
Εὖ δέ πως ἐπὶ μνήμην ἦλθεν ἡμῖν Ἄλκηστις. Ἄρεος γὰρ οὐ πάνυ μέτεστι γυναικί, ἡ δ' ἐξ Ἔρωτος κατοχὴ προάγεταί τι τολμᾶν παρὰ φύσιν καὶ ἀποθνήσκειν. Εἰ δή πού τι καὶ μύθων πρὸς πίστιν ὄφελός ἐστι, δηλοῖ τὰ περὶ Ἄλκηστιν καὶ Πρωτεσίλεων καὶ Εὐρυδίκην τὴν Ὀρφέως, [f] ὅτι μόνῳ θεῶν ὁ Ἅιδης Ἔρωτι ποιεῖ τὸ προσταττόμενον· καίτοι πρός γε τοὺς ἄλλους, ὥς φησι Σοφοκλῆς (fr. 703), ἅπαντας
'οὔτε τοὐπιεικὲς οὔτε τὴν χάριν
οἶδεν, μόνην δ' ἔστερξε τὴν ἁπλῶς δίκην·'
αἰδεῖται δὲ τοὺς ἐρῶντας καὶ μόνοις τούτοις οὔκ ἐστιν ἀδάμαστος οὐδ' ἀμείλιχος. ὅθεν ἀγαθὸν μέν, ὦ ἑταῖρε, τῆς ἐν Ἐλευσῖνι τελετῆς μετασχεῖν, ἐγὼ δ' ὁρῶ τοῖς [762] [a] Ἔρωτος ὀργιασταῖς καὶ μύσταις ἐν Ἅιδου βελτίονα μοῖραν οὖσαν, οὔτι τοῖς μύθοις πειθόμενος οὐ μὴν οὐδ' ἀπιστῶν παντάπασιν· εὖ γὰρ δὴ λέγουσι καὶ θείᾳ τινὶ τύχῃ ψαύουσι τοῦ ‹ἀληθοῦς› λέγοντες ἐξ Ἅιδου τοῖς ἐρωτικοῖς ἄνοδον εἰς φῶς ὑπάρχειν, ὅπη δὲ καὶ ὅπως, ἀγνοοῦσιν, ὥσπερ ἀτραποῦ διαμαρτόντες ἣν πρῶτος ἀνθρώπων διὰ φιλοσοφίας Πλάτων κατεῖδε. καίτοι λεπταί τινες ἀπόρροιαι καὶ ἀμυδραὶ τῆς ἀληθείας ἔνεισι ταῖς Αἰγυπτίων ἐνδιεσπαρμέναι μυθολογίαις, ἀλλ' ἰχνηλάτου δεινοῦ δέονται καὶ μεγάλα μικροῖς ἑλεῖν δυναμένου.'
'Διὸ ταῦτα μὲν ἐῶμεν, μετὰ δὲ τὴν ἰσχὺν τοῦ Ἔρωτος [b] οὖσαν τοσαύτην ἤδη τὴν πρὸς ἀνθρώπους εὐμένειαν καὶ χάριν ἐπισκοπῶ‹μεν›, οὐκ εἰ πολλὰ τοῖς ἐρωμένοις ἀγαθὰ περιποιεῖ (δῆλα γάρ ἐστι ταῦτά γε πᾶσιν), ἀλλ' εἰ πλείονα καὶ μείζονα τοὺς ἐρῶντας αὐτοὺς ὀνίνησιν· ἐπεί, καίπερ ὢν ἐρωτικὸς ὁ Εὐριπίδης (fr. 663), τὸ σμικρότατον ἀπεθαύμασεν εἰπὼν
'ποιητὴν ἄρα
Ἔρως διδάσκει, κἂν ἄμουσος ᾖ τὸ πρίν.'
συνετόν τε γὰρ ποιεῖ, κἂν ῥᾴθυμος ᾖ τὸ πρίν· καὶ ἀνδρεῖον, ᾗ λέλεκται, τὸν ἄτολμον, ὥσπερ οἱ τὰ ξύλα πυρακτοῦντες ἐκ μαλακῶν ἰσχυρὰ ποιοῦσι. δωρητικὸς δὲ καὶ ἁπαλὸς καὶ μεγαλόφρων γίνεται πᾶς ἐραστής, κἂν γλίσχρος ᾖ [c] πρότερον, τῆς μικρολογίας καὶ φιλαργυρίας δίκην σιδήρου διὰ πυρὸς ἀνιεμένης· ὥστε χαίρειν τοῖς ἐρωμένοις διδόντας, ὡς παρ' ἑτέρων οὐ χαίρουσιν αὐτοὶ λαμβάνοντες. ἴστε γὰρ δήπου, ὡς Ἀνύτῳ ‹τῷ› Ἀνθεμίωνος, ἐρῶντι μὲν Ἀλκιβιάδου ξένους δ' ἑστιῶντι φιλοτίμως καὶ λαμπρῶς, ἐπεκώμασεν ὁ Ἀλκιβιάδης καὶ λαβὼν ἀπὸ τῆς τραπέζης εἰς ἥμισυ τῶν ἐκπωμάτων ἀπῆλθεν· ἀχθομένων δὲ τῶν ξένων καὶ λεγόντων 'ὑβριστικῶς σοι κέχρηται καὶ ὑπερηφάνως τὸ μειράκιον,' 'φιλανθρώπως μὲν οὖν' ὁ Ἄνυτος εἶπε· 'πάντα γὰρ ἐξῆν αὐτῷ λαβεῖν, ὁ δὲ κἀμοὶ τοσαῦτα καταλέλοιπεν.'' Ἡσθεὶς οὖν ὁ [d] Ζεύξιππος 'ὦ Ἡράκλεις' εἶπεν, 'ὡς ὀλίγου διελύσατο πρὸς Ἄνυτον τὴν ἀπὸ Σωκράτους καὶ φιλοσοφίας πατρικὴν ἔχθραν, εἰ πρᾶος ἦν οὕτω περὶ ἔρωτα καὶ γενναῖος.' 'εἶεν' εἶπεν ὁ πατήρ· 'ἐκ δὲ δυσκόλων καὶ σκυθρωπῶν τοῖς συνοῦσιν οὐ ποιεῖ φιλανθρωποτέρους καὶ ἡδίους; 'αἰθομένου' γὰρ 'πυρὸς γεραρώτερον οἶκον' ‹ἔστιν› 'ἰδέσθαι' καὶ ἄνθρωπον ὡς ἔοικε φαιδρότερον ὑπὸ τῆς ἐρωτικῆς θερμότητος. ἀλλ' οἱ πολλοὶ παράλογόν τι πεπόνθασιν· ἂν μὲν ἐν οἰκίᾳ νύκτωρ σέλας ἴδωσι, θεῖον ἡγοῦνται καὶ θαυμάζουσι· ψυχὴν δὲ μικρὰν καὶ ταπεινὴν καὶ ἀγεννῆ [e] ὁρῶντες ἐξαίφνης ὑποπιμπλαμένην φρονήματος ἐλευθερίας φιλοτιμίας χάριτος ἀφειδίας, οὐκ ἀναγκάζονται λέγειν ὡς ὁ Τηλέμαχος (τ 40)
'ἦ μάλα τις θεὸς ἔνδον'.'
'Ἐκεῖνο δ'' εἶπεν, 'ὦ Δαφναῖε, πρὸς Χαρίτων οὐ δαιμόνιον; ὅτι τῶν ἄλλων ὁ ἐρωτικὸς ὀλίγου δεῖν ἁπάντων περιφρονῶν, οὐ μόνον ἑταίρων καὶ οἰκείων, ἀλλὰ καὶ νόμων καὶ ἀρχόντων καὶ βασιλέων, φοβούμενος δὲ μηθὲν μηδὲ θαυμάζων μηδὲ θεραπεύων, ἀλλὰ 'καὶ τὸν αἰχματὰν κεραυνὸν' (Pind. Pyth. 1, 5) οἷος ὢν ὑπομένειν, ἅμα τῷ τὸν καλὸν ἰδεῖν
'ἔπτηξ' ἀλέκτωρ δοῦλον ὣς κλίνας πτερόν,' (Phryn. fr. 17)
καὶ τὸ θράσος ἐκκέκλασται καὶ κατακέκοπται [οἱ] τὸ [f] τῆς ψυχῆς γαῦρον. Ἄξιον δὲ Σαπφοῦς παρὰ ταῖς Μούσαις μνημονεῦσαι· τὸν μὲν γὰρ Ἡφαίστου παῖδα Ῥωμαῖοι Κᾶκον ἱστοροῦσι πῦρ καὶ φλόγας ἀφιέναι διὰ τοῦ στόματος ἔξω ῥεούσας· αὕτη δ' ἀληθῶς μεμιγμένα πυρὶ φθέγγεται καὶ διὰ τῶν μελῶν ἀναφέρει τὴν ἀπὸ τῆς καρδίας θερμότητα 'Μούσαις εὐφώνοις ἰωμένη τὸν ἔρωτα' κατὰ Φιλόξενον (fr. 7). ἀλλ' εἴ τι μὴ ‹διὰ› Λυσάνδραν, ὦ [763] [a] Δαφναῖε, τῶν παλαιῶν ἐκλέλησαι παιδικῶν, ἀνάμνησον ἡμᾶς, ἐν οἷς ἡ καλὴ Σαπφὼ λέγει τῆς ἐρωμένης ἐπιφανείσης τήν τε φωνὴν ἴσχεσθαι καὶ φλέγεσθαι τὸ σῶμα καὶ καταλαμβάνειν ὠχρότητα καὶ πλάνον αὐτὴν καὶ ἴλιγγον.' λεχθέντων οὖν ὑπὸ τοῦ Δαφναίου τῶν μελῶν ἐκείνων 'ὡς .....' (Sapph. fr. 2, 7 ss. I p. 329 D.), ὑπολαβὼν ὁ πατήρ 'ταῦτ'' εἶπεν, 'ὦ πρὸς τοῦ Διός, ‹οὐ› θεοληψία καταφανής; οὗτος οὐ δαιμόνιος σάλος τῆς ψυχῆς; τί τοσοῦτον ἡ Πυθία πέπονθεν ἁψαμένη τοῦ τρίποδος; τίνα τῶν ἐνθεαζομένων οὕτως ὁ αὐλὸς καὶ τὰ μητρῷα καὶ τὸ [b] τύμπανον ἐξίστησιν; Καὶ μὴν τὸ αὐτὸ σῶμα πολλοὶ καὶ τὸ αὐτὸ κάλλος ὁρῶσιν, εἴληπται δ' εἷς ὁ ἐρωτικός· διὰ τίν' αἰτίαν; οὐ γὰρ μανθάνομέν γέ που τοῦ Μενάνδρου (fr. 541, 7) λέγοντος οὐδὲ συνίεμεν,
'καιρός ἐστιν ἡ νόσος
ψυχῆς, ὁ πληγεὶς δ' ε‹ἴσεθ' ᾗ› τιτρώσκεται·'
ἀλλ' ὁ θεὸς αἴτιος τοῦ μὲν καθαψάμενος τὸν δ' ἐάσας.'
'Ὃ τοίνυν ἐν ἀρχῇ καιρὸν εἶχε ῥηθῆναι μᾶλλον, οὐδὲ νῦν 'ὅτι νῦν ἦλθεν ἐπὶ στόμα' κατ' Αἰσχύλον (fr. 351), ἄρρητον ἐάσειν μοι δοκῶ· καὶ γάρ ἐστι παμμέγεθες. ἴσως μὲν γάρ, ὦ ἑταῖρε, καὶ τῶν ἄλλων ἁπάντων, ὅσα μὴ δι' αἰσθήσεως ἡμῖν εἰς ἔννοιαν ἥκει, τὰ μὲν μύθῳ τὰ δὲ νόμῳ [c] τὰ δὲ λόγῳ πίστιν ἐξ ἀρχῆς ἔσχηκε· τῆς δ' οὖν περὶ θεῶν δόξης καὶ παντάπασιν ἡγεμόνες καὶ διδάσκαλοι γεγόνασιν ἡμῖν οἵ τε ποιηταὶ καὶ οἱ νομοθέται καὶ τρίτον οἱ φιλόσοφοι, τὸ μὲν [οὖν] εἶναι θεοὺς ὁμοίως τιθέμενοι, πλήθους δὲ πέρι καὶ τάξεως αὐτῶν οὐσίας τε καὶ δυνάμεως μεγάλα διαφερόμενοι πρὸς ἀλλήλους. ἐκεῖνοι μὲν γὰρ οἱ τῶν φιλοσόφων
'ἄνοσοι καὶ ἀγήραοι
πόνων τ' ἄπειροι, βαρυβόαν
πορθμὸν πεφευγότες Ἀχέροντος·' (Pind. fr. 143)
ὅθεν ‹οὐ› προσίενται ποιητικὰς Ἔριδας οὐ Λιτάς, οὐ‹δὲ› Δεῖμον οὐδὲ Φόβον ἐθέλουσι θεοὺς εἶναι ‹καὶ› παῖδας Ἄρεος ὁμολογεῖν· μάχονται δὲ περὶ πολλῶν καὶ τοῖς νομοθέταις, ὥσπερ Ξενοφάνης (A 13) Αἰγυπτίους ἐκέλευσε [d] τὸν Ὄσιριν, εἰ θνητὸν νομίζουσι, μὴ τιμᾶν ὡς θεόν, εἰ δὲ θεὸν ἡγοῦνται, μὴ θρηνεῖν. αὖθις δὲ ποιηταὶ καὶ νομοθέται, φιλοσόφων ἰδέας τινὰς καὶ ἀριθμοὺς μονάδας τε καὶ πνεύματα θεοὺς ποιουμένων, οὔτ' ἀκούειν ὑπομένουσιν οὔτε συνιέναι δύνανται. πολλὴν δ' ὅλως ἀνωμαλίαν ἔχουσιν αἱ δόξαι καὶ διαφοράν. ὥσπερ οὖν ἦσάν ποτε τρεῖς στάσεις Ἀθήνησι, Παράλων Ἐπακρίων Πεδιέων, χαλεπῶς ἔχουσαι καὶ διαφερόμεναι πρὸς ἀλλήλας, ἔπειτα δὲ πάντες ἐν ταὐτῷ γενόμενοι καὶ τὰς ψήφους λαβόντες ἤνεγκαν πάσας Σόλωνι καὶ τοῦτον εἵλοντο κοινῇ [e] διαλλακτὴν καὶ ἄρχοντα καὶ νομοθέτην, ὃς ἔδοξε τῆς ἀρετῆς ἔχειν ἀδηρίτως τὸ πρωτεῖον, οὕτως αἱ τρεῖς στάσεις αἱ περὶ θεῶν, διχοφρονοῦσαι καὶ ψῆφον ἄλλην ἄλλη φέρουσαι καὶ μὴ δεχόμεναι ῥᾳδίως τὸν ἐξ ἑτέρας, περὶ ἑνὸς βεβαίως ὁμογνωμονοῦσι καὶ κοινῇ τὸν Ἔρωτα συνεγγράφουσιν εἰς θεοὺς ποιητῶν οἱ κράτιστοι καὶ νομοθετῶν καὶ φιλοσόφων 'ἀθρόᾳ φωνᾷ μέγ' ἐπαινέοντες' ὥσπερ ἔφη τὸν Πιττακὸν ὁ Ἀλκαῖος αἱρεῖσθαι τοὺς Μυτιληναίους τύραννον. Ἡμῖν δὲ βασιλεὺς καὶ ἄρχων καὶ ἁρμοστὴς ὁ Ἔρως ὑφ' Ἡσιόδου καὶ Πλάτωνος καὶ Σόλωνος ἀπὸ τοῦ Ἑλικῶνος εἰς τὴν Ἀκαδημίαν ἐστεφανωμένος [f] κατάγεται καὶ κεκοσμημένος εἰσελαύνει πολλαῖς συνωρίσι φιλίας καὶ κοινωνίας, οὐχ οἵαν Εὐριπίδης (fr. 595) φησὶν 'ἀχαλκεύτοισιν ἐζεῦχθαι πέδαις', ψυχρὰν οὗτός γε καὶ βαρεῖαν ἐν χρείᾳ περιβαλὼν ὑπ' αἰσχύνης ἀνάγκην, ἀλλ' ὑποπτέρου φερομένης ἐπὶ τὰ κάλλιστα τῶν ὄντων καὶ θειότατα, περὶ ὧν ἑτέροις εἴρηται βέλτιον.'
Εἰπόντος δὲ ταῦτα τοῦ πατρός, ὁ Σώκλαρος [764] [a] 'ὁρᾷς' εἶπεν 'ὅτι δεύτερον ἤδη τοῖς αὐτοῖς περιπεσὼν οὐκ οἶδ' ὅπως βίᾳ σαυτὸν ἀπάγεις καὶ ἀποστρέφεις, οὐ δικαίως χρεωκοπῶν, εἴ γε δεῖ τὸ φαινόμενον εἰπεῖν, ἱερὸν ὄντα τὸν λόγον; καὶ γὰρ ἄρτι τοῦ Πλάτωνος ἅμα καὶ τῶν Αἰγυπτίων ὥσπερ ἄκων ἁψάμενος παρῆλθες καὶ νῦν ταὐτὰ ποιεῖς. τὰ μὲν οὖν 'ἀριζήλως εἰρημένα' (Hom. μ 453) Πλάτωνι, μᾶλλον δὲ ταῖς θεαῖς ταύταις διὰ Πλάτωνος, ὦγαθέ, 'μηδ' ἂν κελεύωμεν εἴπῃς·' ᾗ δ' ὑπῃνίξω τὸν Αἰγυπτίων μῦθον εἰς ταὐτὰ τοῖς Πλατωνικοῖς συμφέρεσθαι περὶ Ἔρωτος, οὐκ ἔστι σοι μὴ διακαλύψαι μηδὲ διαφῆναι [b] πρὸς ἡμᾶς· ἀγαπήσομεν δέ, κἂν μικρὰ περὶ μεγάλων ἀκούσωμεν.' δεομένων δὲ καὶ τῶν ἄλλων ἔφη ὁ πατήρ, ὡς Αἰγύπτιοι δύο μὲν Ἕλλησι παραπλησίως Ἔρωτας, τόν τε πάνδημον καὶ τὸν οὐράνιον, ἴσασι, τρίτον δὲ νομίζουσιν Ἔρωτα τὸν ἥλιον, Ἀφροδίτην ἔχουσι μάλα σεβάσμιον. 'ἡμεῖς δὲ πολλὴν μὲν Ἔρωτος ὁμοιότητα πρὸς τὸν ἥλιον ὁρῶμεν οὖσαν. πῦρ μὲν γὰρ οὐδέτερός ἐστιν ὥσπερ οἴονταί τινες, αὐ‹γὴ› δὲ καὶ θερμότης γλυκεῖα καὶ γόνιμος ἡ μὲν ἀπ' ἐκείνου φερομένη σώματι παρέχει τροφὴν καὶ φῶς καὶ αὔξησιν, ἡ δ' ἀπὸ τούτου ψυχαῖς. ὡς δ' ἥλιος ἐκ νεφῶν καὶ μετ' ὀμίχλην θερμότερος, [c] οὕτως Ἔρως μετ' ὀργῆς καὶ ζηλοτυπίας ἐρωμένου διαλλαγέντος ἡδίων καὶ δριμύτερος. ἔτι δ' ὥσπερ ἥλιον ἅπτεσθαι καὶ σβέννυσθαι δοκοῦσιν ἔνιοι, ταὐτὰ καὶ περὶ Ἔρωτος ὡς θνητοῦ καὶ ἀβεβαίου διανοοῦνται. καὶ μὴν οὔτε σώματος ἀγύμναστος ἕξις ἥλιον οὔτ' Ἔρωτα δύναται φέρειν ἀλύπως τρόπος ἀπαιδεύτου ψυχῆς· ἐξίσταται δ' ὁμοίως ἑκάτερον καὶ νοσεῖ, τὴν τοῦ θεοῦ δύναμιν οὐ τὴν αὑτοῦ μεμφόμενον ἀσθένειαν. πλὴν ἐκείνῃ γε δόξειαν ἂν διαφέρειν, ᾗ δείκνυσιν ἥλιος μὲν ἐπίσης τὰ καλὰ καὶ τὰ αἰσχρὰ τοῖς ὁρῶσιν, Ἔρως δὲ μόνων τῶν καλῶν φέγγος ἐστὶ καὶ πρὸς ταῦτα μόνα τοὺς ἐρῶντας ἀναπείθει [d] βλέπειν καὶ στρέφεσθαι, τῶν δ' ἄλλων πάντων περιορᾶν. γῆν δὲ κατ' οὐδὲν Ἀφροδίτην καλοῦντες ἅπτονταί τινος ὁμοιότητος· καὶ γὰρ χθονία καὶ οὐρανία καὶ μίξεως χώρα τοῦ ἀθανάτου πρὸς τὸ θνητόν, ἀδρανὴς δὲ καθ' ἑαυτὴν καὶ σκοτώδης ἡλίου μὴ προσλάμποντος, ὥσπερ Ἀφροδίτη μὴ παρόντος Ἔρωτος. ἐοικέναι μὲν οὖν Ἀφροδίτῃ σελήνην ἥλιον δ' Ἔρωτι τῶν ἄλλων θεῶν μᾶλλον εἰκός ἐστιν, οὐ μὴν εἶναί γε παντάπασι τοὺς αὐτούς· οὐ γὰρ ψυχῇ σῶμα ταὐτὸν ἀλλ' ἕτερον, ὥσπερ ἥλιον μὲν ὁρατὸν Ἔρωτα δὲ νοητόν. Εἰ δὲ μὴ δόξει πικρότερον λέγεσθαι, καὶ τἀναντία φαίη τις ἂν ἥλιον Ἔρωτι [e] ποιεῖν· ἀποστρέφει γὰρ ἀπὸ τῶν νοητῶν ἐπὶ τὰ αἰσθητὰ τὴν διάνοιαν, χάριτι καὶ λαμπρότητι τῆς ὄψεως γοητεύων καὶ ἀναπείθων ἐν ἑαυτῷ καὶ περὶ αὑτὸν †αἰτεῖσθαι τά τ' ἄλλα καὶ τὴν ἀλήθειαν, ἑτέρωθι δὲ μηθέν·
'δυσέρωτες δὴ φαινόμεθ' ὄντες
‹τοῦδ', ὅ τι τοῦτο στίλβει› κατὰ γῆν',
ὡς Εὐριπίδης φησί (Hipp. 193 ss.),
'δι' ἀπειροσύνην ἄλλου βιότου',
μᾶλλον δὲ λήθην ὧν ὁ Ἔρως ἀνάμνησίς ἐστιν. ὥσπερ γὰρ εἰς φῶς πολὺ καὶ λαμπρὸν ἀνεγρομένων ἐξοίχεται πάντα τῆς ψυχῆς τὰ καθ' ὕπνους φανέντα καὶ διαπέφευγεν, οὕτω τῶν γενομένων ἐνταῦθα καὶ μεταβαλόντων ἐκπλήττειν [f] ἔοικε τὴν μνήμην καὶ φαρμάττειν τὴν διάνοιαν ὁ ἥλιος, ὑφ' ἡδονῆς καὶ θαύματος ἐκλανθανομένων ἐκείνων. καίτοι τό γ' ὕπαρ ὡς ἀληθῶς ἐκεῖ καὶ περὶ ἐκεῖνα τῆς ψυχῆς ἐστι, δευρὶ δὲ ... τῶν ἐνυπνίων ἀσπάζεται καὶ τέθηπε τὸ κάλλιστον καὶ θειότατον.
'ἀμφὶ δέ οἱ δολόεντα φιλόφρονα χεῦεν ὄνειρα,'
πᾶν ἐνταῦθα πειθομένῃ τὸ καλὸν εἶναι καὶ τίμιον, ἂν μὴ τύχῃ θείου καὶ σώφρονος Ἔρωτος ἰατροῦ καὶ σωτῆρος, [765] [a] ‹ὃς ἐνταῦθα μὲν› διὰ σωμάτων ἀφικόμενος ἀγωγὸς ἐπὶ τὴν ἀλήθειαν, ἐξ Ἅιδου δ' εἰς 'τὸ ἀληθείας πεδίον', οὗ τὸ πολὺ καὶ καθαρὸν καὶ ἀψευδὲς ἵδρυται κάλλος, ἀσπάσασθαι καὶ συγγενέσθαι διὰ χρόνου ποθοῦντας ἐξαναφέρων καὶ ἀναπέμπων εὐμενὴς οἷον ἐν τελετῇ παρέστη μυσταγωγός. Ἐνταῦθα ‹δὲ› πάλιν πεμπομένων αὐτῇ μὲν οὐ πλησιάζει ψυχῇ καθ' ἑαυτήν, ἀλλὰ διὰ σώματος. ὡς δὲ γεωμέτραι παισὶν οὔπω δυναμένοις ἐφ' ἑαυτῶν τὰ νοητὰ μυηθῆναι τῆς ἀσωμάτου καὶ ἀπαθοῦς οὐσίας εἴδη πλάττοντες ἁπτὰ καὶ ὁρατὰ μιμήματα σφαιρῶν καὶ κύβων καὶ δωδεκαέδρων προτείνουσιν, οὕτως [b] ἡμῖν ὁ οὐράνιος Ἔρως ἔσοπτρα καλῶν καλά, θνητὰ μέντοι θείων ‹καὶ ἀπαθῶν› παθητὰ καὶ νοητῶν αἰσθητὰ μηχανώμενος ἔν τε σχήμασι καὶ χρώμασι καὶ εἴδεσι νέων ὥρᾳ στίλβοντα δείκνυσι καὶ κινεῖ τὴν μνήμην ἀτρέμα διὰ τούτων ἀναφλεγομένην τὸ πρῶτον. ὅθεν διὰ σκαιότητας ἔνιοι φίλων καὶ οἰκείων σβεννύναι πειρώμενοι βίᾳ καὶ ἀλόγως τὸ πάθος οὐδὲν ἀπέλαυσαν αὐτοῦ χρηστὸν ἀλλ' ἢ καπνοῦ καὶ ταραχῆς ἐνέπλησαν ἑαυτοὺς ἢ πρὸς ἡδονὰς σκοτίους καὶ παρανόμους ῥυέντες ἀκλεῶς ἐμαράνθησαν. ὅσοι δὲ σώφρονι λογισμῷ μετ' αἰδοῦς οἷον ἀτεχνῶς πυρὸς ἀφεῖλον τὸ μανικόν, αὐτὴν δὲ καὶ φῶς [c] ἀπέλιπον τῇ ψυχῇ μετὰ θερμότητος, οὐ σεισμόν, ὥς τις εἶπε, κινούσης ἐπὶ σπέρμα καὶ ὄλισθον ἀτόμων ὑπὸ λειότητος καὶ γαργαλισμοῦ θλιβομένων, διάχυσιν δὲ θαυμαστὴν καὶ γόνιμον ὥσπερ ἐν φυτῷ βλαστάνοντι καὶ τρεφομένῳ καὶ πόρους ἀνοίγουσαν εὐπειθείας καὶ φιλοφροσύνης, οὐκ ἂν εἴη πολὺς χρόνος, ἐν ᾧ τό τε σῶμα τὸ τῶν ἐρωμένων παρελθόντες ἔσω φέρονται καὶ ἅπτονται τοῦ ἤθους, †ἐκκαλούμενος τὰς ὄψεις καθορῶσι καὶ συγγίνονται διὰ λόγων πολλὰ καὶ πράξεων ἀλλήλοις, ἂν περίκομμα τοῦ καλοῦ καὶ εἴδωλον ἐν ταῖς διανοίαις ἔχωσιν· [d] εἰ δὲ μή, χαίρειν ἐῶσι καὶ τρέπονται πρὸς ἑτέρους ὥσπερ αἱ μέλιτται πολλὰ τῶν χλωρῶν καὶ ἀνθηρῶν μέλι δ' οὐκ ἐχόντων ἀπολιπόντες· ὅπου δ' ἂν ἔχωσιν ἴχνος τι τοῦ θείου καὶ ἀπορροὴν καὶ ὁμοιότητα σαίνουσαν, ὑφ' ἡδονῆς καὶ θαύματος ἐνθουσιῶντες καὶ περιέποντες, εὐπαθοῦσι τῇ μνήμῃ καὶ ἀναλάμπουσι πρὸς ἐκεῖνο τὸ ἐράσμιον ἀληθῶς καὶ μακάριον καὶ φίλιον ἅπασι καὶ ἀγαπητόν.'
'Τὰ μὲν οὖν πολλὰ ποιηταὶ προσπαίζοντες ἐοίκασι
τῷ θεῷ γράφειν περὶ αὐτοῦ καὶ ᾄδειν ἐπικωμάζοντες, ὀλίγα δ' εἴρηται μετὰ σπουδῆς αὐτοῖς, εἴτε κατὰ νοῦν καὶ λογισμὸν εἴτε σὺν θεῷ τῆς ἀληθείας ἁψαμένοις· ὧν [e] ἕν ἐστι καὶ τὸ περὶ τῆς γενέσεως (Alcaei fr. 13b I p. 393 D.)·
'δεινότατον θέων
‹τὸν› γέννατ' εὐπέδιλλος Ἶρις
χρυσοκόμᾳ Ζεφύρῳ μίγεισα·'
εἰ μή τι καὶ ὑμᾶς ἀναπεπείκασιν οἱ γραμματικοί, λέγοντες πρὸς τὸ ποικίλον τοῦ πάθους καὶ τὸ ἀνθηρὸν γεγονέναι τὴν εἰκασίαν.' καὶ ὁ Δαφναῖος 'πρὸς τί γάρ' ἔφη 'ἕτερον;' 'ἀκούετ'' εἶπεν ὁ πατήρ· 'οὕτω γὰρ βιάζεται τὸ φαινόμενον λέγειν. ἀνάκλασις δή που τὸ περὶ τὴν ἶρίν ἐστι τῆς ὄψεως πάθος, ὅταν ἡσυχῆ νοτερῷ λείῳ δὲ καὶ μέτριον πάχος ἔχοντι προσπεσοῦσα νέφει τοῦ ἡλίου ψαύσῃ κατ' ἀνάκλασιν καὶ τὴν περὶ ἐκεῖνον αὐγὴν ὁρῶσα καὶ τὸ [f] φῶς δόξαν ἡμῖν ἐνεργάσηται τοῦ φαντάσματος ὡς ἐν τῷ νέφει ὄντος. ταὐτὸ δὴ τὸ ἐρωτικὸν μηχάνημα καὶ σόφισμα περὶ τὰς εὐφυεῖς καὶ φιλοκάλους ψυχάς· ἀνάκλασιν ποιεῖ τῆς μνήμης ἀπὸ τῶν ἐνταῦθα φαινομένων καὶ προσαγορευομένων καλῶν εἰς τὸ θεῖον καὶ ἐράσμιον καὶ μακάριον ὡς ἀληθῶς ἐκεῖνο καὶ θαυμάσιον καλόν. ἀλλ' οἱ πολλοὶ μὲν ἐν παισὶ καὶ γυναιξὶν ὥσπερ ἐν κατόπτροις εἴδωλον αὐτοῦ φανταζόμενον διώκοντες καὶ ψηλαφῶντες [766] [a] οὐδὲν ἡδονῆς μεμιγμένης λύπῃ δύνανται λαβεῖν βεβαιότερον· ἀλλ' οὗτος ἔοικεν ὁ τοῦ Ἰξίονος ἴλιγγος εἶναι καὶ πλάνος, ἐν νέφεσι κενὸν ὥσπερ σκιαῖς θηρωμένου τὸ ποθούμενον· ὥσπερ οἱ παῖδες προθυμούμενοι τὴν ἶριν ἑλεῖν τοῖν χεροῖν, ἑλκόμενοι πρὸς τὸ φαινόμενον. εὐφυοῦς δ' ἐραστοῦ καὶ σώφρονος ἄλλος τρόπος· ἐκεῖ γὰρ ἀνακλᾶται πρὸς τὸ θεῖον καὶ νοητὸν καλόν· ὁρατοῦ δὲ σώματος ἐντυχὼν κάλλει καὶ χρώμενος οἷον ὀργάνῳ τινὶ τῆς μνήμης ἀσπάζεται καὶ ἀγαπᾷ, καὶ συνὼν καὶ γεγηθὼς ἔτι μᾶλλον ἐκφλέγεται τὴν διάνοιαν. Καὶ οὔτε μετὰ σωμάτων ὄντες ἐνταῦθα τουτὶ τὸ φῶς ἐπιποθοῦντες κάθηνται [b] καὶ θαυμάζοντες, οὔτ' ἐκεῖ γενόμενοι μετὰ τὴν τελευτὴν δεῦρο πάλιν στρεφόμενοι καὶ δραπετεύοντες ἐν θύραις νεογάμων καὶ δωματίοις κυλινδοῦνται, δυσόνειρα φαντασμάτια φιληδόνων καὶ φιλοσωμάτων ἀνδρῶν καὶ γυναικῶν οὐ δικαίως ἐρωτικῶν προσαγορευομένων. ὁ γὰρ ὡς ἀληθῶς ἐρωτικὸς ἐκεῖ γενόμενος καὶ τοῖς καλοῖς ὁμιλήσας, ᾗ θέμις, ἐπτέρωται καὶ κατωργίασται καὶ διατελεῖ περὶ τὸν αὑτοῦ θεὸν ἄνω χορεύων καὶ συμπεριπολῶν, ἄχρις οὗ πάλιν εἰς τοὺς Σελήνης καὶ Ἀφροδίτης λειμῶνας ἐλθὼν καὶ καταδαρθὼν ἑτέρας ἄρχηται γενέσεως.'
'Ἀλλὰ ταῦτα μέν' ἔφη 'μείζονας ἔχει τῶν παρόντων λόγων [c] ὑποθέσεις. τῷ δ' Ἔρωτι καὶ τοῦτο καθάπερ τοῖς ἄλλοις θεοῖς 'ἔνεστιν' ὡς Εὐριπίδης (Hipp. 7 s.) φησί 'τιμωμένῳ χαίρειν ἀνθρώπων ὕπο' καὶ τοὐναντίον· εὐμενέστατος γάρ ἐστι τοῖς δεχομένοις ἐμμελῶς αὐτὸν βαρὺς δὲ τοῖς ἀπαυθαδισαμένοις. οὔτε γὰρ ξένων καὶ ἱκετῶν ἀδικίας ὁ Ξένιος οὔτε γονέων ἀρὰς ὁ Γενέθλιος οὕτω διώκει καὶ μέτεισι ταχέως ὡς ἐρασταῖς ἀγνωμονηθεῖσιν ὁ Ἔρως ὀξὺς ὑπακούει, τῶν ἀπαιδεύτων καὶ ὑπερηφάνων κολαστής. τί γὰρ ἂν λέγοι τις Εὐξύνθετον καὶ Λευκοκόμαν; τί δὲ τὴν ἐν Κύπρῳ Παρακύπτουσαν ἔτι νῦν προσαγορευομένην; ἀλλὰ τὴν Γοργοῦς ἴσως ποινὴν οὐκ ἀκηκόατε [d] τῆς Κρήσσης, παραπλήσια τῇ Παρακυπτούσῃ παθούσης· πλὴν ἐκείνη μὲν ἀπελιθώθη παρακύψασα τὸν ἐραστὴν ἰδεῖν ἐκκομιζόμενον· τῆς δὲ Γοργοῦς Ἄσανδρός τις ἠράσθη, νέος ἐπιεικὴς καὶ γένει λαμπρός· ἐκ δὲ λαμπρῶν εἰς ταπεινὰ πράγματα καὶ εὐτελῆ ἀφιγμένος, ὅμως αὑτὸν οὐδενὸς ἀπηξιοῦτο, ἀλλὰ τὴν Γοργώ, διὰ πλοῦτον ὡς ἔοικε περιμάχητον οὖσαν καὶ πολυμνήστευτον, ᾔτει γυναῖκα συγγενὴς ὤν, πολλοὺς ἔχων καὶ ἀγαθοὺς συνερῶντας αὐτῷ, πάντας δὲ τοὺς περὶ τὴν κόρην ἐπιτρόπους καὶ οἰκείους πεπεικὼς
'Ἔτι τοίνυν ἃς λέγουσιν αἰτίας καὶ γενέσεις Ἔρωτος, [e] ἴδιαι μὲν οὐδετέρου γένους εἰσὶ κοιναὶ δ' ἀμφοτέρων. καὶ γὰρ εἴδωλα δήπουθεν ἐνδυόμενα τοῖς ἐρωτικοῖς καὶ διατρέχοντα κινεῖν καὶ γαργαλίζειν τὸν ὄγκον εἰς σπέρμα συνολισθαίνοντα τοῖς ἄλλοις σχηματισμοῖς οὐ δυνατὸν μὲν ἀπὸ παίδων, [ἀ]δυνατὸν δ' ἀπὸ γυναικῶν; καὶ τὰς καλὰς ταύτας καὶ ἱερὰς ἀναμνήσεις †καλοῦμεν ἡμεῖς ἐπὶ τὸ θεῖον καὶ ἀληθινὸν καὶ Ὀλύμπιον ἐκεῖνο κάλλος, αἷς ψυχὴ πτεροῦται, .. τί ... κωλύει γίνεσθαι μὲν ἀπὸ παίδων καὶ ἀπὸ νεανίσκων, γίνεσθαι δ' ἀπὸ παρθένων καὶ γυναικῶν, ὅταν ἦθος ἁγνὸν καὶ κόσμιον ἐν ὥρᾳ καὶ [f] χάριτι μορφῆς διαφανὲς γένηται, καθάπερ ὄρθιον ὑπόδημα δείκνυσι ποδὸς εὐφυΐαν, ὡς Ἀρίστων (St. V. Fr. I 390) ἔλεγεν· ‹ἢ› ὅταν ἐν εἴδεσι καλοῖς καὶ καθαροῖς σώμασιν ἴχνη λαμπρᾶς κείμενα ψυχῆς ὀρθὰ καὶ ἄθρυπτα κατίδωσιν οἱ δεινοὶ τῶν τοιούτων αἰσθάνεσθαι; οὐ γὰρ ὁ μὲν φιλήδονος ἐρωτηθεὶς εἰ (Tr. ad. 355, Com. adesp. 360)
'πρὸς θῆλυ νεύει μᾶλλον ἢ ἐπὶ τἄρρενα'
[767] [a] καὶ ἀποκρινάμενος
'ὅπου προσῇ τὸ κάλλος, ἀμφιδέξιος,'
ἔδοξεν οἰκείως ἀποκρίνασθαι τῆς ἐπιθυμίας, ὁ δὲ φιλόκαλος καὶ γενναῖος οὐ πρὸς τὸ καλὸν οὐδὲ τὴν εὐφυΐαν ἀλλὰ μορίων διαφορὰς ποιεῖται τοὺς ἔρωτας· καὶ φίλιππος μὲν ἀνὴρ οὐδὲν ἧττον ἀσπάζεται τοῦ Ποδάργου τὴν εὐφυΐαν [ἢ] 'Αἴθης τῆς Ἀγαμεμνονέης' (Ψ 295), καὶ θηρατικὸς οὐ τοῖς ἄρρεσι χαίρει μόνον, ἀλλὰ καὶ Κρήσσας τρέφει καὶ Λακαίνας σκύλακας, ὁ δὲ φιλόκαλος καὶ φιλάνθρωπος οὐχ ὁμαλός ἐστιν οὐδ' ὅμοιος ἀμφοτέροις τοῖς γένεσιν, ἀλλ' ὥσπερ ἱματίων οἰόμενος εἶναι διαφορὰς [b] ἐρώτων γυναικῶν καὶ ἀνδρῶν. καίτοι τήν γ' ὥραν 'ἄνθος ἀρετῆς' εἶναι λέγουσι (St. V. Fr. III 718), μὴ φάναι δ' ἀνθεῖν τὸ θῆλυ μηδὲ ποιεῖν ἔμφασιν εὐφυΐας πρὸς ἀρετὴν ἄτοπόν ἐστι· καὶ γὰρ Αἰσχύλος ὀρθῶς ἐποίησε (fr. 243)
'νέας γυναικὸς οὔ με μὴ λάθῃ φλέγων
ὀφθαλμός, ἥτις ἀνδρὸς ᾖ γεγευμένη.'
πότερον οὖν ἰταμοῦ μὲν ἤθους καὶ ἀκολάστου καὶ διεφθορότος σημεῖα τοῖς εἴδεσι τῶν γυναικῶν ἐπιτρέχει, κοσμίου δὲ καὶ σώφρονος οὐδὲν ἔπεστι τῇ μορφῇ φέγγος, ‹ἢ› πολλὰ μὲν ἔπεστι καὶ συνεπιφαίνεται, κινεῖ δ' οὐθὲν οὐδὲ προσκαλεῖται τὸν ἔρωτα; οὐδέτερον γὰρ εὔλογον οὐδ' ἀληθές.'
[c] 'Ἀλλὰ κοινῶς ὥσπερ δέδεικται τοῖς γένεσι πάντων ὑπαρχόντων, ὥσπερ κοινοῦ συστάντος ‹αὐτοῖς τοῦ ἀγῶνος›, ὦ Δαφναῖε, πρὸς ἐκείνους μαχώμεθα τοὺς λόγους, οὓς ὁ Ζεύξιππος ἀρτίως διῆλθεν, ἐπιθυμίᾳ τὸν Ἔρωτα ταὐτὸ ποιῶν ἀκαταστάτῳ καὶ πρὸς τὸ ἀκόλαστον ἐκφερούσῃ τὴν ψυχήν, οὐκ αὐτὸς οὕτω πεπεισμένος ἀκηκοὼς δὲ πολλάκις ἀνδρῶν δυσκόλων καὶ ἀνεράστων· ‹ὧν› οἱ μὲν ἄθλια γύναια προικιδίοις ἐφελκόμενοι μετὰ χρημάτων εἰς οἰκονομίαν καὶ λογισμοὺς ἐμβάλλοντες ἀνελευθέρους, ζυγομαχοῦντες ὁσημέραι διὰ χειρὸς ἔχουσιν· οἱ [d] δὲ παίδων δεόμενοι μᾶλλον ἢ γυναικῶν, ὥσπερ οἱ τέττιγες εἰς σκίλλαν ἤ τι τοιοῦτο τὴν γονὴν ἀφιᾶσιν, οὕτω διὰ τάχους οἷς ἔτυχε σώμασιν ἐναπογεννήσαντες καὶ καρπὸν ἀράμενοι χαίρειν ἐῶσιν ἤδη τὸν γάμον, ἢ μένοντος οὐ φροντίζουσιν οὐδ' ἀξιοῦσιν ἐρᾶν οὐδ' ἐρᾶσθαι. στέργεσθαι δὲ καὶ στέργειν ἑνί μοι δοκεῖ γράμματι τοῦ στέγειν παραλλάττον εὐθὺς ἐμφαίνειν τὴν ὑπὸ χρόνου καὶ συνηθείας ἀνάγκῃ μεμιγμένην εὔνοιαν. Ὧι δ' ἂν Ἔρως ἐπισκήψῃ ... καὶ ἐπιπνεύσῃ, πρῶτον μὲν ἐκ τῆς Πλατωνικῆς πόλεως (Rep. V 462c) 'τὸ ἐμὸν' ἕξει καὶ 'τὸ οὐκ ἐμόν'· οὐ γὰρ ἁπλῶς 'κοινὰ τὰ φίλων' ‹οὐδὲ πάντων› ἀλλ' οἳ [e] τοῖς σώμασιν ὁριζόμενοι τὰς ψυχὰς βίᾳ συνάγουσι καὶ συντήκουσι, μήτε βουλόμενοι δύ' εἶναι μήτε νομίζοντες. Ἔπειτα σωφροσύνη πρὸς ἀλλήλους, ἧς μάλιστα δεῖται γάμος, ἡ μὲν ἔξωθεν καὶ νόμων ... πλέον ἔχουσα τοῦ ἑκουσίου τὸ βεβιασμένον ὑπ' αἰσχύνης καὶ φόβων,
'πολλῶν χαλινῶν ἔργον οἰάκων θ' ἅμα' (Soph. fr. 785),
διὰ χειρός ἐστιν ἀεὶ τοῖς συνοῦσιν· Ἔρωτι δ' ἐγκρατείας τοσοῦτον καὶ κόσμου καὶ πίστεως μέτεστιν, ὥστε, κἂν ἀκολάστου ποτὲ θίγῃ ψυχῆς, ἀπέστρεψε τῶν ἄλλων ἐραστῶν, ἐκκόψας δὲ τὸ θράσος καὶ κατακλάσας τὸ σοβαρὸν καὶ ἀνάγωγον, ἐμβαλὼν ‹δ'› αἰδῶ καὶ σιωπὴν καὶ ἡσυχίαν καὶ σχῆμα περιθεὶς κόσμιον, ἑνὸς ἐπήκοον ἐποίησεν.
[f] ἴστε δήπουθεν ἀκοῇ Λαΐδα τὴν ἀοίδιμον ἐκείνην καὶ πολυήρατον, ὡς ἐπέφλεγε πόθῳ τὴν Ἑλλάδα, μᾶλλον δὲ ταῖς δυσὶν ἦν περιμάχητος θαλάσσαις· ἐπεὶ δ' Ἔρως ἔθιγεν αὐτῆς Ἱππολόχου τοῦ Θεσσαλοῦ, τὸν 'ὕδατι χλωρῷ κατακλυζόμενον προλιποῦσ' Ἀκροκόρινθον' (Eur. fr. 1084) καὶ ἀποδρᾶσα τῶν ἄλλων ἐραστῶν κρύφα ... μέγαν στρατὸν ᾤχετο κοσμίως· [768] [a] ἐκεῖ δ' αὐτὴν αἱ γυναῖκες ὑπὸ φθόνου καὶ ζήλου διὰ τὸ κάλλος εἰς ἱερὸν Ἀφροδίτης προαγαγοῦσαι κατέλευσαν καὶ διέφθειραν· ὅθεν ὡς ἔοικεν ἔτι νῦν τὸ ἱερὸν 'Ἀφροδίτης ἀνδροφόνου' καλοῦσιν. ἴσμεν δὲ καὶ θεραπαινίδια δεσποτῶν φεύγοντα συνουσίας καὶ βασιλίδων ὑπερορῶντας ἰδιώτας, ὅταν Ἔρωτα δεσπότην ἐν ψυχῇ κτήσωνται· καθάπερ γὰρ ἐν Ῥώμῃ φασὶ τοῦ καλου‹μένου› δικτάτωρος ἀναγορευθέντος ἀποτίθεσθαι τὰς ἄλλας ἀρχὰς τοὺς ἔχοντας, οὕτως, οἷς ἂν Ἔρως κύριος ἐγγένηται, τῶν ἄλλων δεσποτῶν καὶ ἀρχόντων ἐλεύθεροι καὶ ἄφετοι καθάπερ ἱερόδουλοι διατελοῦσιν. Ἡ δὲ γενναία [b] γυνὴ πρὸς ἄνδρα νόμιμον συγκραθεῖσα δι' Ἔρωτος ἄρκτων ἂν ὑπομείνειε καὶ δρακόντων περιβολὰς μᾶλλον ἢ ψαῦσιν ἀνδρὸς ἀλλοτρίου καὶ συγκατάκλισιν. ἀφθονίας δὲ παραδειγμάτων οὔσης πρός γ' ὑμᾶς τοὺς ὁμοχώρους τοῦ θεοῦ καὶ θιασώτας, ὅμως τὸ περὶ Κάμμαν οὐκ ἄξιόν ἐστι τὴν Γαλατικὴν παρελθεῖν. ταύτης γὰρ ἐκπρεπεστάτης τὴν ὄψιν γενομένης, Σινάτῳ δὲ τῷ τετράρχῃ γαμηθείσης, Σινόριξ ἐρασθεὶς δυνατώτατος Γαλατῶν ἀπέκτεινε τὸν Σινάτον, ὡς οὔτε βιάσασθαι δυνάμενος οὔτε πεῖσαι τὴν ἄνθρωπον ἐκείνου ζῶντος. ἦν δὲ [c] τῇ Κάμμῃ καταφυγὴ καὶ παραμυθία τοῦ πάθους ἱερωσύνη πατρῷος Ἀρτέμιδος· καὶ τὰ πολλὰ παρὰ τῇ θεῷ διέτριβεν, οὐδένα προσιεμένη, μνωμένων πολλῶν βασιλέων καὶ δυναστῶν αὐτήν. τοῦ μέντοι Σινόριγος τολμήσαντος ἐντυχεῖν περὶ γάμου, τὴν πεῖραν οὐκ ἔφυγεν οὐδ' ἐμέμψατο περὶ τῶν γεγονότων, ὡς δι' εὔνοιαν αὐτῆς καὶ πόθον οὐκ ἄλλῃ τινὶ μοχθηρίᾳ προαχθέντος τοῦ Σινόριγος. ἧκεν οὖν πιστεύσας ἐκεῖνος καὶ ᾔτει τὸν γάμον· ἡ δ' ἀπήντησε καὶ δεξιωσαμένη καὶ προσαγαγοῦσα τῷ βωμῷ τῆς θεᾶς ἔσπεισεν ἐκ φιάλης μελίκρατον, ὡς ἔοικε, πεφαρμακωμένον· εἶθ' ὅσον ἥμισυ μέρος αὐτὴ προεκπιοῦσα [d] παρέδωκε τῷ Γαλάτῃ τὸ λοιπόν· ὡς δ' εἶδεν ἐκπεπωκότα, λαμπρὸν ἀνωλόλυξε καὶ φθεγξαμένη τοὔνομα τοῦ τεθνεῶτος 'ταύτην' εἶπεν 'ἐγὼ τὴν ἡμέραν, ὦ φίλτατ' ἄνερ, προσμένουσα σοῦ χωρὶς ἔζων ἀνιαρῶς· νῦν δὲ κόμισαί με χαίρων· ἠμυνάμην γὰρ ὑπὲρ σοῦ τὸν κάκιστον ἀνθρώπων, σοὶ μὲν βίου τούτῳ δὲ θανάτου κοινωνὸς ἡδέως γενομένη.' ὁ μὲν οὖν Σινόριξ ἐν φορείῳ κομιζόμενος μετὰ μικρὸν ἐτελεύτησεν, ἡ δὲ Κάμμα τὴν ἡμέραν ἐπιβιώσασα καὶ τὴν νύκτα λέγεται μάλ' εὐθαρσῶς καὶ ἱλαρῶς ἀποθανεῖν.'
'Πολλῶν δὲ τοιούτων γεγονότων καὶ παρ' ἡμῖν καὶ [e] παρὰ τοῖς βαρβάροις, τίς ‹ἂν› ἀνάσχοιτο τῶν τὴν Ἀφροδίτην λοιδορούντων, ὡς Ἔρωτι προσθεμένη καὶ παροῦσα κωλύει φιλίαν γενέσθαι; τὴν μὲν πρὸς ἄρρεν' ἄρρενος ὁμιλίαν, μᾶλλον δ' ἀκρασίαν καὶ ἐπιπήδησιν, εἴποι τις ἂν ἐννοήσας
'ὕβρις τάδ' οὐχὶ Κύπρις ἐξεργάζεται' (Tr. adesp. 409).
διὸ τοὺς μὲν ἡδομένους τῷ πάσχειν εἰς τὸ χείριστον τιθέμενοι γένος κακίας οὔτε πίστεως μοῖραν οὔτ' αἰδοῦς οὔτε φιλίας νέμομεν, ἀλλ' ὡς ἀληθῶς κατὰ τὸν Σοφοκλέα (fr. 779)
'φίλων τοιούτων οἱ μὲν ἐστερημένοι
[καὶ] χαίρουσιν, οἱ δ' ἔχοντες εὔχονται φυγεῖν.'
ὅσοι δὲ μὴ κακοὶ πεφυκότες ἐξηπατήθησαν ἢ κατεβιάσθησαν [f] ἐνδοῦναι καὶ παρασχεῖν ἑαυτούς, οὐδένα μᾶλλον ἀνθρώπων ἢ τοὺς διαθέντας ὑφορώμενοι καὶ μισοῦντες διατελοῦσι καὶ πικρῶς ἀμύνονται καιροῦ παραδόντος· Ἀρχέλαόν τε γὰρ ἀπέκτεινε Κρατέας ἐρώμενος γεγονώς, καὶ τὸν Φεραῖον Ἀλέξανδρον Πυθόλαος· Περίανδρος δ' ὁ Ἀμβρακιωτῶν τύραννος ἠρώτα τὸν ἐρώμενον εἰ μήπω κυεῖ, κἀκεῖνος παροξυνθεὶς ἀπέκτεινεν αὐτόν. ἀλλὰ γυναιξί γε ‹καὶ› γαμέταις [769] [a] ἀρχαὶ ταῦτα φιλίας, ὥσπερ ἱερῶν μεγάλων κοινωνήματα. καὶ τὸ τῆς ἡδονῆς μικρόν, ἡ δ' ἀπὸ ταύτης ἀναβλαστάνουσα καθ' ἡμέραν τιμὴ καὶ χάρις καὶ ἀγάπησις ἀλλήλων καὶ πίστις οὔτε Δελφοὺς ἐλέγχει ληροῦντας, ὅτι τὴν Ἀφροδίτην 'Ἄρμα' καλοῦσιν, οὔθ' Ὅμηρον 'φιλότητα' τὴν τοιαύτην προσαγορεύοντα συνουσίαν· τόν τε Σόλωνα μαρτυρεῖ γεγονέναι τῶν γαμικῶν ἐμπειρότατον νομοθέτην, κελεύσαντα μὴ ἔλαττον ἢ τρὶς κατὰ μῆνα τῇ γαμετῇ πλησιάζειν, οὐχ ἡδονῆς ἕνεκα ‹δή›πουθεν, ἀλλ' ὥσπερ αἱ πόλεις διὰ χρόνου σπονδὰς [b] ἀνανεοῦνται πρὸς ἀλλήλας, οὕτως ἄρα βουλόμενον ἀνανεοῦσθαι τὸν γάμον ἐκ τῶν ἑκάστοτε συλλεγομένων †σχημάτων ἐν τῇ τοιαύτῃ φιλοφροσύνῃ. 'ἀλλὰ πολλὰ φαῦλα καὶ μανικὰ τῶν γυναικείων ἐρώτων·' τί δ' οὐχὶ πλείονα τῶν παιδικῶν;
†'οἰκειότητος ἐμβλέπων ὠλίσθανον.'
'ἀγένειος ἁπαλὸς καὶ νεανίας καλός·'
'ἐμφύντ' ἀποθανεῖν κἀπιγράμματος τυχεῖν.'
(Com. adesp. 222-224)
ἀλλ' ὥσπερ τοῦτο παιδομανία, ‹οὕτως ἐκεῖνο γυναικομανία› τὸ πάθος, οὐδέτερον δ' Ἔρως ἐστίν. Ἄτοπον οὖν τὸ γυναιξὶν ἀρετῆς φάναι μηδαμῇ μετεῖναι· τί δὲ δεῖ λέγειν περὶ σωφροσύνης καὶ συνέσεως αὐτῶν, ἔτι δὲ πίστεως καὶ δικαιοσύνης, ὅπου καὶ τὸ ἀνδρεῖον καὶ τὸ [c] θαρραλέον καὶ τὸ μεγαλόψυχον ἐν πολλαῖς ἐπιφανὲς γέγονε †δὲ πρὸς τὰ ἄλλα κατὰ τὴν φύσιν αὐτῶν, ἀλλ' ἢ ψέγοντας εἰς μόνην φιλίαν ἀνάρμοστον ἀποφαίνειν, παντάπασι δεινόν. καὶ γὰρ φιλότεκνοι καὶ φίλανδροι, καὶ τὸ στερκτικὸν ὅλως ἐν αὐταῖς, ὥσπερ εὐφυὴς χώρα καὶ δεκτικὴ φιλίας, οὔτε πειθοῦς οὔτε χαρίτων ἄμοιρον ὑπόκειται. καθάπερ δὲ λόγῳ ποίησις ἡδύσματα μέλη καὶ μέτρα καὶ ῥυθμοὺς ἐφαρμόσασα καὶ τὸ παιδεῦον αὐτοῦ κινητικώτερον ἐποίησε καὶ τὸ βλάπτον ἀφυλακτότερον, οὕτως ἡ φύσις γυναικὶ περιθεῖσα χάριν ὄψεως καὶ φωνῆς πιθανότητα καὶ μορφῆς ἐπαγωγὸν εἶδος, τῇ μὲν ἀκολάστῳ [d] πρὸς ἡδονὴν καὶ ἀπάτην τῇ δὲ σώφρονι πρὸς εὔνοιαν ἀνδρὸς καὶ φιλίαν μεγάλα συνήργησεν. ὁ μὲν οὖν Πλάτων τὸν Ξενοκράτη, τἄλλα γενναῖον ὄντα καὶ μέγαν αὐστηρότατον δὲ τῷ ἤθει, παρεκάλει θύειν ταῖς Χάρισι· χρηστῇ δ' ἄν τις γυναικὶ καὶ σώφρονι παραινέσειε τῷ Ἔρωτι θύειν, ὅπως εὐμενὴς συνοικουρῇ τῷ γάμῳ καὶ ἡδὺς ... γυναικείοις, καὶ μὴ πρὸς ἑτέραν ἀπορρυεὶς ὁ ἀνὴρ ἀναγκάζηται τὰς ἐκ τῆς κωμῳδίας λέγειν φωνάς (Com. adesp. 221)
'οἵαν ἀδικῶ γυναῖχ' ὁ δυσδαίμων ἐγώ.'
τὸ γὰρ ἐρᾶν ἐν γάμῳ τοῦ ἐρᾶσθαι μεῖζον ἀγαθόν ἐστι· [e] πολλῶν γὰρ ἁμαρτημάτων ἀπαλλάττει, μᾶλλον δὲ πάντων ὅσα διαφθείρει καὶ λυμαίνεται τὸν γάμον.'
'Τὸ δ' ἐμπαθὲς ἐν ἀρχῇ καὶ δάκνον, ὦ μακάριε Ζεύξιππε, μὴ φοβηθῇς ὡς ἕλκος ἢ ὀδαξησμόν· καίτοι καὶ μεθ' ἕλκους ἴσως οὐδὲν [ἢ] δεινὸν ὥσπερ τὰ δένδρα συμφυῆ γενέσθαι πρὸς γυναῖκα χρηστήν. ἕλκωσις δὲ καὶ κυήσεως ἀρχή· μῖξις γὰρ οὐκ ἔστι τῶν μὴ πρὸς ἄλληλα πεπονθότων. ταράττει δὲ καὶ μαθήματα παῖδας ἀρχομένους καὶ φιλοσοφία νέους· ἀλλ' οὔτε τούτοις ἀεὶ παραμένει τὸ δηκτικὸν οὔτε τοῖς ἐρῶσιν, ἀλλ' ὥσπερ ὑγρῶν [f] πρὸς ἄλληλα συμπεσόντων ποιεῖν τινα δοκεῖ ζέσιν ἐν ἀρχῇ καὶ τάραξιν ὁ Ἔρως, εἶτα χρόνῳ καταστὰς καὶ καθαρθεὶς τὴν βεβαιοτάτην διάθεσιν παρέσχεν. αὕτη γάρ ἐστιν ὡς ἀληθῶς ἡ δι' ὅλων λεγομένη κρᾶσις, ἡ τῶν ἐρώντων· ‹ἡ δὲ τῶν› ἄλλως συμβιούντων ταῖς κατ' Ἐπίκουρον ἁφαῖς καὶ περιπλοκαῖς ἔοικε, συγκρούσεις λαμβάνουσα καὶ ἀποπηδήσεις, ἑνότητα δ' οὐ ποιοῦσα [770] [a] τοιαύτην, οἵαν Ἔρως ποιεῖ γαμικῆς κοινωνίας ἐπιλαβόμενος. οὔτε γὰρ ἡδοναὶ μείζονες ἀπ' ἄλλων οὔτε χρεῖαι συνεχέστεραι πρὸς ἄλλους οὔτε φιλίας τὸ καλὸν ἑτέρας ἔνδοξον οὕτω καὶ ζηλωτόν, ὡς
'ὅθ' ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον
ἀνὴρ ἠδὲ γυνή' (ζ 183).
καὶ γὰρ ὁ νόμος βοηθεῖ καὶ γεννήσεως κοινῆς ‹ἕνεκα› καὶ τοὺς θεοὺς Ἔρωτος ἡ φύσις ἀποδείκνυσι δεομένους. οὕτω γὰρ 'ἐρᾶν μὲν ὄμβρου γαῖαν' οἱ ποιηταὶ (Eur. fr. 898, 7) λέγουσι καὶ γῆς οὐρανόν, ἐρᾶν δ' ἡλίου σελήνην οἱ φυσικοὶ καὶ συγγίνεσθαι καὶ κυεῖσθαι· καὶ γῆν δ' ἀνθρώπων μητέρα καὶ ζῴων καὶ φυτῶν ἁπάντων γένεσιν οὐκ ἀναγκαῖον ἀπολέσθαι ποτὲ καὶ σβεσθῆναι παντάπασιν, [b] ὅταν ὁ δεινὸς ἔρως καὶ ἵμερος τοῦ θεοῦ τὴν ὕλην ἀπολίπῃ καὶ παύσηται ποθοῦσα καὶ διώκουσα τὴν ἐκεῖθεν ἀρχὴν καὶ κίνησιν;'
'Ἀλλ' ἵνα μὴ μακρὰν ἀποπλανᾶσθαι δοκῶμεν ἢ κομιδῇ φλυαρεῖν, οἶσθα τοὺς παιδικοὺς ἔρωτας ὡς ‹εἰς› ἀβεβαιότητα πολλὰ λέγουσι καὶ σκώπτουσι, λέγοντες ὥσπερ ᾠὸν αὐτῶν τριχὶ διαιρεῖσθαι τὴν φιλίαν, αὐτοὺς δὲ νομάδων δίκην ἐνεαρίζοντας τοῖς τεθηλόσι καὶ ἀνθηροῖς εὐθὺς ‹ὡς› ἐκ γῆς πολεμίας ἀναστρατοπεδεύειν· ἔτι δὲ φορτικώτερον ὁ σοφιστὴς Βίων τὰς τῶν καλῶν τρίχας Ἁρμοδίους ἐκάλει καὶ Ἀριστογείτονας, ὡς ἅμα καλῆς τυραννίδος [c] ἀπαλλαττομένους ὑπ' αὐτῶν τοὺς ἐραστάς. ταῦτα μὲν οὐ δικαίως κατηγορεῖται τῶν γνησίων ἐραστῶν· τὰ δ' ὑπ' Εὐριπίδου ῥηθέντ' ἐστὶ κομψά· ἔφη γὰρ Ἀγάθωνα τὸν καλὸν ἤδη γενειῶντα περιβάλλων καὶ κατασπαζόμενος, ὅτι τῶν καλῶν καὶ τὸ μετόπωρον ‹καλόν›. ἐκδέχεται μόνον ... οὐδὲν †πολιῶσα ἀκμάζων καὶ ῥυτίσιν, ἀλλ' ἄχρι τάφων καὶ μνημάτων παραμένει. καὶ συζυγίας ὀλίγας ἔστι παιδικῶν, μυρίας δὲ γυναικείων ἐρώτων καταριθμήσασθαι, πάσης πίστεως κοινωνίαν πιστῶς ἅμα καὶ προθύμως συνδιαφερούσας· βούλομαι δ' ἕν τι τῶν καθ' ἡμᾶς ἐπὶ Καίσαρος Οὐεσπασιανοῦ γεγονότων διελθεῖν.'
[d] 'Κιουίλιος γάρ, ὁ τὴν ἐν Γαλατίᾳ κινήσας ἀπόστασιν, ἄλλους τε πολλοὺς ὡς εἰκὸς ἔσχε κοινωνοὺς καὶ Σαβῖνον ἄνδρα νέον οὐκ ἀγεννῆ, πλούτῳ δὲ καὶ δόξῃ Γαλατῶν πάντων ἐπιφανέστατον. ἁψάμενοι δὲ πραγμάτων μεγάλων ἐσφάλησαν καὶ δίκην δώσειν προσδοκῶντες οἱ μὲν αὑτοὺς ἀνῄρουν, οἱ δὲ φεύγοντες ἡλίσκοντο. τῷ δὲ Σαβίνῳ τὰ μὲν ἄλλα πράγματα ῥᾳδίως παρεῖχεν ἐκποδὼν γενέσθαι καὶ καταφυγεῖν εἰς τοὺς βαρβάρους· ἦν δὲ γυναῖκα πασῶν ἀρίστην ἠγμένος, ἣν ἐκεῖ μὲν Ἐμπονὴν ἐκάλουν, Ἑλληνιστὶ δ' ἄν τις Ἡρωίδα προσαγορεύσειεν· [e] ‹ἣν› οὔτ' ἀπολιπεῖν δυνατὸς ἦν οὔτε μεθ' ἑαυτοῦ κομίζειν. ἔχων οὖν κατ' ἀγρὸν ἀποθήκας χρημάτων ὀρυκτὰς ὑπογείους, ἃς δύο μόνοι τῶν ἀπελευθέρων συνῄδεσαν, τοὺς μὲν ἄλλους ἀπήλλαξεν οἰκέτας, ὡς μέλλων φαρμάκοις ἀναιρεῖν ἑαυτόν, δύο δὲ πιστοὺς παραλαβὼν εἰς τὰ ὑπόγεια κατέβη. πρὸς δὲ τὴν γυναῖκα Μαρτιάλιον ἔπεμψεν ἀπελεύθερον ἀπαγγελοῦντα τεθνάναι μὲν ὑπὸ φαρμάκων, συμπεφλέχθαι δὲ μετὰ τοῦ σώματος τὴν ἔπαυλιν· ἐβούλετο γὰρ τῷ ‹πένθει χρῆσθαι› τῆς γυναικὸς ἀληθινῷ πρὸς πίστιν τῆς λεγομένης τελευτῆς. ὃ καὶ συνέβη· ῥίψασα γάρ, ὅπως ἔτυχε, τὸ σῶμα μετ' ‹οἴκτων› [f] καὶ ὀλοφυρμῶν ἡμέρας τρεῖς καὶ νύκτας ἄσιτος διεκαρτέρησε. ταῦτα δ' ὁ Σαβῖνος πυνθανόμενος καὶ φοβηθείς, μὴ διαφθείρῃ παντάπασιν ἑαυτήν, ἐκέλευσε φράσαι κρύφα τὸν Μαρτιάλιον πρὸς αὐτήν, ὅτι ζῇ καὶ κρύπτεται, δεῖται δ' αὐτῆς ὀλίγον ἐμμεῖναι τῷ πένθει [771] [a] καὶ μηδὲ ... πιθανὴν ἐν τῇ προσποιήσει γενέσθαι. τὰ μὲν οὖν ἄλλα παρὰ τῆς γυναικὸς ἐναγωνίως συνετραγῳδεῖτο τῇ δόξῃ τοῦ πάθους· ἐκεῖνον δ' ἰδεῖν ποθοῦσα νυκτὸς ᾤχετο, καὶ πάλιν ἐπανῆλθεν. ἐκ δὲ τούτου λανθάνουσα τοὺς ἄλλους ὀλίγον ἀπέδει συζῆν ἐν Ἅιδου τῷ ἀνδρὶ πλέον ἑξῆς ἑπτὰ μηνῶν· ἐν οἷς κατασκευάσασα τὸν Σαβῖνον ἐσθῆτι καὶ κουρᾷ καὶ καταδέσει τῆς κεφαλῆς ἄγνωστον εἰς Ῥώμην ἐκόμισε μεθ' ἑαυτῆς ‹ἐλπίδων› τινῶν ἐνδεδομένων. πράξασα δ' οὐθὲν αὖθις ἐπανῆλθε, καὶ τὰ μὲν πόλλ' ἐκείνῳ συνῆν ὑπὸ γῆς, διὰ χρόνου δ' εἰς πόλιν ἐφοίτα ταῖς φίλαις ὁρωμένη καὶ οἰκείαις γυναιξί.
[b] τὸ δὲ πάντων ἀπιστότατον, ἔλαθε κυοῦσα λουομένη μετὰ τῶν γυναικῶν· τὸ γὰρ φάρμακον, ᾧ τὴν κόμην αἱ γυναῖκες ἐναλειφόμεναι ποιοῦσι χρυσοειδῆ καὶ πυρράν, ἔχει λίπασμα σαρκοποιὸν ἢ χαυνωτικὸν σαρκός, ὥσθ' οἷον διάχυσίν τιν' ἢ διόγκωσιν ἐμποιεῖν· ἀφθόνῳ δὴ χρωμένη τούτῳ πρὸς τὰ λοιπὰ μέρη τοῦ σώματος, αἰρόμενον καὶ ἀναπιμπλάμενον ἀπέκρυπτε τὸν τῆς γαστρὸς ὄγκον. τὰς δ' ὠδῖνας αὐτὴ καθ' ἑαυτὴν διήνεγκεν, ὥσπερ ἐν φωλεῷ λέαινα καταδῦσα πρὸς τὸν ἄνδρα, καὶ τοὺς γενομένους ὑπεθρέψατο σκύμνους ἄρρενας· δύο γὰρ ἔτεκε. τῶν δ' υἱῶν ὁ μὲν ἐν Αἰγύπτῳ πεσὼν ἐτελεύτησεν, ὁ δ' [c] ἕτερος ἄρτι καὶ πρῴην γέγονεν ἐν Δελφοῖς παρ' ἡμῖν ὄνομα Σαβῖνος. ἀποκτείνει μὲν οὖν αὐτὴν ὁ Καῖσαρ· ἀποκτείνας δὲ δίδωσι δίκην, ἐν ὀλίγῳ χρόνῳ τοῦ γένους παντὸς ἄρδην ἀναιρεθέντος· οὐδὲν γὰρ ἤνεγκεν ἡ τόθ' ἡγεμονία σκυθρωπότερον οὐδὲ μᾶλλον ἑτέραν εἰκὸς ἦν καὶ θεοὺς καὶ δαίμονας ὄψιν ἀποστραφῆναι. καίτοι τὸν οἶκτον ἐξῄρει τῶν θεωμένων τὸ θαρραλέον αὐτῆς καὶ μεγαλήγορον, ᾧ καὶ μάλιστα παρώξυνε τὸν Οὐεσπασιανόν, ὡς ἀπέγνω τῆς σωτηρίας πρὸς αὐτὸν †ἀλλαγὴν κελεύουσα· βεβιωκέναι γὰρ ὑπὸ σκότῳ καὶ κατὰ γῆς ἥδιον ἢ †βασιλεύων ἐκείνως.'
[d] Ἐνταῦθα μὲν ὁ πατὴρ ἔφη τὸν περὶ Ἔρωτος αὐτοῖς τελευτῆσαι λόγον, τῶν Θεσπιῶν ἐγγὺς οὖσιν· ὀφθῆναι δὲ προσιόντα θᾶττον ἢ βάδην πρὸς αὐτοὺς ἕνα τῶν Πεισίου ἑταίρων Διογένη· τοῦ δὲ Σωκλάρου πρὸς αὐτὸν ἔτι πόρρωθεν εἰπόντος 'οὐ πόλεμόν γ', ὦ Διόγενες, ἀπαγγέλλων', ἐκεῖνον 'οὐκ εὐφημήσετε' φάναι 'γάμων ὄντων καὶ προάξετε θᾶσσον, ὡς ὑμᾶς τῆς θυσίας περιμενούσης;' πάντας μὲν οὖν ἡσθῆναι, τὸν δὲ Ζεύξιππον ἐρέσθαι, ‹εἰ› ἔτι χαλεπός ἐστι. 'πρῶτος μὲν οὖν' ‹φάναι τὸν Διογ›ένη 'συνεχώρησε τῇ Ἰσμηνοδώρᾳ· καὶ νῦν ἑκὼν στέφανον καὶ λευκὸν ἱμάτιον λαβὼν οἷός ἐστιν ἡγεῖσθαι δι' ἀγορᾶς πρὸς τὸν θεόν.' 'ἀλλ' ἴωμεν, ναὶ μὰ [e] Δία', τὸν πατέρ' εἰπεῖν 'ἴωμεν, ὅπως ἐπεγγελάσωμεν τῷ ἀνδρὶ καὶ τὸν θεὸν προσκυνήσωμεν· δῆλος γάρ ἐστι χαίρων καὶ παρὼν εὐμενὴς τοῖς πραττομένοις.'